← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.9.1-5.9.9

寄托于王后斯塔特伊拉处的卡利罗厄与王宫骚动

卡利罗厄被托付给王后斯塔特伊拉看护并获准歇息,她独自思量法庭上所见的海里亚斯究竟是真人还是幻影;与此同时,众妇人与大王频繁前往窥探,而狄奥尼修斯则陷入愈发炽烈的爱欲与煎熬之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9.1

Τὴν δὲ Καλλιρρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες· ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται.1 Θεασαμένη δὲ αἰφνίδιον ἡ Στάτειρα τῆς κλίνης ἀνέθορε δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως ἐτίμα τὴν θεόν· ἡ δὲ προσεκύνησεν. Ὁ δὲ εὐνοῦχος νοήσας τὴν ἔκπληξιν αὐτῆς “Καλλιρρόη” φησὶν “αὕτη ἐστί· πέπομφε δὲ αὐτὴν βασιλεύς, ἵνα παρὰ σοὶ φυλάττηται μέχρι τῆς δίκης.” ἀσμένη τοῦτο ἤκουσεν ἡ Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν εὐνουστέρα τῇ Καλλιρρόῃ διὰ τὴν τιμὴν ἐγένετο· ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ. Λαβομένη δὲ τῆς χειρὸς αὐτῆς “θάρρει” φησίν, “ὦ γύναι, καὶ παῦσαι δακρύουσα· χρηστός ἐστι βασιλεύς. Ἕξεις ἄνδρα, ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. Βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.” Ἡδέως ἡ Καλλιρρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας.

宦官们接管了卡利罗厄,未向王后预先通报便将她带至王后跟前;因为大王遣人前往之时,向来无需先行通报。斯塔特伊拉蓦地见到她,以为是阿佛洛狄忒显灵,遂从卧榻上一跃而起,因她对这位女神素来格外尊崇;而卡利罗厄则俯伏行礼。宦官察知了王后的惊骇,便道:“此女便是卡利罗厄;大王将她送来,以便在受审之前由您看护。”斯塔特伊拉欣然听取了此言,抛开了一切妇人间的争竞之心,反因这份托付的殊荣而对卡利罗厄倍加亲善;盖因她为领受这桩重托而满心欢喜。她拉住卡利罗厄的手说道:“宽心吧,妇人,莫再啼哭;大王宽仁明理。你定会得到你所中意的丈夫;在判决之后,你将更为光彩地成婚。现在且去歇息吧,正如我所见,你已精疲力竭,心神至今仍动荡不安。”卡利罗厄欣然领命,因她渴望获得宁静。

§5.9.4

Ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶν “εἴδετε” φησὶ “Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας οὑμός, ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους.

于是当她卧下、众人容她安歇之时,她抚着自己的双眼说道:“你们当真见到了海里亚斯吗?那当真是我的海里亚斯,抑或连这也只是我的幻觉?或许是米特拉达梯为了打官司而派出了一个幻影;因为人们常说波斯人中有法术士。

§5.9.5

Ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. Πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.” Ταῦτα διαλογιζομένης2 ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρρόην ἰδεῖν.

但他确曾开口说话,且如知晓一切般说了所有事情。那他怎能忍住不与我相拥呢?我们竟连互相吻别都没有就被分开了。”她正这般思忖之际,忽听得脚步声与女人们的喧嚷;盖因女人们全都向王后这里涌来,以为尽可自由一睹卡利罗厄的芳容。

§5.9.6

Ἡ δὲ Στάτειρα εἶπεν “ἀφῶμεν αὐτήν· διάκειται γὰρ πονήρως· ἔχομεν δὲ ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν.” Λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται· καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν.

斯塔特伊拉却道:“由她歇息去吧;她此刻境况甚衰;我们尚有的是日子相看、倾听并交谈。”女人们怏怏而去,却在次日黎明又纷至沓来;如此每日皆热切如常,以至于王宫之内较以往更加人满为患。

§5.9.7

Ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. Ἐπέμπετο δὲ Καλλιρρόῃ δῶρα πολυτελῆ, καὶ παρ’ οὐδενὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανείμων, ἀκόσμητος, καθημένη. Ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. Πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε.

不仅如此,连大王本人亦更为频繁地踏入后宫,表面上托词探视斯塔特伊拉。名贵的礼物接连送至卡利罗厄处,她却一概不受,始终谨守着不幸女子的仪容——身着素黑、不事修饰、静穆独坐。这一切反而使她显得更加光彩照人。当王后探询她更属意哪一位丈夫时,她未发一言,唯独掩面而泣。

§5.9.8

Καλλιρρόη μὲν ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως, διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν·3 ἐξεκάετο γὰρ σφοδρότερον ἢ ἐν Μιλήτῳ. Ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία4 καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.

卡利罗厄身处这般境遇,而狄奥尼修斯则凭着天性的沉稳与教养的砥砺,极力以高贵沉勇之气承受眼前的一切变故;然而这场灾祸的离奇乖谬,实足以使哪怕最刚毅之人也心神狂乱;盖因他胸中的欲火燃得比在米利都时还要炽烈。起初动情之时,他所恋慕的仅仅是她的美色;而此时此刻,诸多因素更助长了他的炽爱:朝夕相伴的熟稔、诞育子嗣的恩德、忘恩负义、妒火中烧,以及最甚者——事情的猝不及防。

语法注4 条
  1. 5.9.1ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται

    非人称被动句,意为“无需先行通报/禀报”,用以阐释波斯宫廷礼制中大王遣人时的惯例做法。

  2. 5.9.5Ταῦτα διαλογιζομένης

    省略逻辑主语代词(αὐτῆς)的属格独立结构,从上下文承接前文卡利罗厄独自思索的情境即可判定。

  3. 5.9.8καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν

    副词性小词 καί 意为“哪怕/甚至”,修饰 τὸν ἀνδρεῖον(刚毅之人)。不定式 ἐκστῆσαι 作形容词 δυνατώτατον 的补语不定式,主语为前文的 τὸ παράδοξον τῆς συμφορᾶς(灾祸的离奇乖谬)。

  4. 5.9.9τέκνων εὐεργεσία

    τέκνων 为指明恩德实质的属格(“诞育子嗣之恩”),特指卡利罗厄为他生下孩子(即便实为海里亚斯之子,但他视若己出)这一重情意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.9.1-5.9.9