- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.6.1-6.6.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
遭到卡利罗厄拒绝后,太监担忧自身安危,便向大王编造谎言,劝其打消私念;另一边,卡利罗厄痛惜自己的美貌与残酷命运,惧怕王后的嫉妒,并在心中暗下决意,若遭强暴便拔剑自刎。
Καταλειφθεὶς οὖν καὶ μηδὲ ἀποκρίσεως καταξιωθεὶς ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος μὲν Καλλιρρόῃ, λυπούμενος δὲ ἐφ’ ἑαυτῷ, φοβούμενος δὲ βασιλέα· τάχα γὰρ οὐδὲ πιστεύσειν αὐτὸν ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη· δόξει δὲ καταπροδιδόναι τὴν ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι.
他就这样被抛在一旁,甚至未得片言只语的答复,满怀万千激愤而退下——既怨恨卡利罗厄,又为自己感到悲戚,同时还惧怕大王;因为大王很可能根本不信他确实去交涉过、只是未成功而已,反倒会认为他是为了讨好王后而背叛职守。
Ἐδεδοίκει δὲ μὴ καὶ πρὸς ἐκείνην Καλλιρρόη κατείπῃ τοὺς λόγους. Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν αὐτῷ κακὸν1 ὡς οὐχ ὑπηρετοῦντι μόνον ἀλλὰ καὶ κατασκευάζοντι τὸν ἔρωτα. Καὶ ὁ μὲν εὐνοῦχος ἐσκέπτετο πῶς ἂν ἀσφαλῶς ἀπαγγείλῃ βασιλεῖ περὶ τῶν γεγονότων· Καλλιρρόη δὲ καθ’ ἑαυτὴν γενομένη ταῦτα φησὶν “ἐγὼ προυμαντευόμην.
他又害怕卡利罗厄也会把这番话密告给王后,而斯塔特拉盛怒之下定会对他暗施大害,视他不仅是在听差效劳,更是这场私情的始作俑者。于是太监反复寻思如何才能平安地向大王禀报所发生之事;而卡利罗厄独自一人时,叹道:“这一切我早已预见到了。
Ἔχω σε μάρτυν, Εὐφρᾶτα. Προεῖπον ὅτι οὐκέτι σε διαβήσομαι. Ἔρρωσο, πάτερ, καὶ σύ, μῆτερ, καὶ Συρακοῦσαι πατρίς· οὐκέτι γὰρ ὑμᾶς ὄψομαι. Νῦν ὡς ἀληθῶς Καλλιρρόη τέθνηκεν. Ἐκ τοῦ τάφου μὲν ἐξῆλθον, οὐκ ἐξάξει δέ με ἐντεῦθεν λοιπὸν οὐδὲ Θήρων ὁ λῃστής.
幼发拉底河啊,我以你为证!我曾断言绝不会再渡过你了。永别了,父亲,还有母亲,以及我的故乡锡拉库萨;因为我再也见不到你们了。如今卡利罗厄才真正死去了。我虽从墓穴中走脱,但自此以后,就连强盗泰隆也无法将我带离此地了。
Ὦ κάλλος ἐπίβουλον, σύ μοι πάντων κακῶν αἴτιον. Διὰ σὲ ἀνῃρέθην, διὰ σὲ ἐπράθην, διὰ σὲ ἔγημα μετὰ Χαιρέαν, διὰ σὲ εἰς Βαβυλῶνα ἤχθην, διὰ σὲ παρέστην δικαστηρίῳ. Πόσοις με παρέδωκας; λῃσταῖς, θαλάττῃ, τάφῳ, δουλείᾳ, κρίσει. Πάντων δέ μοι βαρύτατος ὁ ἔρως ὁ βασιλέως.
哎,包藏祸心的美貌啊,你是我一切灾祸的罪魁祸首!因你我遭残杀,因你我被贩卖,因你我在凯雷阿斯之后另嫁他人,因你我被押至巴比伦,因你我站在法庭之上。你将我交托给了多少磨难啊:强盗、大海、墓穴、奴役、审判。而在我看来,所有这一切中最沉重难当的,莫过于大王的爱意。
Καὶ οὔπω λέγω τὴν βασιλέως ὀργήν· φοβερωτέραν ἡγοῦμαι τὴν τῆς βασιλίδος ζηλοτυπίαν, ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ Ἕλλην.2 Τί ποιήσει γυνὴ καὶ δέσποινα βάρβαρος; ἄγε δή, Καλλιρρόη, βούλευσαί τι γενναῖον, Ἑρμοκράτους ἄξιον· ἀπόσφαξον σεαυτήν. Ἀλλὰ μήπω· μέχρι γὰρ νῦν ὁμιλία πρώτη καὶ παρ’ εὐνούχου· ἂν δὲ βιαιότερόν τι γένηται, τότε ἐστί σοι καιρὸς ἐπιδεῖξαι Χαιρέᾳ παρόντι τὴν πίστιν.”
