- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.3.1-6.3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大王向最得宠信的宦官阿尔塔克萨特斯倾诉了自己对卡利罗厄的炽热恋情与内心的煎熬。宦官建议他占有卡利罗厄作为唯一的解药,大王因恪守法律与公义严词拒绝,宦官遂建议他去围猎以转移心思。
Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ πιστότατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον· ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν καὶ βουλόμενον εἰπεῖν “τί κρύπτεις” ἔφη “δέσποτα, δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν”1 εἶπε βασιλεὺς “καὶ μεγίστην, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, ἀλλ’ ὑπὸ θεοῦ.
大王唤来最忠心耿耿的宦官,起初面对他时竟也感到羞怯。但阿尔塔克萨特斯见他面红耳赤、欲言又止,便说道:“主人,对您忠心且能守口如瓶的奴仆,您何必隐瞒呢?究竟发生了何等可怕的变故?我极度担忧是否有某种阴谋——”“确实是最大的阴谋,”大王说道,“但非凡人所设,而是来自神明。
Τίς γάρ ἐστιν Ἔρως πρότερον ἤκουον ἐν μύθοις τε καὶ ποιήμασιν, ὅτι κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός· ἠπίστουν δὲ ὅμως ὅτι δύναταί τις παρ’ ἐμοὶ ἐμοῦ γενέσθαι δυνατώτερος. Ἀλλὰ πάρεστιν ὁ θεός· ἐνδεδήμηκεν εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ σφοδρός· ἐρῶ...νὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.”
厄洛斯是何许人也,我从前曾在神话与诗歌中听说过,说他统治诸神乃至宙斯本人;但我始终不信在我面前会有比我更强大的人。然而这位神明如今已降临;他以排山倒海之势猛烈地入侵了我的灵魂。我爱上了……承认这一点固然可耻,但我确实被俘虏了。”
Ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι δύνασθαι προσθεῖναι τοῖς λόγοις· ἀποσιωπήσαντος δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν ἐτρώθη· οὐδὲ γὰρ πρό ἀνύποπτος ἦν, ἀλλ̓ ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐδὲ ἀμφίβολον ἦν οὐδὲ ἄδηλον ὅτι Καλλιρρόης παρούσης οὐκ ἂν ἄλλου τινὸς ἠράσθη·2
他一边说着,一边泪流满面,以至于再也无法言语。在他沉默之时,阿尔塔克萨特斯立刻明白了他是被何物所伤;因为他此前并非没有察觉,早就感受到了那暗自燃烧的烈火,况且毫无疑问、显而易见的是,既然卡利罗厄在此,他绝不可能爱上旁人。
προσεποιεῖτο ὅμως ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει; χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ μὲν μυρίαι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. Ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις.
然而他假装不知,说道:“主人,万种美好事物皆对您俯首称臣,究竟何等美貌能支配您的灵魂?黄金、白银、华服、骏马、城邑、万邦,数不尽的美女,更有普天之下最美丽的斯塔泰拉为您一人专享。权势本可化解情爱——除非是有天上的神祇自苍穹降临,或是另一位忒提斯自大海升起。
Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ’ ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα.3 Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.
因为我相信,就连神明也渴望与您结纳交好。” 大王回答道:“你所言或许是真的,这女子乃是某位女神;因为她的美貌绝非凡人所有;只是她自己矢口否认。她假装是来自叙拉古的希腊女子。而这恰恰是欺诈的证据。
Ἐλεγχθῆναι γὰρ οὐ βούλεται πόλιν εἰποῦσα μίαν τῶν ὑφ’ ἡμᾶς, ἀλλ̓ ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ αὑτῆς μῦθον ἐκπέμπει. Προφάσει δὲ δίκης ἦλθεν ἐπ̓ ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. Θαυμάζω δέ σε πῶς ἐτόλμησας Στάτειραν λέγειν καλλίστην ἁπασῶν, Καλλιρρόην βλέπων.
因为她不想因指认某个归顺我们的城邑而被揭穿,便将关于身世的传说推到了伊奥尼亚海和大洋彼岸。她以诉讼为借口冲我而来,整出戏都是她一手策划的。然而我很惊奇,你亲眼见到了卡利罗厄,怎敢说斯塔泰拉是全天下最美的!
