← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§6.2.1-6.2.11

大王布告祭典与三人的痛苦

大王借口神谕传令全亚洲休讼三十天以举行盛大祭礼,整座城市沉浸在狂欢中,唯独涉案的卡利罗厄、狄奥尼修斯以及企图拔剑自刎的海里亚斯三人陷入极度的痛苦与绝望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.1

Ἡμέρας οὖν φανείσης οἱ μὲν ὑπηρέται τὸ βασιλικὸν ἡτοίμαζον δικαστήριον· τὸ δὲ πλῆθος συνέτρεχεν ἐπὶ τὰ βασίλεια, καὶ ἐδονεῖτο πᾶσα Βαβυλών. Ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς, οὕτω δὴ κἀκείνους.1 Τὸ μὲν δοκιμώτατον Περσῶν πλῆθος παρέπεμπε Διονύσιον, ὁ δὲ δῆμος Χαιρέαν.

天亮时分,仆役们布置好御前法庭,民众涌向王宫,整座巴比伦群情激昂。正如在奥林匹亚竞技会上可以看见运动员们在随行队伍的簇拥下步入赛场一般,他们二人亦是如此:波斯最显赫的贵胄簇拥着狄奥尼修斯,平民百姓则簇拥着海里亚斯。

§6.2.2

Συνευχαὶ δὲ καὶ ἐπιβοήσεις μυρίαι τῶν σπευδόντων ἑκατέροις, ἐπευφημούντων “σὺ κρείττων, σὺ νικᾷς.” Ἦν δὲ τὸ ἆθλον οὐ κότινος, οὐ μῆλα, οὐ πίτυς, ἀλλὰ κάλλος τὸ πρῶτον, ὑπὲρ οὗ δικαίως ἂν ἤρισαν καὶ θεοί. Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον Ἆρταξάτην, ὃς ἦν αὐτῷ μέγιστος, “ὄναρ μοὶ” φησὶν “ἐπιστάντες βασίλειοι θεοὶ θυσίαν ἀπαιτοῦσι καὶ δεῖ με πρῶτον ἐκτελέσαι τὰ τῆς εὐσεβείας.

支持双方的人们发出了无数的祈愿与呼喊,喝彩道:“你更强,你必胜!”而那项奖赏既非野橄榄枝,亦非苹果,亦非松枝,而是连神明亦理当为之相争的绝世美貌。然而大王唤来最得宠信的宦官阿尔塔克萨特斯,说道:“王家诸神在梦中显圣,向我索要祭品,我必须先履行敬神的职责。

§6.2.3

Παράγγειλον οὖν τριάκοντα ἡμερῶν ἱερομηνίαν ἑορτάζειν πᾶσαν τὴν Ἀσίαν ἀφεμένην δικῶν τε καὶ πραγμάτων.” Ὁ δὲ εὐνοῦχος τὸ προσταχθὲν ἀπήγγειλε, πάντα δὲ εὐθὺς μεστὰ θυόντων ἐστεφανωμένων.

因此,传令全亚洲休止诉讼与公务,庆祝为期三十天的圣月。”宦官传达了命令,四下里立刻满是头戴花冠奉献牺牲的人们。

§6.2.4

Αὐλὸς ἤχει καὶ σύριγξ ἐκελάδει καὶ ᾅδοντος ἠκούετο μέλος· ἐθυμιᾶτο πρόθυρα, καὶ πᾶς στενωπὸς συμπόσιον ἦν, κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ, βασιλεὺς δὲ μεγαλοπρεπεῖς θυσίας παρέστησε τοῖς βωμοῖς. Τότε πρῶτον καὶ Ἔρωτι ἔθυσε καὶ πολλὰ παρεκάλεσεν Ἀφροδίτην, ἵνα αὐτῷ βοηθῇ πρὸς τὸν υἱόν.

笛声回荡,排箫鸣响,歌者的曲调不绝于耳;门前焚起香气,每条街巷都成了宴席之所,脂膏的香气缠绕着青烟直达云霄;大王在祭坛前献上了宏大的牺牲。当时他亦首次向厄洛斯献祭,并再三祈求阿佛洛狄忒在对付其子时助他一臂之力。

§6.2.5

Πάντων δὲ ἐν θυμηδίαις ὄντων μόνοι τρεῖς ἐλυποῦντο, Καλλιρρόη, Διονύσιος καὶ πρὸ τούτων Χαιρέας. Καλλιρρόη δὲ οὐκ ἐδύνατο λυπεῖσθαι φανερῶς ἐν τοῖς βασιλείοις, ἀλλ’ ἡσυχῆ καὶ λανθάνουσα ὑπέστενε καὶ τῇ ἑορτῇ κατηρᾶτο. Διονύσιος δ’ ἑαυτῷ,2 διότι Μίλητον κατέλιπε. “Φέρε” φησίν, “ὦ τλῆμον, τὴν ἑκούσιον συμφοράν· ἑαυτῷ γὰρ αἴτιος τούτων.