我还没说到大王的怒火;我认为王后的妒火更为可怕,连身为希腊男子的凯雷阿斯都无法承受那般嫉妒,一个蛮族妇人兼女主子又会做出何等狠毒之事来呢?来吧,卡利罗厄,作出高贵的、无愧于赫尔谟克拉特斯的决断来:自尽吧!然而且慢;因为迄今为止不过是头一次交涉,且还是假手于太监。倘若发生什么更为强横之事,那才是在凯雷阿斯当面展现忠贞之时。”
Ὁ δ’ εὐνοῦχος ἐλθὼν πρὸς βασιλέα τὴν μὲν ἀλήθειαν ἀπέκρυπτε τῶν γεγονότων, ἀσχολίαν δὲ ἐσκήπτετο καὶ τήρησιν ἀκριβῆ τῆς βασιλίδος, ὥστε μηδὲ δύνασθαι τῇ Καλλιρρόῃ προσελθεῖν· “σὺ δὲ ἐκέλευσάς μοι, δέσποτα, προνοεῖσθαι τοῦ λαθεῖν.
太监来到大王跟前,隐瞒了实情,托辞事务繁忙以及王后看管甚严,以致根本无法接近卡利罗厄:“主人,您曾命我要小心行事,切勿走漏风声。
Ὀρθῶς δὲ προσέταξας· ἀνείληφας γὰρ τὸ σεμνότατον πρόσωπον τοῦ δικαστοῦ καὶ θέλεις παρὰ Πέρσαις εὐδοκιμεῖν. Διὰ τοῦτό σε πάντες ὑμνοῦσιν. Ἕλληνες δέ εἰσι μικραίτιοι καὶ λάλοι. Περιβόητον αὐτοὶ ποιήσουσι τὴν πρᾶξιν, Καλλιρρόη μὲν ὑπ’ ἀλαζονείας ὅτι αὐτῆς βασιλεὺς ἐρᾷ, Διονύσιος δὲ καὶ Χαιρέας ὑπὸ ζηλοτυπίας.
您的指示千真万确;因为您承担着法官这最崇高庄严的职责,期望在波斯人中享有盛誉。正因如此,众人才皆颂扬您。然而希腊人生性多疑挑剔且多嘴多舌。他们必会令此事喧嚣四起——卡利罗厄出于大王爱恋自己的虚荣骄傲,而狄奥尼修斯与凯雷阿斯则出于嫉妒。
Οὐκ ἔστι δὲ ἄξιον οὐδὲ τὴν βασιλίδα λυπῆσαι, ἣν εὐμορφοτέραν ἐποίησεν ἡ δίκη δόξαι.”3 Ταύτ δ παρέμισγε τὴν παλινῳδίαν, εἴ πως ἀποστρέψαι δύναιτο βασιλέα τοῦ ἔρωτος, καὶ ἑαυτὸν ἐλευθερῶσαι διακονίας δυσχεροῦς.
此外,更不宜令王后伤心,这场审判反而令王后看起来愈加光彩照人。”他话中掺杂着这番劝其回心转意之言,意图设法打消大王的欲念,并使自己摆脱这桩苦差使。
- 6.6.2Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν αὐτῷ κακὸν
此句为“宾格+不定式”结构(主语为 Στάτειραν,动词为 βουλεύσειν)。虽然紧接在 Ἐδεδοίκει(“他害怕”)之后,但在 μὴ 引出的从句(μὴ καὶ... κατείπῃ)之后不再用从属连词,直接转入间接引语式的想法内容,表达他所预料并担忧的事态(斯塔特拉大怒之下必将谋划害他)。
- 6.6.5ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ Ἕλλην
关系代词 ἣν 的先行词为前句 τὴν τῆς βασιλίδος ζηλοτυπίαν 中的核心概念 ζηλοτυπία(嫉妒)。此句指涉小说前半部分凯雷阿斯因嫉妒发狂而将卡利罗厄踢倒致休克的往事,意在对比“连身为希腊男子的凯雷阿斯都忍受不了嫉妒,蛮族女王又当如何”。
- 6.6.8εὐμορφοτέραν ἐποίησεν ἡ δίκη δόξαι
不定式 δόξαι 与比较级形容词 εὐμορφοτέραν 连用,作限定或结果说明(“显得/看起来”),整句意为“这场审判使得王后显得(被认为)更加美丽”。
