- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.9.1-6.9.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大王率全军自巴比伦出征,渴望立功的狄奥尼修斯亦随军随行;大王借出征随军携带家眷的旧俗将卡利罗厄带走,而卡利罗厄亦因期盼与凯雷阿斯重聚而坦然启程。
Τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν ἐξήλαυνε Βαβυλῶνος βασιλεύς, κοινῷ παραγγέλματι πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον εἶχον ἡλικίαν. Ἐν δὲ τούτοις ἐξῆλθε καὶ Διονύσιος· Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν ἐξῆν.
接获急报后的第五天,大王率部从巴比伦开拔,全军在总动员令下,凡适龄服役之人尽皆随行。狄奥尼修斯亦在随行之列;因他是伊奥尼亚人,而臣民之中无一人得以留守。
Κοσμησάμενος δὲ ὅπλοις καλλίστοις καὶ ποιήσας στῖφος οὐκ εὐκαταφρόνητον ἐκ τῶν μεθ’ ἑαυτοῦ, ἐν τοῖς πρώτοις καὶ φανερωτάτοις κατέταξεν ἑαυτὸν καὶ δῆλος ἦν πράξων τι γενναῖον, οἷα δὴ καὶ φύσει φιλότιμος ἀνὴρ καὶ οὐ πάρεργον τὴν ἀρετὴν τιθέμενος, ἀλλὰ τῶν καλλίστων ἀξιῶν. Τότε δὲ καὶ ἐλπίδος εἶχέ τι κούφης, ὅτι χρήσιμος ὢν ἐν τῷ πολέμῳ φανῇ,1 λήψεται παρὰ βασιλέως καὶ δίχα κρίσεως ἆθλον τῆς ἀριστείας τὴν γυναῖκα.
他穿戴上最精良的铠甲兵刃,从随从之中组建起一支不可小觑的队伍,将自己置于最前列且最显眼的位置,显然决意要建立一番显赫的功业,因为他生性便是个好求名誉之人,从不将美德卓越视为无足轻重的小节,而是视其为至善之举。 当时他甚至抱有一线微弱的希望,以为倘若自己在战事中立下汗马功劳,无需经过审判便能从大王手中赢得那名女子作为勇武战功的赏赐。
Καλλιρρόην δὲ ἡ μὲν βασιλὶς οὐκ ἤθελεν ἐπάγεσθαι· διὰ τοῦτο οὐδὲ ἐμνημόνευσεν αὐτῆς πρὸς βασιλέα, οὐδὲ ἐπύθετο τί κελεύει γενέσθαι περὶ τῆς ξένης· ἀλλὰ καὶ Ἀρταξάτης κατεσιώπησεν, ὡς δῆτα μὴ θαρρῶν ἐν κινδύνῳ τοῦ δεσπότου καθεστηκότος παιδιᾶς ἐρωτικῆς μνημονεύειν, τὸ δὲ ἀληθὲς ἄσμενος ἀπηλλαγμένος2 καθάπερ ἀγρίου θηρίου· ἐδόκει δὲ μονονουχὶ χάριν ἔχειν τῷ πολέμῳ διακόψαντι τὴν βασιλέως ἐπιθυμίαν ὑπὸ ἀργίας τρεφομένην.
至于卡利罗厄,王后并不愿带她同行;因此她既不向大王提起她,亦不过问大王对这名异乡女子有何处置命令。阿尔塔克萨特斯同样保持缄默,他表面上装作在主君身处危难之际不敢提及风流私情,实则暗自庆幸自己仿佛从一头猛兽口中逃脱一般;他甚至几乎要感激这场战争,正是它斩断了大王因闲散而滋生的欲望。
Οὐ μὴν Καλλιρρόης ἐπελέληστο βασιλεύς, ἀλλὰ ἐν ἐκείνῳ τῷ ἀδιηγήτῳ ταράχῳ μνήμη τις αὐτὸν εἰσῆλθε τοῦ κάλλους· ᾐδεῖτο δὲ εἰπεῖν τὸ περὶ αὐτῆς, μὴ δόξῃ παιδαριώδης εἶναι3 παντάπασιν, ἐν πολέμῳ τηλικούτῳ γυναικὸς εὐμόρφου μνημονεύων. Βιαζομένης δὲ τῆς ὁρμῆς πρὸς μὲν Στάτειραν αὐτὴν οὐδὲν εἶπεν, ἀλλ̓ οὐδὲ πρὸς τὸν εὐνοῦχον, ἐπειδὴ αὐτῷ συνῄδει τὸν ἔρωτα, ἐπενόησε δέ τι τοιοῦτον.
