← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§6.8.1-6.8.7

埃及叛乱急报与波斯王决议出征

埃及爆发大规模叛乱并侵袭叙利亚的急报传来,巴比伦全城震动,波斯大王遂召集群臣将领商议并决意即刻发兵平叛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8.1

Πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν ἡ Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν· βασιλεῖ γὰρ ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.

然而命运女神很快便改变了一切思虑与一切情话,因她找到了开启崭新事端的情由;有使者前来向大王禀报,埃及已起兵大举叛乱。

§6.8.2

τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι,1 κεχειροτονηκέναι δὲ βασιλέα τῶν ἐπιχωρίων, ἐκεῖνον δὲ ἐκ Μέμφεως ὁρμώμενον διαβεβηκέναι μὲν Πηλούσιον, ἤδη δὲ Συρίαν καὶ Φοινίκην κατατρέχειν, ὡς μηκέτι τὰς πόλεις ἀντέχειν, ὥσπερ χειμάρρου τινὸς ἢ πυρὸς αἰφνίδιον ἐπιρρυέντος αὐταῖς.

他们报告说,埃及人杀害了王室总督,推选了当地土著为王;那人从孟菲斯起兵,跨过了珀卢西昂,如今正在席卷叙利亚和腓尼基,以至于诸城邑再无法坚守,仿佛一股突如其来的山洪或烈火吞噬了它们。

§6.8.3

πρὸς δὲ τὴν φήμην ἐταράχθη μὲν ὁ βασιλεύς, κατεπλάγησαν δὲ Πέρσαι· κατήφεια δὲ πᾶσαν ἔσχε Βαβυλῶνα. τότε καὶ ὄναρ βασιλέως λογοποιοὶ καὶ μάντεις ἔφασκον τὰ μέλλοντα προειρηκέναι· θυσίας γὰρ ἀπαιτοῦντας τοὺς θεοὺς κίνδυνον μὲν ἀλλὰ καὶ νίκην προσημαίνειν.

闻听这一消息,大王惊惶不安,波斯人惊骇失色,整座巴比伦笼罩在忧郁沉闷之中。此时说书人与术士们亦宣称,大王的梦境早已预示了未来之事;盖因诸神要求献祭,不仅预示着危难,同样亦昭示着胜利。

§6.8.4

πάντα μὲν τὰ εἰωθότα συμβαίνειν καὶ ὅσα εἰκὸς ἐν ἀπροσδοκήτῳ πολέμῳ, καὶ ἐλέγετο καὶ ἐγίνετο· κίνησις γὰρ μεγάλη Ἀσίαν κατέλαβε. συγκαλέσας οὖν ὁ βασιλεὺς Περσῶν τοὺς ὁμοτίμους καὶ ὅσοι παρῆσαν ἡγεμόνες τῶν ἐθνῶν, μεθʼ ὧν εἰώθει τὰ μεγάλα χρηματίζειν, ἐβουλεύετο περὶ τῶν καθεστηκότων καὶ ἄλλος ἄλλο τι παρῄνει·

凡在突如其来的战事中所惯常发生和理应出现的情形,人们皆议论纷纷并付诸实施;一场巨大的动乱席卷了全亚洲。于是波斯大王召集了波斯贵胄同僚以及在场的诸民族将领——即大王平日与之共商军国大计之人——就当前局势进行商议,众人各执一词。

§6.8.5

πᾶσι δὲ ἤρεσκε τὸ σπεύδειν καὶ μηδὲ μίαν ἡμέραν, εἰ δυνατόν, ἀναβαλέσθαι δυοῖν ἕνεκεν· ἵνα καὶ τοὺς πολεμίους ἐπίσχωσι τῆς πρὸς τὸ πλεῖον αὐξήσεως καὶ τοὺς φίλους εὐθυμοτέρους ποιήσωσι, δείξαντες αὐτοῖς ἐγγύθεν τὴν βοήθειαν· βραδυνόντων δὲ εἰς τοὐναντίον πάντα χωρήσειν· τοὺς μὲν γὰρ πολεμίους καταφρονήσειν ὡς δεδιότων, τοὺς δὲ οἰκείους ἐνδώσειν ὡς ἀμελουμένους.2

