← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§6.7.1-6.7.13

阿尔塔克萨特斯的再度劝诱与威胁

大王难抑对卡利罗厄的爱慕,命太监阿尔塔克萨特斯设法与之接洽。太监引开王后并对卡利罗厄威逼利诱,却遭到坚拒,最终以危及凯雷阿斯性命相要挟而离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.7.1

Παραυτίκα μὲν οὖν ἔπεισε, πάλιν δὲ νυκτὸς γενομένης ἀνεκάετο καὶ ὁ ἔρως αὐτὸν ἀνεμίμνησκεν οἵους μὲν ὀφθαλμοὺς ἔχει Καλλιρρόη, πῶς δὲ καλὸν τὸ πρόσωπον. Τὰς τρίχας ἐπῄνει, τὸ βάδισμα, τὴν φωνήν· οἵα μὲν εἰσῆλθεν εἰς τὸ δικαστήριον, οἵα δὲ ἔστη, πῶς ἐλάλησε, πῶς ἐσίγησε, πῶς ἥδετο, πῶς ἔκλαυσε.

当时他虽说服了大王,然而待到夜幕再次降临,烈焰又重新燃起,爱神让他忆起卡利罗厄拥有何等动人的双眸、何等秀美的容貌。他赞美她的发丝、她的步伐、她的嗓音;忆起她是怎样步入法庭,怎样伫立,怎样言语,怎样静默,怎样展颜,怎样垂泪。

§6.7.2

Διαγρυπνήσας δὲ τὸ πλεῖστον μέρος καὶ τοσοῦτον καταδραθών, ὅσον καὶ ἐν τοῖς ὕπνοις Καλλιρρόην ἰδεῖν, ἕωθεν καλέσας τὸν εὐνοῦχον “ἄπιθι” φησὶ “καὶ παραφύλαττε δι’ ὅλης τῆς ἡμέρας· πάντως γὰρ καιρὸν εὑρήσεις κἂν βραχύτατον ὁμιλίας λανθανούσης. Εἰ γὰρ ἤθελον φανερῶς καὶ βίᾳ περιγενέσθαι τῆς ἐπιθυμίας, εἶχον δορυφόρους.” Προσκυνήσας ὁ εὐνοῦχος ὑπέσχετο· οὐδενὶ γὰρ ἔξεστιν ἀντειπεῖν βασιλέως κελεύοντος. Εἰδὼς δὲ ὅτι Καλλιρρόη καιρὸν οὐ δώσει, διακρούσεται δὲ τὴν ὁμιλίαν ἐξεπίτηδες συνοῦσα τῇ βασιλίδι, τοῦτο θεραπεῦσαι θέλων ἔτρεψε τὴν αἰτίαν οὐκ εἰς τὴν φυλαττομένην ἀλλ’ εἰς τὴν φυλάττουσαν.

大半夜他辗转反侧,仅仅在浅睡中梦见了卡利罗厄,拂晓时分便召来太监说道:“去吧,整日看守着;你定能找到机会,哪怕是极其短暂的暗中交涉之机。倘若我想公开且强行满足我的欲望,我本有枪兵侍从。” 太监伏地叩拜并应承下来;因为大王有令,无人敢于违抗。但他深知卡利罗厄不会给予机会,反倒会故意常伴王后左右以推脱交涉,为了解决这一难题,他便将缘由引向防范之人而非被防范之人。

§6.7.4

“Κἄν σοι δοκῇ” φησίν, “ὦ δέσποτα, μετάπεμψαι Στάτειραν, ὡς ἰδιολογήσασθαί τι βουλόμενος πρὸς αὐτήν· ἐμοὶ γὰρ ἡ ἐκείνης ἀπουσία Καλλιρρόης ἐξουσίαν δώσει.” “Ποίησον οὕτως” εἶπε βασιλεύς.

他说:“主人,若您以为可行,不妨召见斯塔特拉,托辞欲与她密议私事;因她的离开将赐予我接近卡利罗厄的便利。”大王答道:“就照此办理。”

§6.7.5

Ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα “καλεῖ σε” φησίν, “ὦ δέσποινα, ὁ ἀνήρ.” Ἀκούσασα ἡ Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς ἀπῄει πρὸς αὐτόν. Ὁ δὲ εὐνοῦχος ἰδὼν τὴν Καλλιρρόην μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν, ὡς δή τις φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ πλήθους τῶν θεραπαινίδων.