正当众人都沉浸在欢庆中时,唯独有三个人在忧伤:卡利罗厄、狄奥尼修斯,以及最甚于他们二人的海里亚斯。卡利罗厄在王宫中无法公开哀伤,只能暗自悄悄叹息,诅咒这场节日。狄奥尼修斯则因舍弃了米利都而自责自怨。他说道:“可怜的人啊,承受这自招的灾祸吧;因为这一切的始作俑者正是你自己。

§6.2.6

Ἐξῆν σοι Καλλιρρόην ἔχειν καὶ Χαιρέου ζῶντος. Σὺ ἦς ἐν Μιλήτῳ κύριος, καὶ οὐδὲ ἡ ἐπιστολὴ Καλλιρρόῃ τότε σοῦ μὴ θέλοντος ἐδόθη. Τίς ἂν εἶδε; τίς ἂν προσῆλθε; φέρων δὲ σεαυτὸν εἰς μέσους ἔρριψας τοὺς πολεμίους.

即便在海里亚斯活着的时候,你本也可以拥有卡利罗厄。你在米利都是主人,当时若非你同意,那封信甚至都不会送到卡利罗厄手中。谁会看见?谁能接近?你却自投罗网,将自己掷入仇敌的正中。

§6.2.7

Καὶ εἴθε σεαυτὸν μόνον· νῦν δὲ καὶ τὸ τῆς ψυχῆς σου τιμιώτερον κτῆμα. Διὰ τοῦτο πανταχόθεν σοι πόλεμος κεκίνηται. Τί δικάζῃ, ἀνόητε; Χαιρέαν ἀντίδικον ἔχεις· κατεσκεύασας σεαυτῷ δεσπότην ἀντεραστήν. Νῦν βασιλεὺς καὶ ὀνείρατα βλέπει, καὶ ἀπαιτοῦσιν αὐτὸν θυσίας οἷς καθ’ ἡμέραν θύει.

若是仅有你自己倒也罢了;如今你连比自己的灵魂更宝贵的珍宝也一同抛入了险境。正因如此,四面八方都向你发难。糊涂的人啊,你打的是什么官司?你本有海里亚斯作为对手,如今却又为自己招惹了大王作为情敌。现在大王甚至做起梦来,那些他每日都献祭的神明竟然向他索要祭祀。

§6.2.8

Ὢ τῆς ἀναισχυντίας. Παρέλκει τις τὴν κρίσιν, ἔνδον ἔχων ἀλλοτρίαν γυναῖκα, καὶ ὁ τοιοῦτος εἶναι λέγει δικαστής.” Τοιαῦτα μὲν ὠδύρετο Διονύσιος, Χαιρέας δὲ οὐχ ἥπτετο τροφῆς, οὐδὲ ὅλως ἤθελε ζῆν. Πολυχάρμου δὲ τοῦ φίλου κωλύοντος αὐτὸν ἀποκαρτερεῖν “σύ μοι πάντων” εἶπε “πολεμιώτατος ὑπάρχεις φίλου σχήματι· βασανιζόμενον γάρ με κατέχεις καὶ ἡδέως κολαζόμενον ὁρᾷς.

啊,何其厚颜无耻!一个人将他人的妻子藏在宫中,却拖延判决,这等人物竟然自称是法官!”狄奥尼修斯这般哀叹,而海里亚斯则粒米未进,全然不愿活下去。当友人波利哈穆斯阻止他绝食自尽时,他说道:“你披着朋友的外皮,对我而言却是最凶恶的敌人;因为你扣留备受折磨的我,乐于看着我受惩罚。

§6.2.9

Εἰ δὲ φίλος ἦς, οὐκ ἂν ἐφθόνεις μοι τῆς ἐλευθερίας ὑπὸ δαίμονος κακοῦ τυραννουμένῳ. Πόσους μου καιροὺς εὐτυχίας ἀπολώλεκας; μακάριος ἦν, εἰ ἐν Συρακούσαις θαπτομένῃ Καλλιρρόῃ συνετάφην· ἀλλὰ καὶ τότε σύ με βουλόμενον ἀποθανεῖν ἐκώλυσας καὶ ἀφείλου καλῆς συνοδίας· τάχα γὰρ οὐκ ἂν ἐξῆλθε τοῦ τάφου καταλιποῦσα τὸν νεκρόν.

