- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:7.2.1-7.2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯雷阿斯与波吕查尔莫斯借故随波斯军潜至叙利亚后投奔埃及王并获重用;埃及军进展迅猛,唯有地势险固的要塞提尔坚守不降。
Ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι· διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. Κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν.
于是他们迅速出发追赶大王,假称愿意随他一同出征;因为借着这一托辞,他们指望能毫无畏惧地渡过幼发拉底河。他们在河畔赶上了大军,加入后卫部队随行。
Ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν πρὸς τὸν Αἰγύπτιον, λαβόντες δὲ αὐτοὺς οἱ φύλακες ἐξήταζον τίνες εἶεν· σχῆμα γὰρ πρεσβευτῶν οὐκ ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. Ἔνθα καὶ παρεκινδύνευσαν, εἰ μὴ εἷς γέ τις Ἕλλην ἐκεῖ κατὰ τύχην εὑρεθεὶς συνῆκε τῆς φωνῆς· ἠξίουν δὲ ἄγεσθαι πρὸς βασιλέα, ὡς μέγα ὄφελος αὐτῷ κομίζοντες.
及至进入叙利亚境内,他们便投奔了埃及王;守卫抓住他们,审问他们是何许人,因为他们没有使节的仪态,倒更被怀疑是间谍。他们险些在那里丧命,幸亏当时恰巧有一名希腊人在场,听懂了他们的话;他们要求被引见给大王,声称能为他带来极大的利益。
Ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπεν “ἡμεῖς Ἕλληνες ἐσμὲν Συρακούσιοι τῶν εὐπατριδῶν. Οὗτος μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δι’ ἐμέ, ἐγὼ δὲ διὰ γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα, εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν Ἀθηναίους καταναυμαχήσαντα.” Ἐπένευσεν ὁ Αἰγύπτιος, οὐδὲν γὰρ ἔθνος ἄπυστον ἦν τῆς Ἀθηναίων δυστυχίας, ἣν ἐδυστύχησαν ἐν τῷ πολέμῳ τῷ Σικελικῷ. “Τετυράννηκε δὲ ἡμῶν Ἀρταξέρξης,” καὶ πάντα διηγήσατο. “Φέροντες οὖν ἑαυτοὺς δίδομέν σοι φίλους πιστούς, δύο τὰ προτρεπτικώτατα εἰς ἀνδρείαν ἔχοντες, θανάτου καὶ ἀμύνης ἔρωτα· ἤδη γὰρ ἐτεθνήκειν ὅσον ἐπὶ ταῖς συμφοραῖς,1 λοιπὸν δὲ ζῶ εἰς μόνον τὸ λυπῆσαι τὸν ἐχθρόν. Μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.”2
当被带到御前时,凯雷阿斯说道:“我们是希腊人,叙拉古的贵族之后。这位是我的朋友,为了我才来到巴比伦;而我则是为了妻子而来,她是赫尔谟克拉忒斯之女——倘若您听闻过那位曾在海战中击溃雅典人的赫尔谟克拉忒斯将军的话。”埃及王点头赞同;因为没有哪个民族不知道雅典人在西西里战争中所遭受的惨败。“然而阿尔塔薛西斯却专横地压迫了我们,”凯雷阿斯接着把一切和盘托出。“因此我们甘愿前来归顺,做您忠实的盟友,我们怀着激励勇气的两项最强烈的动因:求死之心与复仇之志。因为就我所遭的苦难而言,我早已如行尸走肉,今后活着只为让仇敌痛切受创。『愿我不至徒然且默默无闻地毁灭,而是在建立一番大业、流芳后世之后毁灭!』”
