- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.5.1-6.5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔克萨特斯趁卡利罗厄独处时向她挑明大王的爱意,但卡利罗厄强抑怒火,假意自谦并冷嘲热讽予以回绝,随后抽身离去。
Καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης λαβόμενος1 “μεγάλων” εἶπεν “ἀγαθῶν, ὦ γύναι, θησαυρόν σοι κεκόμικα· σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας· εὐχάριστον γὰρ εἶναί σε πιστεύω.” Πρὸς τὴν ἀρχὴν τοῦ λόγου Καλλιρρόη περιχαρὴς ἐγένετο· φύσει γὰρ ἄνθρωπος, ὃ βούλεται, τοῦτο καὶ οἴεται.
于是,他窥伺时机来到她面前,趁她独自一人时拉住她说道:“妇人,我为你带来了一大笔莫大的福宝;你要记着我的恩德,因为我相信你是个知恩图报之人。”听到这席话的开头,卡利罗厄欣喜若狂;因为人之常情,总是相信自己所企盼之事。
Τάχ’ οὖν ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ2 καὶ ἔσπευδε τοῦτο ἀκοῦσαι, τῶν εὐαγγελίων ἀμείψεσθαι τὸν εὐνοῦχον ὑπισχνουμένη. Πάλιν δὲ ἐκεῖνος ἀναλαβὼν ἀπὸ προοιμίων ἤρξατο “σύ, γύναι, κάλλος μὲν θεῖον ηὐτύχησας, μέγα δέ τι ἀπ’ αὐτοῦ καὶ σεμνὸν οὐκ ἐκαρπώσω.
于是她以为自己立刻就要被归还给凯雷阿斯,急忙想听个究竟,并许诺酬谢宦官报信之恩。然而宦官重新定了定神,从前言开始说道:“妇人,你虽蒙受上天赐予的神圣美貌,却未曾从中获取任何伟大尊贵的果实。
Τὸ διὰ γῆς πάσης ἔνδοξον καὶ περιβόητον ὄνομα μέχρι σήμερον οὐχ εὗρεν οὔτε ἄνδρα κατ̓ ἀξίαν οὔτ’ ἐραστήν, ἀλλ’ ἐνέπεσεν εἰς δύο, νησιώτην πένητα, καὶ ἕτερον, δοῦλον βασιλέως.
你那闻名天下、举世皆知的名字,直至今日,既未觅得与你相称的丈夫,亦未觅得相称的情人,反而沦落到两个男人手中——一个穷酸的岛民,以及另一个大王的奴隶。
Τί σοι γέγονεν ἐκ τούτων μέγα καὶ λαμπρόν; ποίαν χώραν ἔχεις εὔφορον; ποῖον κόσμον πολυτελῆ; τίνων πόλεων ἄρχεις; πόσοι δοῦλοί σε προσκυνοῦσι; γυναῖκες Βαβυλώνιαι θεραπαινίδας ἔχουσι πλουσιωτέρας σου. Πλὴν οὐκ ἠμελήθης εἰς πάντα, ἀλλὰ κήδονταί σου θεοί.
从他们那里,你得到了什么伟大而光辉的事物?你拥有哪处肥沃的土地?哪件昂贵的饰物?你统辖哪座城池?有多少奴隶向你跪拜?巴比伦的女人们所拥有的侍女都比你更为富有。不过,你并未被彻底弃之不顾,神明依然眷顾着你。
Διὰ τοῦτό σε ἐνθάδε ἤγαγον, πρόφασιν εὑρόντες τὴν δίκην, ἵνα σε ὁ μέγας βασιλεὺς θεάσηται. Καὶ τοῦτο πρῶτον εὐαγγέλιον ἔχεις· ἡδέως σε εἶδε. Κἀγὼ δὲ αὐτὸν ἀναμιμνήσκω καὶ ἐπαινῶ σε παῤ ἐκείνῳ.” Τοῦτο δὲ προσέθηκεν· εἴωθε γὰρ πᾶς δοῦλος, ὅταν διαλέγηταί τινι περὶ τοῦ δεσπότου, καὶ ἑαυτὸν συνιστᾶν, ἴδιον ἐκ τῆς ὁμιλίας μνώμενος κέρδος.
