← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§6.4.1-6.4.10

大王的围猎与给阿尔塔克萨特斯的密令

大王为转移心思举办了盛大的围猎,但身处猎场他对卡利罗厄的相思反倒愈发炽烈。宦官阿尔塔克萨特斯辩称卡利罗厄实如寡妇从而打消了大王对通奸罪名的顾虑,大王遂命其暗中说服并带她前来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.1

Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. Ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. Πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν αὐτοῖς1 βασιλεύς. Καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια· πορφύραν δὲ ἠμφίεστο Τυρίαν ʽτὸ δὲ ὕφασμα Βαβυλώνιον̓ καὶ τιάραν ὑακινθινοβαφῆ· χρύσεον δὲ ἀκινάκην ὑπεζωσμένος δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν ἔργον πολυτελέστατον.

这番话甚合王意,于是一场盛大的围猎宣告举行。装束华丽的骑兵、波斯贵胄以及其余军队的精锐纷纷骑马出征。尽管众人皆引人瞩目,但其中最为超群绝伦的当属大王。因为他骑着一匹最俊美健硕的尼塞亚骏马,马配有黄金嚼子,以及黄金胸饰、额饰与马胸甲;大王身披提尔紫袍(织法出自巴比伦),头戴风信子色提亚拉头巾;腰佩金短剑,手握两柄标枪,身旁佩挂着弓与箭囊,皆为极为昂贵的塞里斯人之作。

§6.4.3

Καθῆστο δὲ σοβαρός· ἔστι γὰρ ἴδιον ἔρωτος τὸ φιλόκοσμον· ἤθελε δὲ μέσος ὑπὸ Καλλιρρόης ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. Ταχέως δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν ὑλασσόντων, ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων.

他威仪堂堂地骑在马上,因为讲究修饰本是爱情的特质;他渴望置身人群之中被卡利罗厄看见,在穿行于全城各处的过程中,他四下环顾,看她是否也在某处观望游行。很快,山峦间便充斥着人们的呼喊与奔跑、猎犬的狂吠、战马的嘶鸣与被驱赶的野兽。

§6.4.4

Ἡ σπουδὴ καὶ ὁ θόρυβος ἐκεῖνος καὶ αὐτὸν ἐξέστησεν ἄν τὸν Ἔρωτα·2 τέρψις γὰρ ἦν μετ’ ἀγωνίας καὶ χαρὰ μετὰ φόβου καὶ κίνδυνος ἡδύς. Ἀλλὰ βασιλεὺς οὔτε ἵππον ἔβλεπε, τοσούτων αὐτῷ παραθεόντων, οὔτε θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε, τοσούτων ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων βοώντων.

那番狂热与喧嚣足以令厄洛斯神本人都瞠目结舌;因为那是交织着焦灼的享乐、伴随着恐惧的喜悦,以及甘美的险境。然而大王眼中既不见马匹——哪怕无数骏马自他身旁飞驰,也不见野兽——哪怕无数猎物在被追逐;他听不见犬吠——哪怕群犬齐声狂吠,也听不见人声——哪怕众人皆在大声呼号。

§6.4.5

Ἔβλεπε δὲ Καλλιρρόην μόνην τὴν μὴ παροῦσαν, καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. Συνεξῆλθε γὰρ ἐπὶ τὴν θήραν ὁ Ἔρως αὐτῷ, καί, ἅτε δὴ φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον, ὡς ᾤετο, καλῶς, εἰς τοὐναντίον τὴν τέχνην περιέτρεψεν αὐτῷ καὶ δι’ αὐτῆς τῆς θεραπείας ἐξέκαυσε τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων “οἷον ἦν ἐνθάδε Καλλιρρόην ἰδεῖν,3 κνήμας ἀνεζωσμένην καὶ βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος, στῆθος ἄσθματος πλῆρες. Ἀληθῶς οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.” Ταῦτ’ ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα.