然而人人都赞同迅速进军,若有可能,一天也不应迁延,其缘由有二:既为了遏制敌人势力进一步膨胀,又为了向盟友展示近在咫尺的援军以振奋其军心;倘若迟疑耽搁,一切都将适得其反:敌军将因认定波斯人胆怯而心生轻蔑,己方盟友亦将因自觉被遗弃而屈膝放弃。

§6.8.6

Εὐτύχημα δὲ μέγιστον βασιλεῖ γεγονέναι τὸ μήτε ἐν Βάκτροις, μήτε ἐν Ἐκβατάνοις, ἀλλ’ ἐν Βαβυλῶνι κατειλῆφθαι, πλησίον τῆς Συρίας· ἐκβὰς γὰρ τὸν Εὐφράτην εὐθὺς ἐν χερσὶν ἕξει τοὺς ἀφεστῶτας. Ἔδοξεν οὖν τὴν μὲν ἤδη περὶ αὐτὸν δύναμιν ἐξάγειν, διαπέμψαι δὲ πανταχόσε κελεύοντας τὴν στρατιὰν ἐπὶ ποταμὸν Εὐφράτην ἀθροίζεσθαι. Ῥᾴστη δέ ἐστι Πέρσαις ἡ παρασκευὴ τῆς δυνάμεως.

对大王而言最大的侥幸莫过于他并未身在巴克特拉或埃克巴塔那,而是在靠近叙利亚的巴比伦迎面接获急报;因为只要渡过幼发拉底河,他便能立时与叛军短兵相接。于是决定率领已在他身边的兵力开拔,并遣使四方,命令全军在幼发拉底河畔集结。而对波斯人而言,整饬军力向来轻而易举。

§6.8.7

Συντέτακται γὰρ ὑπὸ Κύρου, τοῦ πρώτου Περσῶν βασιλεύσαντος, ποῖα μὲν τῶν ἐθνῶν εἰς πόλεμον ἱππείαν καὶ πόσην τὸν ἀριθμὸν δεῖ παρέχειν, ποῖα δὲ πεζὴν στρατιὰν καὶ πόσην, τίνας δὲ τοξότας καὶ πόσα ἑκάστους ἅρματα ψιλά τε καὶ δρεπανηφόρα καὶ ἐλέφαντας ὁπόθεν καὶ πόσους καὶ χρήματα παρ’ ὧντινων καὶ πόσα. Τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ πάντα ὑπὸ πάντων, ὅσῳ καὶ εἷς ἀνὴρ παρεσκεύασε.3

盖因早在波斯的第一任国王居鲁士治下便已有明确规制:哪些部族出征时应提供骑兵及其数量,何者提供步兵及其数量,何者供给弓手,各自备办多少普通战车与镰刀战车,自何处调集多少战象,以及从何人处征纳多少钱饷。因此,全军上下齐备万物所需的时间,竟不过如同单单一夫备齐己身行装一般迅捷。

语法注3 条
  1. 6.8.2τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι

    在承接前文 ἀπαγγέλλοντες 的对格不定式结构中,τοὺς Αἰγυπτίους 为逻辑主语对格,而置于句首的 τὸν μὲν γὰρ σατράπην τὸν βασιλικόν 为宾语对格(受词前置以示强调)。二者同为对格,但依文意显然应解作“埃及人杀害了王家总督”。

  2. 6.8.5ὡς δεδιότων, τοὺς δὲ οἰκείους ἐνδώσειν ὡς ἀμελουμένους

    此处是由 ὡς 引导的主观缘由分词结构,前后两项句式存在变换:前半句 ὡς δεδιότων 为属格绝对分词结构(省略了指代波斯方的逻辑主语代词 αὐτῶν),表达敌方的视角判断(“以为他们心生畏惧”);后半句 ὡς ἀμελουμένους 则直接作对格分词,修饰不定式主语 τοὺς οἰκείους,表达同盟者的主观心理(“自以为被波斯方弃置不顾”)。

  3. 6.8.7Τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ πάντα ὑπὸ πάντων, ὅσῳ καὶ εἷς ἀνὴρ παρεσκεύασε

    利用表示度量差别的与格相关词 τοσούτῳ ... ὅσῳ 构成的比较从句,说明“所有人整备万物所需的时间”与“单单一夫备办自身所需的时间”相等。后半句从句动词 παρεσκεύασε 为直陈式不定过去时,用作格言式不定过去时(gnomic aorist),表达普遍通则,具有现在时的涵义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.8.1-6.8.7