← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§6.1.1-6.1.12

民众的争论与大王推迟判决

在判定卡利罗厄归属的审判前夜,巴比伦民众分为支持海里亚斯与狄奥尼修斯两派争论不休。与此同时,大王阿尔塔薛西斯因对卡利罗厄暗生情愫而彻夜难眠,最终决定延期做出判决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1

Ἐπεὶ δὲ ἔμελλε βασιλεὺς τῇ ὑστεραίᾳ δικάζειν πότερον Χαιρέου γυναῖκα Καλλιρρόην εἶναι δεῖ ἢ Διονυσίου, μετέωρος ἦν πᾶσα Βαβυλών, καὶ ἐν οἰκίαις τε πρὸς ἀλλήλους καὶ ἐν τοῖς στενωποῖς οἱ ἀπαντῶντες ἔλεγον “αὔριον τῆς Καλλιρρόης οἱ γάμοι.

大王定于次日裁决卡利罗厄究竟应当归海里亚斯还是狄奥尼修斯为妻,整座巴比伦城人心浮动,无论是在各家各户互相对话中,还是在狭窄的街道上,相逢的人们都在议论:“明日便是卡利罗厄的婚期。

§6.1.2

Τίς εὐτυχέστερος ἄρα;” Διέσχιστο δὲ ἡ πόλις, καὶ οἱ μὲν Χαιρέᾳ σπεύδοντες ἔλεγον “πρῶτος ἦν ἀνήρ, παρθένον ἔγημεν, ἐρῶσαν ἐρῶν· πατὴρ ἐξέδωκεν αὐτῷ, πατρὶς ἔθαψε· τοὺς γάμους οὐκ ἀπέλιπεν, ἀπελείφθη· Διονύσιος δὲ ἠγόρασεν, οὐκ ἔγημεν· λῃσταὶ ἐπώλησαν· οὐκ ἐξὸν δὲ τὴν ἐλευθέραν ἀγοράσαι.”1 Οἱ δὲ Διονυσίῳ σπεύδοντες ἀντέλεγον πάλιν “ἐξήγαγε πειρατῶν παρ’ οὐδὲν μέλλουσαν φονεύεσθαι·2 τάλαντον ἔδωκεν ὑπὲρ τῆς σωτηρίας αὐτῆς· πρῶτον ἔσωσεν, εἶτα ἔγημε· Χαιρέας δὲ γήμας ἀπέκτεινε· μνημονεύειν ὀφείλει Καλλιρρόη τοῦ γάμου· χρηστὸν δὲ Διονυσίῳ πρόσεστιν εἰς τὸ νικᾶν ὅτι καὶ τέκνον ἔχουσι κοινόν.” Ταῦτα μὲν οὖν οἱ ἄνδρες· αἱ δὲ γυναῖκες οὐκ ἐρρητόρευον μόνον, ἀλλὰ καὶ συνεβούλευον ὡς παρούσῃ “Καλλιρρόη, μὴ προῇς τὸν παρθένιον· ἑλοῦ τὸν πρῶτον φιλήσαντα, τὸν πολίτην, ἵνα καὶ τὸν πατέρα ἴδῃς· εἰ δὲ μή, ζήσεις ἐπὶ ξένης ὡς φυγάς·” αἱ δ’ ἕτεραι “τὸν εὐεργέτην ἑλοῦ, τὸν σώσαντα, μὴ τὸν ἀποκτείναντα· τί δὲ ἂν πάλιν ὀργισθῇ Χαιρέας; Πάλιν τάφος. Μὴ προδῷς τὸν υἱόν· τίμησον τὸν πατέρα τοῦ τέκνου.” Τοιαῦτα διαλαλούντων ἦν ἀκούειν, ὥστε εἶπεν ἄν τις3 ὅλην Βαβυλῶνα εἶναι δικαστήριον.

究竟谁更有福气呢?”全城分裂成两派,支持海里亚斯的人说道:“他是结发之夫,娶的是处子之身的她,且彼此相爱;是父亲将她许配于他,是故乡将她安葬。他未曾抛弃婚姻,而是被迫分离;然而狄奥尼修斯是买下了她,而非明媒正娶;是强盗将她贩卖,而收买自由人本就是非法的。”支持狄奥尼修斯的人则反驳道:“当她险些平白丧命之时,是他从海盗手中救出了她;他为赎救她的性命付出了整整一塔兰同;他先施救,而后成婚。而海里亚斯娶了她之后,却杀害了她。卡利罗厄理当念及这段婚姻;狄奥尼修斯在取胜上更拥有一项有利的优势,那就是他们二人共同育有一子。”男人们这般争论不休;妇人们则不仅各执己见,更宛如当面一般向她进言道:“卡利罗厄啊,切莫抛弃你新婚的原配;选择第一个爱上你的人,选择你的同胞城民,这样你也能见到你的父亲;否则,你将作为流亡者客居异乡。”另一派妇人则说道:“选择你的恩人吧,选择拯救你的人,而不是杀害你的人。若是海里亚斯再次发怒该当如何?又是一座坟墓!莫要背弃你的儿子;应当敬重你孩子的父亲。”四下里皆可听闻此类议论,以致人们会以为整座巴比伦都成了一座法庭。

