- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:7.1.1-7.1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
留在巴比伦的凯雷阿斯误信卡利罗厄已被赐还给狄奥尼修斯的假消息,绝望之下欲在王宫门前自刎,但经朋友波吕查尔莫斯劝说,决意投奔埃及叛军以向波斯大王复仇。
Πάντων δὲ ἐξιόντων μετὰ βασιλέως ἐπὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Αἰγυπτίους Χαιρέᾳ1 παρήγγειλεν οὐδείς· βασιλέως γὰρ δοῦλος οὐκ ἦν, ἀλλὰ τότε μόνος ἐν Βαβυλῶνι ἐλεύθερος. Ἔχαιρε δὲ ἐλπίζων ὅτι Καλλιρρόη μενεῖ. Τῆς οὖν ὑστεραίας ἦλθεν ἐπὶ τὰ βασίλεια, ζητῶν τὴν γυναῖκα.
当所有人都随大王出发去参加对抗埃及人的战争时,却没有人向凯雷阿斯下达号令;因为他并非大王的奴隶,而是当时在巴比伦城中唯一的自由人。他心中欣喜,期盼着卡利罗厄能够留下来。于是次日,他便前往王宫寻找自己的妻子。
Κεκλεισμένα δὲ ἰδὼν καὶ πολλοὺς ἐπὶ θύραις τοὺς φυλάσσοντας περιῄει τὴν πόλιν ὅλην ἐξερευνώμενος καὶ συνεχῶς καθάπερ ἐμμανὴς Πολυχάρμου τοῦ φίλου πυνθανόμενος “Καλλιρρόη δὲ ποῦ; τί γέγονεν; οὐ δήπου γὰρ καὶ αὐτὴ στρατεύεται.” Μὴ εὑρὼν δὲ Καλλιρρόην ἐζήτει Διονύσιον τὸν ἀντεραστὴν καὶ ἧκεν ἐπὶ τὴν οἰκίαν τὴν ἐκείνου. Προῆλθεν οὖν τις ὥσπερ εὐκαίρως, καὶ εἶπεν ἅπερ ἦν δεδιδαγμένος. Θέλων γὰρ ὁ Διονύσιος ἀπελπίσαι Χαιρέαν τὸν Καλλιρρόης γάμον2 καὶ μηκέτι μένειν τὴν δίκην, ἐπενόησέ τι τοιοῦτον.
但见〔王宫〕紧闭,大批卫兵在门前守卫,他便走遍全城四处搜寻,如同疯癫了一般不断向他的朋友波吕查尔莫斯发问:“卡利罗厄究竟在哪里?究竟发生了什么事?她总不至于也随军出征了吧!”未能找到卡利罗厄,他便去寻情敌狄奥尼修斯,来到了他的宅邸前。这时恰有一人适时迎上前来,说出了事先被交代好的话。原来狄奥尼修斯为了让凯雷阿斯对卡利罗厄的婚事彻底绝望,不再等待裁判,便设下了这样一个计策。
Ἐξιὼν ἐπὶ τὴν μάχην κατέλιπε τὸν ἀπαγγελοῦντα πρὸς Χαιρέαν ὅτι βασιλεὺς ὁ Περσῶν χρείαν ἔχων συμμάχων πέπομφε Διονύσιον ἀθροῖσαι στρατιὰν ἐπὶ τὸν Αἰγύπτιον καί, ἵνα πιστῶς αὐτῷ καὶ προθύμως ἐξυπηρετῆται, Καλλιρρόην ἀπέδωκε. Ταῦτα ἀκούσας Χαιρέας ἐπίστευσεν εὐθύς· εὐεξαπάτητον γὰρ ἄνθρωπος δυστυχῶν.
他在开赴战役之时留下一人向凯雷阿斯通报:波斯大王因急需盟军,已派遣狄奥尼修斯前去集结军队征讨埃及人,且为了使他忠实而积极地效劳,大王已将卡利罗厄交还给了他。凯雷阿斯一听此言,立刻信以为真;因为不幸之人最容易受骗上当。
Καταρρηξάμενος οὖν τὴν ἐσθῆτα καὶ σπαράξας τὰς τρίχας, τὸ στέρνον ἅμα παίων ἔλεγεν “ἄπιστε Βαβυλών, κακὴ ξενοδόκε, ἐπ’ ἐμοῦ δὲ καὶ ἐρήμη. Ὦ καλοῦ δικαστοῦ· προαγωγὸς γέγονεν ἀλλοτρίας γυναικός. Ἐν πολέμῳ γάμοι. Κἀγὼ μὲν ἐμελέτων τὴν δίκην καὶ πάνυ ἐπεπείσμην δίκαια ἐρεῖν· ἐρήμην δὲ κατεκρίθην3 καὶ Διονύσιος νενίκηκε σιγῶν.