Σκεπτέον οὖν πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. Ζήτει πανταχόθεν εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον.” “Εὕρηται” φησὶ “φάρμακον, βασιλεῦ. Καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις τοῦτο, ὅπερ ζητεῖς. Φάρμακον γὰρ ἕτερον Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ὁ ἐρώμενος· τοῦτο δὲ ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι ὁ τρώσας αὐτὸς ἰάσεται.” Κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ “μὴ σύ γε” ἔφη “τοιοῦτο μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω.4
因此,必须考虑如何才能摆脱这般折磨。四处搜求吧,看是否有可能找到解药。”“解药已经找到了,王啊,”宦官说道,“您所寻求的这副解药,希腊人与外邦人中皆有。厄洛斯的解药除所爱之人本身之外别无他物;这正是传唱的预言所言:‘伤人者必亲自医治。’” 大王听闻此言深感羞愧,说道:“你绝不可说出这等话来,诱使我霸占他人的妻子!
Μέμνημαι νόμων, οὓς αὐτὸς ἔθηκα, δικαιοσύνης, ἣν ἐν ἅπασιν ἀσκῶ. Μηδεμίαν μου καταγνῷς ἀκρασίαν. Οὐχ οὕτως ἑαλώκαμεν.” Δείσας Ἀρταξάτης ὡς εἰπών τι προπετές, μετέβαλε τὸν λόγον εἰς ἔπαινον. “Σεμνῶς” ἔφη “διανοῇ, βασιλεῦ. Μὴ τὴν ὁμοίαν τοῖς ἄλλοις ἀνθρώποις θεραπείαν τῷ Ἔρωτι προσαγάγῃς, ἀλλὰ τὴν κρείττονα καὶ βασιλικήν, ἀνταγωνιζόμενος σεαυτῷ· δύνασαι γάρ, ὦ δέσποτα, σὺ μόνος κρατεῖν καὶ θεοῦ. Ἄπαγε δὲ τὴν σεαυτοῦ ψυχὴν εἰς πάσας ἡδονάς. Μάλιστα δὲ κυνηγεσίοις ἐξαιρέτως χαίρεις. Οἶδα γάρ σε ὑφ’ ἡδονῆς διημερεύοντα ἄβρωτον, ἄποτον. Ἐν θήρᾳ δ’ ἐνδιατρίβειν, ἢ τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.”5
我铭记着自己制定的法律,以及凡事恪守的公义。切莫判定我毫无自制之力。我们尚未被彻底征服到这般地步。”阿尔塔克萨特斯因惧怕自己出言鲁莽,便将话锋转为赞颂:“王啊,您的思虑何其高尚!切莫向厄洛斯施以凡夫俗子的疗法,而当克制己身,施以更为高贵且具君王风范的疗法;因为唯有您一人,主人啊,能够降伏神明。 请将您的心引向各种欢愉。尤其是狩猎,您最为热衷。我知道您曾出于兴致整日不吃不喝。您应当投身于围猎之中,而不是留在宫中靠近烈火。”
- 6.3.1ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν
表示担忧的动词(ἀγωνιάω)引导由 μή 引出的惧怕从句,话未说完便被大王的答话(καὶ μεγίστην)打断(顿绝修辞 aposiopesis)。未完的从句中暗含了省略的谓语动词(如 ὑποπτεύῃς 等)。
- 6.3.3οὐκ ἂν ἄλλου τινὸς ἠράσθη
副词 ἄν 与不定过去式直陈语气(ἠράσθη)连用,表示对过去情况的虚拟或确定推论。属格独立结构 Καλλιρρόης παρούσης 起到了条件前提的作用,意为“既然卡利罗厄在此,他绝不可能爱上旁人”。
- 6.3.5πλὴν οὐχ ὁμόλογα
πλὴν 作为表示转折或限制的副词性连词;οὐχ ὁμόλογα 为中性复数形容词作表语(省略系词 ἐστί 等),意为“只是她自己的说法(与她是神这一推断)并不相符”或“只是她自己矢口否认”。
- 6.3.7ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω
紧接在否定命令句(μὴ σύ γε τοιοῦτο μηδὲν εἴπῃς)之后的 ἵνα 从句,起结果或内容界定的作用,解作“(切莫说出)会导致我去玷污他人妻子的(言论)”。
- 6.3.9Ἐν θήρᾳ δ’ ἐνδιατρίβειν, ἢ τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.
不定式 ἐνδιατρίβειν 用作命令式(infinitive for imperative),或者可视为省略了表示应当或更好的动词(如 δεῖ 或 ἄμεινόν ἐστι)。其后的 ἤ 引出比较的对象(“胜过留在王宫中”)。