正因如此,神明借审判为由将你引至此地,好让大王一睹你的芳容。这是你得到的头一条喜讯:他极欣悦地注视了你。而我本人也时常向他提起你,在他面前对你交口称赞。”他加上这番话,是因为凡为奴仆者,在与旁人谈及主人时,向来习惯顺带推崇自己,试图从谈话中谋取私利。
Καλλιρρόη δὲ εὐθὺς τὴν καρδίαν ἐπλήγη ὥσπερ ὑπὸ ξίφους τοῦ λόγου· προσεποιεῖτο δὲ μὴ συνιέναι καὶ “θεοὶ” φησὶν “ἵλεῳ βασιλεῖ διαμένοιεν, σοὶ δὲ ἐκεῖνος, ὅτι ἐλεεῖτε γυναῖκα δυστυχῆ. Δέομαι, θᾶττον ἀπαλλαξάτω με τῆς φροντίδος, ἀπαρτίσας τὴν κρίσιν, ἵνα μηκέτι ἐνοχλῶ μηδὲ τῇ βασιλίδι.” Δόξας δὲ ὁ εὐνοῦχος, ὅτι ἀσαφῶς εἴρηκεν ὃ ἤθελε καὶ οὐ νενόηκεν ἡ γυνή, φανερώτερον ἤρξατο λέγειν.
卡利罗厄闻言,内心犹如遭受利刃重击;但她假装不解其意,说道:“愿神明常赐恩于大王,大王亦常赐恩于你,因你们怜悯一个不幸的女子。我恳求你,愿大王尽快结案,使我早日摆脱这份忧虑,免得我再给王后添烦扰。”宦官以为自己表达得含糊不清,这女人未能心领神会,便开始说得更加直白:
“Αὐτὸ τοῦτο ηὐτύχηκας, ὅτι οὐκέτι δούλους καὶ πένητας ἔχεις ἐραστὰς ἀλλὰ τὸν μέγαν βασιλέα, τὸν δυνάμενόν σοι Μίλητον αὐτὴν καὶ ὅλην Ἰωνίαν καὶ Σικελίαν καὶ ἄλλα ἔθνη μείζονα χαρίσασθαι. Θῦε δὲ τοῖς θεοῖς καὶ μακάριζε σεαυτήν, καὶ βλέπε ὅπως ἀρέσεις μᾶλλον αὐτῷ, καὶ ὅταν πλουτήσῃς ἐμοῦ μνημόνευε.” Καλλιρρόη μὲν τὸ μὲν πρῶτον ὥρμησεν, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι τοῦ διαφθείροντος αὐτήν, οἷα δὲ γυνὴ πεπαιδευμένη καὶ φρενήρης ταχέως λογισαμένη καὶ τὸν τόπον καὶ τίς ἐστιν αὐτὴ καὶ τίς ὁ λέγων, τὴν ὀργὴν μετέβαλε καὶ κατειρωνεύσατο λοιπὸν τοῦ βαρβάρου.