于是他撕裂衣裳,扯落头发,捶打着胸膛呼喊道:“背信弃义的巴比伦啊,邪恶的东道主,对我而言竟是荒凉的旷野!好一位公正的法官啊,竟成了霸占他人之妻的皮条客!战争之中竟办起了婚礼!而我此前还在苦心钻研这场诉讼,深信自己定能陈述公道;不料我竟在缺席中被判败诉,狄奥尼修斯一言未发便赢得了胜利!
Ἀλλ’ οὐδὲν ὄφελος αὐτῷ τῆς νίκης· οὐ γὰρ ζήσεται Καλλιρρόη παρόντος διαζευχθεῖσα Χαιρέου, καὶ τὸ πρῶτον ἐξηπάτησεν αὐτὴν τὸ δοκεῖν ἐμὲ τεθνηκέναι. Τί οὖν ἐγὼ βραδύνω καὶ οὐκ ἀποσφάζω πρὸ τῶν βασιλείων ἐμαυτόν, προσχέας τὸ αἷμα ταῖς θύραις τοῦ δικαστοῦ; γνώτωσαν Πέρσαι καὶ Μῆδοι, πῶς βασιλεὺς ἐδίκασεν ἐνταῦθα.”
但这胜利对他毫无益处;因为卡利罗厄在凯雷阿斯尚在人世时绝不愿与其分离而独活,起初欺骗她的无非是以为我已死去的妄想。那么我为何还要迟疑,为何不在王宫门前自刎,将鲜血喷洒在这法官的门扉之上?就让波斯人与米底人看看,大王在这里是如何断案的吧!”
Πολύχαρμος δὲ ἰδὼν ἀπαρηγόρητον ἑαυτῷ τὴν συμφορὰν καὶ ἀδύνατον σωθῆναι Χαιρέαν “πάλαι μὲν” ἔφη “παρεμυθούμην σε, φίλτατε, καὶ πολλάκις ἀποθανεῖν ἐκώλυσα, νῦν δέ μοι δοκεῖς καλῶς βεβουλεῦσθαι· καὶ τοσοῦτον ἀποδέω τοῦ σε κωλύειν, ὥστε καὶ αὐτὸς ἤδη συναποθανεῖν ἕτοιμος. Σκεψώμεθα δὲ θανάτου τρόπον, ὅστις ἂν γένοιτο βελτίων· ὃν γὰρ σὺ διανοῇ, φέρει μέν τινα φθόνον βασιλεῖ καὶ πρὸς τὸ μέλλον αἰσχύνην, οὐ μεγάλην δὲ ἐκδικίαν ὧν πεπόνθαμεν.4
波吕查尔莫斯看出这场祸患凭自己已无法劝慰,凯雷阿斯也绝无生还的可能,便说道:“挚友啊,往昔我总是劝慰你,多次阻拦你去寻死,如今看来你的决意倒是明智的;我不仅绝不阻拦你,甚至自己也做好了与你同死的准备。然而让我们斟酌一下哪种死法更为优越;因为你所打算的那种死法,虽能给大王招来一些怨尤与日后的羞耻,却不能为我们所受的苦难带来重大的复仇。
Δοκεῖ δέ μοι τὸν ἅπαξ ὑφ’ ἡμῶν ὡρισμένον θάνατον εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου· καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν,5 ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες ἀντελύπησαν τὸν μέγαν βασιλέα καὶ ἀπέθανον ὡς ἄνδρες.” “Πῶς οὖν” εἶπε Χαιρέας “ἡμεῖς οἱ μόνοι καὶ πένητες καὶ ξένοι τὸν κύριον τηλικούτων καὶ τοσούτων ἐθνῶν καὶ δύναμιν ἔχοντα, ὅσην ἑωράκαμεν, λυπῆσαι δυνάμεθα; τοῦ μὲν γὰρ σώματος αὐτῷ φυλακαὶ καὶ προφυλακαί, κἂν ἀποκτείνωμεν δέ τινα τῶν ἐκείνου, κἂν ἐμπρήσωμέν τι τῶν ἐκείνου κτημάτων, οὐκ αἰσθήσεται τῆς βλάβης.” “Ὀρθῶς ἂν” ἔφη Πολύχαρμος “ταῦτα ἔλεγες, εἰ μὴ πόλεμος ἦν· νῦν δὲ ἀκούομεν Αἴγυπτον μὲν ἀφεστάναι, Φοινίκην δὲ ἑαλωκέναι, Συρίαν δὲ κατατρέχεσθαι. Βασιλεῖ δὲ ὁ πόλεμος ἀπαντήσει καὶ πρὸ τοῦ διαβῆναι τὸν Εὐφράτην.