你若是朋友,就不该对我这个受恶神残害之人的解脱心怀嫉妒。你毁掉了我多少幸福的机会?如果当年在叙拉古卡利罗厄下葬时我与她合葬,我该是多么幸福;但即便在当时,你也阻止了想要赴死的我,夺去了我美好的伴侣;因为若有尸体留在墓中,或许她就不会走出坟墓了。

§6.2.10

Εἰ δ’ οὖν ἐκείμην ταύτην μετὰ ταῦτα κερδήσας,3 τὴν πρᾶσιν, τὸ λῃστήριον, τὰ δεσμά, τὸν τοῦ σταυροῦ χαλεπώτερον βασιλέα. Ὤ θανάτου καλοῦ, μεθ’ ὃν ἤκουσα τὸν δεύτερον Καλλιρρόης γάμον. Οἷον πάλιν καιρὸν ἀπώλεσάς μου τῆς ἀποκαρτερήσεως, τὸν μετὰ τὴν δίκην.

如果我当时死在那里,便算侥幸免去了其后的一切——被贩卖、遇强盗、戴镣铐、以及面对比十字架更残暴的大王!啊,那本是多么美好的死期,因未能死去,我竟听闻了卡利罗厄的再醮。审判之后我那次绝食自尽的良机,你竟又一次毁掉了!

§6.2.11

Ἰδὼν Καλλιρρόην οὐ προσῆλθον, οὐ κατεφίλησα. Ὤ καινοῦ καὶ ἀπίστου πράγματος· κρίνεται Χαιρέας εἰ Καλλιρρόης ἀνήρ ἐστιν. Ἀλλ’ οὐδὲ τὴν ὁποιανδήποτε κρίσιν ὁ βάσκανος δαίμων ἐπιτρέπει τελεσθῆναι. Καὶ ὄναρ καὶ ὕπαρ οἱ θεοί με μισοῦσι.” Ταῦτα λέγων ὥρμησεν ἐπὶ ξίφος, κατέσχε δὲ τὴν χεῖρα Πολύχαρμος καὶ μονονουχὶ δήσας παρεφύλαττεν αὐτόν.

我见到了卡利罗厄,却未能走上前去,未能亲吻她。啊,闻所未闻、不可思议之事:海里亚斯是否为卡利罗厄的丈夫,竟然要受审判!然而妒忌的恶神甚至连任何判决都不准达成。无论在梦中还是醒时,神明都在憎恨我!”说完这些话,他向剑扑去,波利哈穆斯一把抓住他的手,几乎是将他捆缚起来看守着他。

语法注3 条
  1. 6.2.1Ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς, οὕτω δὴ κἀκείνους.

    此句由非人称句式 ἔστι θεάσασθαι(“可以看见”)统领带分词的宾格结构(τοὺς ἀθλητὰς... παραγινομένους),并与相关从句 οὕτω δὴ κἀκείνους 呼应。κἀκείνους 承前省略了 ἦν θεάσασθαι παραγινομένους,意即“人们亦能如此看见那二人前来”。

  2. 6.2.5Διονύσιος δ’ ἑαυτῷ

    此处承前句 τῇ ἑορτῇ κατηρᾶτο(“诅咒这场节日”)省略了动词 κατηρᾶτο,与格 ἑαυτῷ 为其支配对象,即“狄奥尼修斯则[因离开米利都而]诅咒自己”。虽然亦可补充类似 ἐμέμφετο(自责)的情感动词,但承前省略 κατηρᾶτο 最符合并列对称的句法结构。

  3. 6.2.10ταύτην μετὰ ταῦτα κερδήσας

    动词 κερδαίνω 通常意为“获利”,但当以负面事件(如接下来的 τὴν πρᾶσιν, τὸ λῃστήριον 等)为宾语时,具有“侥幸免去、避开(灾厄)”的惯用法。在反事实假设语境中(εἰ δ’ οὖν ἐκείμην),此处意为“若我当时躺在墓中,便算侥幸免去了其后的这一切(贩卖、海盗等)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.2.1-6.2.11