← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.10.1-5.10.10

狄奥尼修斯的哀叹与海里亚斯的未遂自尽

狄奥尼修斯在幼子面前倾吐哀怨并欲遣其为使面见卡利罗厄却遭阻拦;另一边,海里亚斯因卡利罗厄的冷漠而万念俱灰企图自缢,被好友波吕查尔莫斯及时拦下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.10.1

Ἐξαίφνης οὖν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. Τί γὰρ ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες;

因此他突然屡次呼喊道:“究竟是哪一个普罗忒西拉奥斯在我身上死而复生?我究竟亵渎了哪一位地府神明,以致让我遇上一个死人情敌,而此人的坟茔分明还在我手里?女主人阿佛洛狄忒啊,你竟这般暗算于我——我本已将你的神像供奉在家中,常向你献祭!你若本无意护佑卡利罗厄,当初又何必将她指引于我?

§5.10.2

τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;” Μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων “τέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ ἔρωτος ἀτυχοῦς ὑπόμνημα.

你又为何要把一个甚至算不上丈夫的人造成父亲?” 在此期间,他抱紧儿子哭泣道:“可怜的孩子啊,从前我以为你生得逢时,如今看来却是不合时宜!因为我守着你,就如同守着你母亲的遗产,以及一段不幸爱情的纪念。

§5.10.3

Παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ.1 Κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν· Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην δίκην νενίκημαι·2 Μιθριδάτης μου κατηγόρει· περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι· οὐδὲ γὰρ μείων ὁ κίνδυνος· δύσελπιν δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον.

你虽是个小儿,却并非全然无法感知你父亲所蒙受的苦难。我们踏上了一场凶险的远行;本不该离开米利都的;巴比伦毁了我们。第一场诉讼我已败诉;米特拉达梯在指控我;而对于第二场诉讼,我更加恐惧;因为凶险丝毫未减,而这场官司的前奏已使我心灰意冷。

§5.10.4

Ἄκριτος ἀφῄρημαι γυναικὸς3 καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει. Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός.

未经审判,我的妻子已被夺去,我只得为了自己的妻子与旁人争讼;而比这更难熬的是,我不知道卡利罗厄究竟意欲何人。但你,孩子,作为骨肉能从母亲那里探知实情。现在去吧,为你父亲哀求她。

§5.10.5

Κλαῦσον, καταφίλησον, εἰπὲ ʽμῆτερ, ὁ πατήρ μου φιλεῖ σε,ʼ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ; οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὦ τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.”

哭泣吧,亲吻她,对她说:‘母亲,我父亲依然爱着你’,切不可有半句责备。你说什么,塾师?没有人准许你们进入王宫?啊,好生可怖的专横!他们竟然将一个受父亲所托充当使者去见母亲的儿子拒之门外。”

§5.10.6

Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. Προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν· μόνος δὲ γενόμενος ἧψε βρόχον, καὶ μέλλων ἐπ’ αὐτὸν ἀναβαίνειν “εὐτυχέστερον μὲν” εἶπεν “ἀπέθνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ· τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρρόης φιλεῖσθαι, νῦν δὲ ἀπολώλεκα οὐ μόνον τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν.

狄奥尼修斯便在判决之前,如这般裁断着情欲与理智的交战而度日;而海里亚斯则被无尽的哀痛所笼罩。于是他托病,命波吕查尔莫斯去为米特拉达梯送行,以报答他是二人恩公之情;及至独处之时,他系好了绳套,正欲蹬上垫脚之物时说道:“若是我死在当初羁押于卡里亚时诬告为我立起的那具十字架上,我本会死得更为幸福!因为那时我尚且能在深信自己为卡利罗厄所爱恋的幻觉中告别尘世;而如今,我不仅丧失了生命,更失去了死亡的慰藉。

§5.10.7

Καλλιρρόη με ἰδοῦσα οὐ προσῆλθεν, οὐ κατεφίλησεν· ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο. Μηδὲν δυσωπείσθω· φθάσω τὴν κρίσιν· οὐ περιμενῶ τέλος ἄδοξον. Οἶδα ὅτι μικρὸς ἀνταγωνιστής εἰμι Διονυσίου, ξένος ἄνθρωπος καὶ πένης καὶ ἀλλότριος ἤδη. Σὺ μὲν εὐτυχοίης, ὦ γύναι· γυναῖκα γάρ σε καλῶ, κἂν ἕτερον φιλῇς. Ἐγὼ δὲ ἀπέρχομαι καὶ οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. Πλούτει καὶ τρύφα καὶ τῆς Ἰωνίας ἀπόλαυε πολυτελείας. Ἔχε ὃν θέλεις.