依我之见,不如将我们已决意赴死的性命,用于向那暴君复仇;因为以实际行动令他痛苦并使之悔恨,乃是光彩之举,亦能为后世留下英名传颂的故事,让人们知晓有两个受尽屈辱的希腊人重创了大王,并且如真正的男子汉一般死去。”凯雷阿斯答道:“可是我们孑然一身、贫穷且又是异邦人,如何能够伤害这位统领如此多伟大部族、坐拥我们亲眼所见那般庞大势力的主宰?他自身有重重护卫与前哨戒备,即便我们杀了他的几个部下,烧毁他的几处产业,他也绝不会感到痛痒。”波吕查尔莫斯说:“倘若没有战争,你这番话倒是不错;但如今我们听闻埃及已经叛乱,腓尼基陷落,叙利亚正遭受铁蹄践踏。战火甚至在大王渡过幼发拉底河之前便会迎面扑来。
Οὐκ ἐσμὲν οὖν οἱ δύο μόνοι, τοσούτους δὲ ἔχομεν συμμάχους, ὅσους ὁ Αἰγύπτιος ἄγει, τοσαῦτα ὅπλα, τοσαῦτα χρήματα, τοσαύτας τριήρεις. Χρησώμεθα ἀλλοτρίᾳ δυνάμει πρὸς τὴν ὑπὲρ ἑαυτῶν ἄμυναν.” Οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησε6 “σπεύδωμεν, ἀπίωμεν. Δίκας ἐν τῷ πολέμῳ λήψομαι παρὰ τοῦ δικαστοῦ.”
因此我们并非孤立的两人,而是拥有埃及人所率领的全部盟军,拥有同样众多的武器、资财与三列桨座战船。让我们借助别人的力量来完成自身的复仇吧!”这话尚未完全说完,凯雷阿斯便高声呼喊:“让我们加快脚步,出发吧!我将在战场上向那名法官讨回公道!”
- 7.1.1Χαιρέᾳ
Χαιρέᾳ 为主角“凯雷阿斯”的与格形式,作 παρήγγειλεν(传令、通知)的间接宾语,意为“没有人通知凯雷阿斯出征”。
- 7.1.3ἀπελπίσαι Χαιρέαν τὸν Καλλιρρόης γάμον
分词 Θέλων 支配的宾格加不定式结构(AcI):Χαιρέαν 作不定式 ἀπελπίσαι(以及并列的 μένειν)的逻辑主语,τὸν ... γάμον 作及物动词 ἀπελπίζω(对……绝望、放弃)的直接宾语。
- 7.1.5ἐρήμην δὲ κατεκρίθην
法庭术语习语,省略了名词 δίκην(诉讼)。阴性宾格形容词 ἐρήμην 作为内涵宾格(副词性宾格),修饰被动语态动词 κατεκρίθην(我被判有罪),意为“在缺席审判中被定罪”。
- 7.1.7ὧν πεπόνθαμεν
关系代词同化(attraction)现象:先行词指示代词(τούτων)被省略,本应为宾格的关系代词 ἃ 被吸引同化为主句名词 ἐκδικίαν 所要求的属格,充当目的格性属格。
- 7.1.8καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν
非人称短语 καλόν [ἐστιν] 之后的不定式 ποιῆσαι 的逻辑主语以宾格分词 λυπήσαντας(复数)呈现,指代一般称(或文脉中的“我们”),构成不定式结构中逻辑主语的宾格表述。
- 7.1.11Οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησε
并列式时间并列句(parataxis):副词 οὔπω 与过去完成时被动态动词 εἴρητο 搭配,后接连词 καί 与不定过去时动词 ἀνεβόησε,表达紧接着发生的动作,相当于“话尚未完全说完,凯雷阿斯便立刻喊道”。