然而大王并未忘记卡利罗厄;相反,在那难以言状的混乱之中,对她美貌的思念依然悄然袭上心头。只是他羞于提及关于她的事,唯恐在如此重大的战事中谈论美貌女子,会显得自己全然幼稚荒唐。但在情欲的煎熬下,他既没有向斯塔泰拉开口,也没有告诉知晓他心意的宦官,而是想出了这样一个计策。
Ἔθος ἐστὶν αὐτῷ τε βασιλεῖ καὶ Περσῶν τοῖς ἀρίστοις, ὅταν εἰς πόλεμον ἐξίωσιν, ἐπάγεσθαι καὶ γυναῖκας καὶ τέκνα καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εὐνούχους καὶ παλλακίδας καὶ κύνας καὶ τραπέζας καὶ πλοῦτον πολυτελῆ καὶ τρυφήν.
大王自身与波斯显贵们出征之时,向来有一惯例,即随军带走妻妾、子女、金银、华服、宦官、侍妾、猎犬、餐席器具以及诸般奢华富贵与享乐之物。
Τὸν οὖν ἐπὶ τούτων διάκονον καλέσας ὁ βασιλεύς, πολλὰ πρῶτον εἰπὼν καὶ τἆλλα διατάξας ὡς ἕκαστον ἔδει γενέσθαι, τελευταίας ἐμνημόνευσε Καλλιρρόης ἀξιοπίστῳ τῷ προσώπῳ, ὡς οὐδὲν αὐτῷ μέλον. “Κἀκεῖνο” φησὶ “τὸ γύναιον τὸ ξένον, περὶ οὗ τὴν κρίσιν ἀνεδεξάμην, σὺν ταῖς ἄλλαις γυναιξὶν ἀκολουθείτω.” Καὶ Καλλιρρόη μὲν οὕτως ἐξῆλθε Βαβυλῶνος οὐκ ἀηδῶς, ἤλπιζε γὰρ καὶ Χαιρέαν ἐξελεύσεσθαι· πολλὰ μὲν οὖν φέρειν καὶ πόλεμον ἄδηλα καὶ μεταβολὰς τοῖς δυστυχοῦσι βελτίονας,4 τάχα δὲ καὶ τὴν δίκην ἕξειν τέλος ἐκεῖ ταχείας εἰρήνης γενομένης.
于是大王召来掌管此类事宜的侍从官,先是多方叮嘱并按应有之规将诸事一一分派完毕,最后才装出一副若无其事的正经神色提及卡利罗厄:“那个由我接手裁判的异乡妇人,也教她与其余妇人同行吧。” 于是卡利罗厄便这样离开了巴比伦,心下并非不情愿;因她期盼着凯雷阿斯亦会随军出征,且深知战争虽充满变数,却亦能为不幸之人带来转危为安的契机,或许一旦战事迅速平定,诉讼审判亦能在前线终结。
- 6.9.3ὅτι χρήσιμος ὢν ἐν τῷ πολέμῳ φανῇ
从属连词 ὅτι 引导同位语从句以解释前文的名词 ἐλπίδος(希望),然而其动词却采用了虚拟语气 φανῇ。这在此处内含了一个条件句假设(相当于 ἐὰν ... φανῇ,“倘若表现出有用”),其假设的结果直接由后文的将来时直陈语气 λήψεται(将获得)承接,生动地展现了当事人主观上的期盼。
- 6.9.4ὡς δῆτα μὴ θαρρῶν ... τὸ δὲ ἀληθὲς ἄσμενος ἀπηλλαγμένος
此处通过分词构文构成了外在伪装与内心真实的对比:前项 ὡς δῆτα μὴ θαρρῶν(仿佛当真不敢……)表示向外人展现的托词;而后项由副词性宾格 τὸ δὲ ἀληθές(但实际上)引出分词 ἄσμενος ἀπηλλαγμένος(如释重负般脱身),揭示了人物的真实心理。
- 6.9.5ᾐδεῖτο δὲ εἰπεῖν τὸ περὶ αὐτῆς, μὴ δόξῃ παιδαριώδης εἶναι
动词 ᾐδεῖτο(感到羞耻)支配不定式 εἰπεῖν(谈及),其后由表担心的连词 μή 引出虚拟语气从句 μὴ δόξῃ(唯恐被认为……)。表示羞赧、迟疑的动词在此处具有惧怕类动词的性质,因而引出了防止或担忧发生某事的 μή 从句。
- 6.9.8πολλὰ μὲν οὖν φέρειν καὶ πόλεμον ἄδηλα καὶ μεταβολὰς τοῖς δυστυχοῦσι βελτίονας
此句为承接上文动词 ἤλπιζε(期盼)的宾格加不定式间接引语结构。不定式 φέρειν(带来)的主语为 καὶ πόλεμον(战争亦……),而其支配的两个宾语 πολλὰ ἄδηλα(许多变数)与 μεταβολὰς ... βελτίονας(更好的转变)则分别置于主语前后,构成了语序上的交错嵌合(hyperbaton)。