Ταῦτα ἀκούσας ὁ Αἰγύπτιος ἥσθη καὶ τὴν δεξιὰν ἐμβαλὼν “εἰς καιρὸν ἥκεις” φησίν, “ὦ νεανία, σεαυτῷ τε κἀμοί.” Παραυτίκα μὲν οὖν αὐτοῖς ἐκέλευσεν ὅπλα δοθῆναι καὶ σκηνήν, μετ’ οὐ πολὺ δὲ καὶ ὁμοτράπεζον ἐποιήσατο Χαιρέαν, εἶτα καὶ σύμβουλον· ἐπεδείκνυτο γὰρ φρόνησίν τε καὶ θάρσος, μετὰ τούτων δὲ καὶ πίστιν, οἷα δὴ καὶ φύσεως ἀγαθῆς καὶ παιδείας οὐκ ἀπρονόητος.3
埃及王听罢大喜,伸出右手说道:“年轻人,你来得正是时候,对你自己和我皆是如此。”他随即下令赐予他们兵器与帐篷,不久又让凯雷阿斯与自己同桌共席,进而命其为谋士;因为凯雷阿斯展现了智慧与胆魄,兼有忠诚,恰如一个兼具优良天资而又深具教养之人。
Ἐπήγειρε δὲ μᾶλλον αὐτὸν καὶ διαπρεπέστερον ἐποίησεν ἡ πρὸς βασιλέα φιλονεικία καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος, ἀλλ’ ἄξιος τιμῆς. Εὐθὺς οὖν ἔργον ἐπεδείξατο μέγα. Τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα προυκεχωρήκει ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας ἐξ ἐπιδρομῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη πλὴν Τύρου.
对大王的敌对争胜之心,以及渴望表明自己并非无能之辈、而是配享尊荣之人的意愿,更激励了他,使他愈加卓越非凡。于是,他立刻立下了一件大功。对埃及王而言,其他事务原本进展顺利,凭借突袭已掌握了柯里叙利亚,除提尔之外的整个腓尼基也已归其控制。
Τύριοι δὲ φύσει γένος εἰσὶ μαχιμώτατον καὶ κλέος ἐπ’ ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν παρ’ αὐτοῖς καὶ ᾧ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν πόλιν. Θαρροῦσι δὲ καὶ ὀχυρότητι τῆς οἰκήσεως.
然而提尔人天性极其尚武,渴望凭英勇博得美名,以免看似玷污了赫拉克勒斯的名声——那是他们之中最显赫的神明,他们几乎只把这座城奉献给了他一人。他们也依仗其定居地势的险要。
Ἡ μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον εἶναι·4 ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβάθραν.
因为该城座落于大海之中,只有一条连接陆地的狭窄通路阻碍着它成为完全的岛屿;它宛如一艘泊锚之船,将跳板搭在陆地上。
Πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον· τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.
因此,他们极易从四面阻绝战火:因有大海相隔,陆军只需一道城门便足以防守;而对三列桨座战船的来袭,则凭借城墙拒敌,因为全城建筑坚固,宛如房屋一般被港口封闭着。
- 7.2.4ὅσον ἐπὶ ταῖς συμφοραῖς
由 ὅσον ἐπί + 与格构成的限制性短语,意为“就……而言”或“在……的范围内”。修饰前文的过去完成时动词 ἐτεθνήκειν,表示“就我所遭受的灾祸而言,我早已如同死人一般”。
- 7.2.4ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι
直接引自荷马《伊利亚特》第22卷304-305行(赫克托耳的独白)。句中保留了史诗及爱奥尼亚方言形式:分词 ῥέξας(相当于 πράξας)和与格分词 ἐσσομένοισι(相当于 ἐσομένοις)。不定式 πυθέσθαι 承接前面由祈愿语气动词 ἀπολοίμην 引出的愿望句,表目的或结果。
- 7.2.5παιδείας οὐκ ἀπρονόητος
οὐκ ἀπρονόητος 构成曲言法(litotes),意为“并非不关照”,即“深谙、十分讲究”。带有否定前缀 α- 的形容词 ἀπρονόητος 支配表示关涉或对象的属格 παιδείας。
- 7.2.8κωλύει τὸ μὴ νῆσον εἶναι
受阻碍动词 κωλύει 支配的带冠词不定式(τὸ ... εἶναι),并带有冗赘否定词 μή。结合提尔所处的地理环境,此处意指连接陆地的狭窄通道阻碍了它成为一座(完全的)岛屿。