他眼中唯见不在场的卡利罗厄,耳中唯闻未发一语的她。因为厄洛斯也与他一同前去围猎,这位好胜的神明见大王与自己对抗,自以为谋划周全,便将大王自救的计谋逆转为相反的结果,反借这副疗法猛烈地引燃了他的灵魂;神明隐身于他内心说道:“若是能在此处见到卡利罗厄,那该是何等景象啊!她撩起衣裳露出小腿,裸露着双臂,满面飞红, 胸口因急促喘息而剧烈起伏。真如‘携箭的阿耳忒弥斯走下崇山,或在崔嵬的泰格托斯,或在厄律曼托斯,纵情于追逐野猪与敏捷的鹿群’一般。”大王在心中描摹勾勒这般情景,爱火炽热难耐。

§6.4.7

Ταῦτα λέγοντος4 Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέσποτα, τῶν γεγονότων· Καλλιρρόη γὰρ ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι. Μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· καὶ μήτε τοὺς νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον, εἶτα τὸν ἀδικοῦντα μοιχόν.” Ἤρεσεν ὁ λόγος βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος καὶ φύλαξ ἀγαθὸς ἐμοί. Ἄπιθι δὲ καὶ Καλλιρρόην ἄγε. Δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς· θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.”

正当大王喃喃自语之际,阿尔塔克萨特斯接茬说道:“主人,您把事情的原委给忘了;卡利罗厄如今并无丈夫,正等待审判决定应当许配给谁。因此请您记住,您所爱恋的乃是一位寡妇!您既不必顾忌法律,因法律乃是为既定婚姻而设;亦不必畏惧通奸之罪,因必须先有受害的丈夫,然后才有施害者通奸之说。”这番话令大王极为欣悦,甚中其下怀,他一把拉过宦官的手热烈亲吻,说道:“我果然理所当然地视你胜过所有人;因为你对我最为忠诚,是我极佳的守护者。去吧,将卡利罗厄带来。但我向你提出两条要求:切勿违背她的意愿,亦不可公之于众;因为我既要你说服她,又要掩人耳目。”

§6.4.9

Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων ὡς τὸ κάλλιστον θήραμα θηράσας.

于是召回猎队停猎的号令随即传开,众人皆折返回城;大王满怀期望,犹如捕获了最珍贵的猎物一般,欢欣鼓舞地策马进入王宫。

§6.4.10

Καὶ Ἀρταξάτης δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον· ευε γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς βάρβαρος. Οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.

阿尔塔克萨特斯亦满心欢喜,以为自己承担了此项差事,从此便能执掌王室的权柄战车,两人都会对他感恩戴德,而卡利罗厄尤甚;因为作为一个宦官、一个奴隶、一个蛮族人,他以为此事易如反掌。然而他根本不懂高贵的希腊气节,更不懂贞洁且挚爱丈夫的卡利罗厄的心性。

语法注4 条
  1. 6.4.2αὐτοῖς

    判断与格(dativus iudicantis)或关涉与格。呼应前文“众人皆引人瞩目(Πάντων)”,表示在众人眼中或在所有人当中,大王显得最为非凡卓越。

  2. 6.4.4καὶ αὐτὸν ἐξέστησεν ἄν τὸν Ἔρωτα

    ἄν加上不定过去时直陈式(ἐξέστησεν)构成的反事实条件句(与过去事实相反的推论)。从句条件未明言,但上下文隐含“设若他当时在场”之意,构成夸张修辞:“那喧嚣甚至足以令厄洛斯神本人都瞠目结舌/失魂落魄”。

  3. 6.4.5οἷον ἦν ἐνθάδε Καλλιρρόην ἰδεῖν

    οἷον ἦν 为非人称未完成过去时构成的感叹/愿望句(“若是能在此见到……那该有多好啊”),带有与现实相反的虚拟意味,后接不定式短语(Καλλιρρόην ἰδεῖν)作为实际主语。

  4. 6.4.7Ταῦτα λέγοντος

    属格绝对分词结构(genitivus absolutus)。由于逻辑主语(即大王,代词 αὐτοῦ)依上下文显而易见而被省略,意为“正当大王念叨这些话的时候,阿尔塔克萨特斯接茬说道”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.4.1-6.4.10