阿尔塔克萨特斯前去叩拜王后,说道:“女主人,您的夫君召见您。”斯塔特拉闻言伏地叩拜,匆忙赶赴大王处。太监见卡利罗厄孤身留存,便握住她的右手,装出一副亲善希腊人且和蔼可亲的模样,将她从侍女群中引开。

§6.7.6

Ἡ δὲ ἠπίστατο μὲν καὶ εὐθὺς ὠχρά τε ἦν καὶ ἄφωνος, ἠκολούθει δ’ ὅμως. Ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν “ἑώρακας τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα προσεκύνησε καὶ τρέχουσα ἄπεισι· σὺ δέ, ἡ δούλη, τὴν εὐτυχίαν οὐ φέρεις, οὐδ’ ἀγαπᾷς ὅτι σε παρακαλεῖ κελεῦσαι δυνάμενος.

她心中明白,顿时面色惨白、哑口无言,但依然跟随而去。待到唯有二人独处时,他对她说道:“你已看见王后一闻大王之名便叩首奔走而去;而你身为奴婢,竟承受不住这等洪福,一位本可施令的主人向你屈尊恳求,你却不知感激。

§6.7.7

Ἀλλ’ ἐγὼ (τιμῶ γάρ σε) πρὸς ἐκεῖνον οὐ κατσα τὴν μανίαν τὴν σήν, τοὐναντίον δέ, ὑπεσχόμην ὑπὲρ σοῦ. Πάρεισιν οὖν σοι δύο ὁδοί. Ὁποτέραν βούλει τρέπεσθαι; μηνύσω βούλει τρέπεσθαι. μηνύσω δὲ ἀμφοτέρας· πεισθεῖσα μὲν βασιλεῖ δῶρα λήψῃ τὰ κάλλιστα καὶ ἄνδρα ὃν θέλεις· οὐ δήπου γάρ σε αὐτὸς μέλλει γαμεῖν ἀλλὰ πρόσκαιρον αὐτῷ χάριν δώσεις· εἰ δὲ μή, πείσῃ ἄκουσα ἃ πάσχουσιν οἱ βασιλέως ἐχθροί, μόνοις γὰρ τούτοις οὐδὲ ἀποθανεῖν θέλουσιν ἔξεστι.” κατεγέλασε Καλλιρόη τῆς ἀπειλῆς καὶ ἔφη “οὐ νῦν πρῶτον πείσομαί τι δεινόν· ἔμπειρός εἰμι τοῦ δυστυχεῖν. τί με δύναται βασιλεὺς ὧν πέπονθα1 διαθεῖναι χαλεπώτερον; ζῶσα κατεχώσθην· παντὸς δεσμωτηρίου τάφος ἐστὶ στενότερος.

然而我——因我敬重你——并未向他禀报你的癫狂,相反,还替你作了许诺。如今摆在你面前的有两条路。你欲择哪一条?我将双双向你明示:若顺从大王,你将获得最美好的赏赐以及你所渴望的夫君;因为他断不会娶你,你只需施以一时的恩惠;若不然,你将身不由己地遭受大王仇敌所受之苦难,因唯有那些人,纵使一心求死亦不可得。” 卡利罗厄嘲弄这一威胁道:“这并非我头一遭遭遇惨痛之事;我早已饱尝不幸。大王对我所能施加的,难道还能比我所经受的诸般苦难更加严酷么?我曾被活埋;坟墓比任何牢狱都更为逼仄狭窄。

§6.7.9

λῃστῶν χερσὶ παρεδόθην. ἄρτι τὸ μέγιστον τῶν κακῶν πάσχω· παρόντα Χαιρέαν οὐ βλέπω.” τοῦτο τὸ ῥῆμα προέδωκεν αὐτήν· ὁ γὰρ εὐνοῦχος δεινὸς ὢν τὴν φύσιν ἐνόησεν ὅτι ἐρᾷ. “ὦ” φησὶ “πασῶν ἀνοητοτάτη γυναικῶν, τοῦ βασιλέως τὸν Μιθριδάτου δοῦλον προτιμᾷς;” ἠγανάκτησε Καλλιρόη Χαιρέου λοιδορηθέντος2 καὶ “εὐφήμησον” εἶπεν, “ἄνθρωπε.

我曾被交托于强盗之手。如今我正承受着世间最大的灾祸:凯雷阿斯近在眼前,我却不得相见。” 这句话将她出卖了;因太监生性狡黠,察觉到她已坠入情网。他说道:“哎,普天之下最愚不可及的妇人,你竟将米特里达梯的奴隶置于大王之上么?” 凯雷阿斯横遭侮辱,卡利罗厄勃然作色道:“闭上你的乌鸦嘴,狂徒!