“你恰恰在这一点上极为幸运:你不再拥有奴隶和穷汉作为追求者,而是拥有了大王本人;他足以将米利都本身、整个伊奥尼亚、西西里以及其他更广大的民族都赏赐于你。向神明献祭吧,赞颂你自身的福分吧,好生想想如何才能更取悦于他;并在你飞黄腾达之时,不要忘了我。”起初,卡利罗厄恨不得把这引诱侮辱她之人的眼珠给挖出来;但作为一个受过良好教养且通达理智的女子,她迅速权衡了所处之地、自身是谁以及说话者是何人,便敛住怒火,转而对这蛮族人冷嘲热讽起来。
“Μὴ γὰρ οὕτω” φησὶ “μαινοίμην, ἵνα ἐμαυτὴν ἀξίαν εἶναι πεισθῶ3 τοῦ μεγάλου βασιλέως. Εἰμὶ δὲ θεραπαινίσιν ὁμοία Περσίδων γυναικῶν. Μὴ σύ, δέομαί σου, μνημονεύσῃς ἔτι περὶ ἐμοῦ πρὸς τὸν δεσπότην. Καὶ γὰρ ἂν ἐν τῷ παραυτίκα μηδὲν ὀργισθῇ, μετὰ ταῦτά σοι χαλεπανεῖ, λογισάμενος ὅτι τὸν γῆς ἁπάσης κύριον ὑπέρριψας Διονυσίου δούλῃ.4
“愿我绝不至于如此狂乱,”她说道,“竟会自信配得上大王!我不过如同波斯贵妇的婢女一般。求求你,万不可再向主人提及我了。因为即便大王眼下不发怒,事后念及你竟将统御天下的大主宰强塞给狄奥尼修斯的一个女奴,也必会对你严加惩责。
Θαυμάζω δὲ πῶς συνετώτατος ὑπάρχων ἀγνοεῖς τὴν βασιλέως φιλανθρωπίαν, ὅτι οὐκ ἐρᾷ δυστυχοῦς γυναικὸς ἀλλὰ ἐλεεῖ. Παυσώμεθα τοίνυν λαλοῦντες, μὴ καὶ τῇ βασιλίδι τις ἡμᾶς διαβάλῃ.” Καὶ ἡ μὲν ἀπέδραμεν, ἔστη δὲ ὁ εὐνοῦχος ἀχανής· οἷα γὰρ ἐν μεγάλῃ τυραννίδι τεθραμμένος οὐδὲν ἀδύνατον ὑπελάμβανεν, οὐ βασιλεῖ μόνον, ἀλλὰ οὐδ’ ἑαυτῷ.
我实在纳闷,像你这样精明绝顶之人,怎会不明白大王的仁慈之心呢?他绝非爱上了一个不幸的女子,而是在怜悯她。因此,我们休要再说了,免得有人在王后面前中伤我们。”说完她便抽身逃走,宦官则目瞪口呆地僵立在原地;因为在庞大的专制淫威下成长起来的他,向来以为无论是对大王还是对他自己而言,世上都没有办不到的事。
- 6.5.1μόνης λαβόμενος
中动态分词 λαβόμενος 支配属格 μόνης,属于抓握、触及类动词所要求的属格用法,意为“趁她独自一人时拉住她/找到独处的她”。
- 6.5.2ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ
ἔδοξεν ἀποδίδοσθαι 的句法可作两种解读:(1) 人称用法,承前省略主语(卡利罗厄),意为“她以为自己被判还给了凯雷阿斯”;(2) 非人称用法,省略表示体验者的与格 αὐτῇ,意为“[在她看来]似乎她被归还给了凯雷阿斯”。被动现在时不定词 ἀποδίδοσθαι 表当下即行发生或已成定局之判决。
- 6.5.9Μὴ γὰρ οὕτω ... μαινοίμην, ἵνα ἐμαυτὴν ἀξίαν εἶναι πεισθῶ
带有否定词 μή 的希求法 μαινοίμην 表达否定性的愿望(“愿我绝不至于如此狂乱/疯癫”),断然拒斥某种不堪设想的境况。随后的 ἵνα 引导虚拟语气 πεισθῶ,在此处引出表达程度或结果的状语从句(“以至于竟使自己确信……”)。
- 6.5.9ὑπέρριψας Διονυσίου δούλῃ
复合动词 ὑπορρίπτω(不定过去时主动态 ὑπέρριψας)支配与格 Διονυσίου δούλῃ,意为“抛向、卑屈地奉送给……”,在此鲜明地对照了大王的至高地位(“天下全地的主宰”)与卡利罗厄自称的卑微身份(“狄奥尼修斯的女奴”)。