§6.1.6

Νὺξ ἐκείνη τελευταία πρὸ τῆς δίκης ἐφειστήκει· κατέκειντο δὲ οἱ βασιλεῖς οὐχ ὁμοίους λαμβάνοντες λογισμούς, ἀλλὰ ἡ μὲν βασιλὶς ηὔχετο ἡμέραν γενέσθαι τάχιον, ἵνα ἀπόθηται τὴν παρακαταθήκην ὡς φορτίον· ἐβάρει γὰρ αὐτὴν τὸ κάλλος γυναικὸς ἀντισυγκρινόμενον ἐγγύς· ὑπώπτευε δὲ καὶ βασιλέως τὰς πυκνὰς εἰσόδους καὶ τὰς ἀκαίρους φιλοφροσύνας.

审判前的最后一个夜晚降临了。王家夫妇寝卧在榻,心中的思虑却截然不同。王后祈愿天色快快破晓,以便她能像卸下重负般交卸掉这件托付之物;因为近距离对照之下,那女子的美貌令她倍感压抑,她亦对大王频繁的探视与不合时宜的殷勤心生疑窦。

§6.1.7

Πρότερον μὲν γὰρ σπανίως εἰς τὴν γυναικωνῖτιν εἰσῄει· ἀφ’ οὗ δὲ Καλλιρρόην εἶχεν ἔνδον, συνεχῶς ἐφοίτα. Παρεφύλαττε δὲ αὐτὸν καὶ ἐν ταῖς ὁμιλίαις ἡσυχῆ Καλλιρρόην ὑποβλέποντα, καὶ τοὺς ὀφθαλμοὺς κλέπτοντας μὲν τὴν θέαν, αὐτομάτως δὲ ἐκεῖ φερομένους.

因为先前大王极少踏足后宫内闱,但自将卡利罗厄安置其中以来,他便频频光顾。王后亦暗中窥察到,在闲谈之间,大王悄悄斜睨着卡利罗厄,眼神虽极力掩饰目光,却不由自主地被吸引过去。

§6.1.8

Στάτειρα μὲν οὖν ἡδεῖαν ἡμέραν ἐξεδέχετο, βασιλεὺς δὲ οὐχ ὁμοίαν, ἀλλ’ ἠγρύπνει δι᾽ ὅλης νυκτὸς ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δὲ πρηνής, ἐννοούμενος καθ’ αὑτὸν καὶ λέγων “πάρεστιν ἡ κρίσις· ὁ γὰρ προπετὴς ἐγὼ σύντομον ἔδωκα προθεσμίαν. Τί οὖν μέλλομεν πράττειν ἕωθεν; ἄπεισι Καλλιρρόη λοιπὸν εἰς Μίλητον ἢ εἰς Συρακούσας.

斯塔忒拉固然期盼着一个惬意的天明,大王所等待的却大不相同;他整夜未眠,辗转反侧,时而侧卧,时而俯卧,在心中自思自忖道:“审判已迫在眉睫;只怪我性急,竟定了如此仓促的期限。破晓之时,我们究竟该当如何?自此之后,卡利罗厄便要离去,要么前往米利都,要么前往叙拉古。

§6.1.9

Ὀφθαλμοὶ δυστυχεῖς, μίαν ὥραν ἔχετε λοιπὸν ἀπολαῦσαι τοῦ καλλίστου θεάματος· εἶτα γενήσεται δοῦλος ἐμὸς εὐτυχέστερος ἐμοῦ. Σκέψαι τί σοι πρακτέον ἐστίν, ὦ ψυχή· κατὰ σαυτὴν γενοῦ· σύμβουλον οὐκ ἔχεις ἄλλον· ἔρωτος σύμβουλός ἐστιν αὐτὸς ὁ ἔρως.