卡利罗厄见到我,既未迎向前来,亦未曾吻我;我分明立于一旁,她却在顾忌着另一个人。让她莫要心存愧疚了:我要赶在判决之前了结;我决不坐等耻辱的结局。我知道比起狄奥尼修斯,我是个微不足道的对手——一个外乡人、穷光蛋,如今已形同陌路。愿你幸福吧,妇人——我仍唤你为妻子,即便你钟情于旁人。我就此离去,不再搅扰你的婚姻。去坐拥财富、纵情欢愉、享尽爱奥尼亚的奢靡吧。去守着你所中意的人吧。

§5.10.8

Ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε, Καλλιρρόη, χάριν τελευταίαν. Ὅταν ἀποθάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον ʽτοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον̓, εἰπὲ δὲ προσκύψασα τῇ στήλῃ, κἂν ἀνήρ, κἂν βρέφος ὁρᾷ, ʽοἴχῃ, Χαιρέα, νῦν ἀληθῶς· νῦν ἀπέθανες· ἐγὼ γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.ʼ Ἀκούσομαί σου, γύναι· τάχα καὶ πιστεύσω. Ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν. Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀΐδαο,4 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλης μεμνήσομαί σου.” Τοιαῦτα ὀδυράμενος κατεφίλει τὸν βρόχον “σύ μοι” λέγων “παραμυθία καὶ συνή· διὰ σὲ νικῶ· σύ με Καλλιρρόης μᾶλλον ἔστερξας.” Ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη Πολύχαρμος ὁ φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. Ἤδη δὲ καὶ ἡ προθεσμία τῆς δίκης καθειστήκει.

然而,在海里亚斯如今真正死去之际,卡利罗厄啊,我向你求索最后的恩情。待我死后,请来到我的尸身旁,若是可以,便哭上一场吧——因为这对我而言,将胜过获得永生——请俯身倚着墓碑,纵使丈夫在旁,纵使幼子在侧,也请说道:‘海里亚斯,你如今当真离去了;如今你当真死去了;因为我本打算在大王御前选择你的。’我会听见你的,妇人;或许我还会相信你。你将使我在地府的神明面前增添荣耀。‘即便在冥府之中亡者相忘,我也将在彼处依然思念心爱的你。’”如此哀悼一番后,他吻着绳套说道:“你便是我的慰藉与新娘;因着你我得以战胜;你比卡利罗厄更深爱着我。”正当他登上去将绳套套住颈项之时,挚友波吕查尔莫斯霍然赶到,见他若狂,便死死将他抱住,心中已无法再出言宽慰。而此刻,审判的既定期限亦已临近。

语法注4 条
  1. 5.10.3ὧν ὁ πατήρ σου δυστυχεῖ

    关系代词同化(attractio relativi)的句式。其原本结构为 τούτων ἃ ὁ πατήρ σου δυστυχεῖ(“你父亲所遭遇的不幸诸事”),其中作 δυστυχέω 内在宾格的关系代词(ἅ)受形容词 ἀναίσθητον 所支配的属格先行词 τούτων 的同化而变为属格 ὧν。

  2. 5.10.3Τὴν μὲν πρώτην δίκην νενίκημαι

    νενίκημαι 是动词 νικάω 的完成时被动态(“我已败北”)。带有同源宾格或内在宾格的诉讼表达(δίκην νικᾶν“打赢官司”)转为被动态时保留内在宾格 τὴν πρώτην δίκην,意为“我在第一场诉讼中已经败诉”,指前文(5.6–8)狄奥尼修斯控告米特拉达梯却反遭对方反击而败诉一事。

  3. 5.10.4Ἄκριτος ἀφῄρημαι γυναικὸς

    剥夺动词 ἀφαιρέω 的完成时被动句式(在主动语态中支配双宾格)。转为被动态后,被剥夺者成为主语,被剥夺之物则由分离属格 γυναικὸς 补足。形容词 ἄκριτος 作主语的表语性修饰(“未经审判地”)。

  4. 5.10.9Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀΐδαο

    直接引自荷马史诗《伊利亚特》第22卷第389行。εἰν ἀΐδαο 是史诗伊奥尼亚方言形式,相当于古典阿提卡散文的 ἐν ᾍδου(“在冥府之中”)。连词 εἰ 引导条件从句,并由 περ 赋予让步强化色彩(“纵使”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.10.1-5.10.10