§6.7.10

Χαιρέας εὐγενής ἐστι, πόλεως πρώτης, ἣν οὐκ ἐνίκησαν οὐδὲ Ἀθηναῖοι οἱ ἐν Μαραθῶνι καὶ Σαλαμῖνι νικήσαντες τὸν μέγαν σου βασιλέα.” ταῦτα ἅμα λέγουσα δακρύων πηγὰς ἀφῆκεν· ὁ δὲ εὐνοῦχος ἐπέθετο μᾶλλον καὶ “σεαυτῇ” φησὶ “τῆς βραδυτῆτος αἰτία γίνῃ. πῶς οὖν εὐμενῆ τὸν δικαστὴν ἕξεις, ἵνα καὶ τὸν ἄνδρα κομίσῃ; τάχα μὲν οὐδὲ Χαιρέας γνοίη τὸ πραχθέν, ἀλλὰ καὶ γνοὺς οὐ ζηλοτυπήσει τὸν κρείττονα· δόξει δέ σε τιμιωτέραν, ὡς ἀρέσασαν βασιλεῖ.” τοῦτο δὲ προσέθηκεν οὐχὶ διʼ ἐκείνην ἀλλὰ καὶ αὐτὸς οὕτω φρονῶν· καταπεπλήγασι γὰρ πάντες οἱ βάρβαροι καὶ θεὸν φανερὸν νομίζουσι τὸν βασιλέα. Καλλιρόη δὲ καὶ αὐτοῦ τοῦ Διὸς οὐκ ἂν ἠσπάσατο γάμους, οὐδὲ ἀθανασίαν προετίμησεν ἂν ἡμέρας μιᾶς τῆς μετὰ Χαιρέου.3

凯雷阿斯出身高贵,来自首屈一指的名城,甚至在马拉松和萨拉米斯击溃你们大王的雅典人,亦未曾战胜过那座城邦。” 她一面说着,一面泪如泉涌。太监却步步紧逼道:“对你自己而言,你正在成为拖延的祸首。如此这般,你怎能使法官心生仁厚,以使你寻回夫君?或许凯雷阿斯根本无从知晓所发生之事;即便知晓,他亦不敢嫉妒强于他的人,反倒会视你更为尊贵,因你博得过大王的欢心。” 他添上这番话,不仅是为劝诱她,更是因他自身亦作如是想;盖因所有蛮夷无不对大王敬畏膜拜,视其为现世神明。然而卡利罗厄纵使面对宙斯本人的婚配亦不屑一顾,决不愿为换取长生不死而舍弃与凯雷阿斯共度的一日。

§6.7.13

μηδὲν οὖν ἀνύσαι δυνάμενος ὁ εὐνοῦχος “δίδωμί σοι” φησίν, “ὦ γύναι, σκέψεως καιρόν. σκέπτου δὲ μὴ περὶ σεαυτῆς μόνης, ἀλλὰ καὶ Χαιρέου κινδυνεύοντος ἀπολέσθαι τὸν οἴκτιστον μόρον· οὐ γὰρ ἀνέξεται βασιλεὺς ἐν ἔρωτι παρευδοκιμούμενος.”4 κἀκεῖνος μὲν ἀπηλλάγη, τὸ δὲ τελευταῖον τῆς ὁμιλίας ἥψατο Καλλιρόης.

太监眼见无计可施,便道:“妇人,我给你思量的时机。但你莫要仅顾念自身,亦当顾念濒临最悲惨死局的凯雷阿斯;因为大王绝不容忍在情爱中有人凌驾于己。” 言罢他抽身离去,然而这番话的末尾却深深刺痛了卡利罗厄的心。

语法注4 条
  1. 6.7.8ὧν πέπονθα

    作为从属于比较级 χαλεπώτερον 的比较属格,此处发生了先行词省略及“关系代词的吸引”(attraction):原形 τούτων ἃ πέπονθα 中,受省略的先行词 τούτων 的属格影响,宾格关系代词 ἃ 被同化为属格 ὧν,意为“比我所受的苦难更为严酷的(待遇)”。

  2. 6.7.9Χαιρέου λοιδορηθέντος

    由专有名词 Χαιρέου 与被动不定过去时分词 λοιδορηθέντος 构成的属格独立结构,在此表示原因或背景:“因凯雷阿斯受到辱骂”。

  3. 6.7.12τῆς μετὰ Χαιρέου

    定冠词 τῆς 之后承前省略了名词 ἡμέρας,承接前文的 ἡμέρας μιᾶς,指“与凯雷阿斯在一起的(一日)”。

  4. 6.7.13ἐν ἔρωτι παρευδοκιμούμενος

    作为动词 ἀνέξεται(容忍、忍受)的补充实词分词(supplementary participle),意为“在情爱中被他人超越/压倒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.7.1-6.7.13