可怜的双眼啊,你们只剩下一个时辰来饱览这绝世的美景;此后,我的奴仆将比我更为幸运。掂量一下你究竟该当何为吧,我的灵魂!扪心自问吧;你再无别的谋士;爱情唯一的谋士便是爱情本身。

§6.1.10

Πρῶτον οὖν ἀπόκριναι σεαυτῷ. Τίς εἶ; Καλλιρρόης ἐραστὴς ἢ δικαστής; μὴ ἐξαπάτα σεαυτόν. Ἀρνῇ μέν, ἀλλὰ ἐρᾷς· ἐλεγχθήσῃ δὲ μᾶλλον, ὅταν αὐτὴν μὴ βλέπῃς. Τί οὖν; σεαυτὸν θέλεις λυπεῖν; Ἥλιος προπάτωρ σὸς ἐξεῖλέ σοι τοῦτο τὸ ζῶον, κάλλιστον ὧν αὐτὸς ἐφορᾷ, σὺ δ’ ἀπελαύνεις τὸ δῶρον τοῦ θεοῦ.

那么,先回答你自己:你究竟是谁?是卡利罗厄的情郎,还是她的法官?莫要自欺欺人。你虽口中否认,却实已坠入情网;一旦见不到她,这情愫便会得到更确凿的印证。既然如此,你当真愿意令自己痛苦吗?你的始祖赫利俄斯在自身所俯瞰的一切生灵中,为你遴选出这个最为美丽的尤物,你难道要亲自赶走神明的恩赐?

§6.1.11

Πάνυ γοῦν ἐμοὶ μέλει4 Χαιρέου καὶ Διονυσίου, δούλων ἐμῶν ἀδόξων, ἵνα βραβεύω τοὺς ἐκείνων γάμους καὶ ὁ μέγας βασιλεὺς ἔργον διαπράττωμαι προμνηστρίας γραΐδος. Ἀλλὰ ἔφθην ἀναδέξασθαι5 τὴν κρίσιν καὶ πάντες τοῦτ’ ἴσασι.

海里亚斯与狄奥尼修斯这两个微不足道的贱奴,当真值得我这般挂怀,以致要我替他们的婚事做决断,让我堂堂万王之王去充当说媒老妇的角色?但我已轻率地应承了这桩审判,人人皆已知晓。

§6.1.12

Μάλιστα δὲ Στάτειραν αἰδοῦμαι. Μήτε οὖν δημοσίευε τὸν ἔρωτα μήτε τὴν δίκην ἀπάρτιζε. Ἀρκεῖ σοι Καλλιρρόην κἂν βλέπειν· ὑπέρθου τὴν κρίσιν· τοῦτο γὰρ ἔξεστι καὶ ἰδιώτῃ δικαστῇ.”

更何况在斯塔忒拉面前我深感羞惭。因此,既不可公然表露爱意,亦不可了结此案。对你而言,哪怕仅仅看着卡利罗厄便已足够;延期审判吧,因为即便是平民法官,这也是被允许的。”

语法注5 条
  1. 6.1.2οὐκ ἐξὸν δὲ τὴν ἐλευθέραν ἀγοράσαι

    此处使用了非人称动词 ἔξεστι 的中性宾格分词,构成宾格绝对独立结构(accusative absolute),表达让步或原因:“而收买自由民女子本是不合法的”。在句中充当独立的状语从句,用来论证狄奥尼修斯收买卡利罗厄的非法性。

  2. 6.1.3παρ’ οὐδὲν μέλλουσαν φονεύεσθαι

    介词短语 παρ’ οὐδέν 是一惯用语,意为“视若无物 / 无足轻重”或“差一点 / 险些”。与后面的 μέλλουσαν φονεύεσθαι(即将被杀害)搭配,生动表现出卡利罗厄当时处于毫无意义、险些平白丧命的危急境地。

  3. 6.1.5ὥστε εἶπεν ἄν τις

    连词 ὥστε 引导结果从句,后接 ἄν 与不定过去时直陈式 εἶπεν,构成表示过去可能推测的潜在句:“以至于人们准会说”。此处并未采用通常的直陈式表示客观既成事实,而是带有假定与夸张的推断色彩。

  4. 6.1.11Πάνυ γοῦν ἐμοὶ μέλει

    非人称句型 μέλει μοι(某人关切某事)与表示强调的助词 πάνυ γοῦν(委实、确乎)连用,并接引导目的的 ἵνα 从句,构成强烈的反讽修辞:“我难道真的那么在乎这群奴仆,以至于要去裁决他们的婚姻?”表达了大王内心的自嘲与不屑。

  5. 6.1.11ἔφθην ἀναδέξασθαι

    动词 φθάνω 通常与补充性分词连用表示“先于……做”,但此处接不定式 ἀναδέξασθαι,属于表示“轻率地已经做了某事”的惯用法,生动刻画了大王因仓促应承下这桩审判而心生懊悔的心理状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:6.1.1-6.1.12