- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.8.1-5.8.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海里亚斯应米特拉达梯之召现身,引发了他与狄奥尼修斯之间激烈的正室争辩;大王随即宣判米特拉达梯无罪,并定于五日后开庭裁决卡利罗厄的归属。
Ἔτι δὲ λέγοντος1 ʽοὕτω γὰρ ἦν διατεταγμένον̓ προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ ἡ Καλλιρρόη ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι.
正当他还在陈词之时——因为一切早已如此布置妥当——海里亚斯本人走了出来。卡利罗厄一见他便失声惊呼道:“海里亚斯,你还活着?”说着便奋力向他奔去;但狄奥尼修斯一把拉住了她,横身阻隔在两人之间,不容他们相拥。
Τίς ἂν φράσειε κατ̓ ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν2 ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει· πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος, ἀπιστία, εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρρόης ἠπόρουν. Μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει δ’ ἄν μοι καὶ βασιλεὺς τότε θέλειν Χαιρέας εἶναι.
有谁能恰如其分地描述法庭的那番景象呢?又有哪位诗人曾在舞台上搬演过如此离奇跌宕的戏剧?人若在场,定会以为自己置身于充斥着万般激情的剧场之中;涕泣、欢喜、惊愕、怜悯、难以置信与祈愿,一切情感交织并作。众人为海里亚斯称幸,为米特拉达梯同喜,为狄奥尼修斯同悲,更为卡利罗厄茫然失措。盖因她心神激荡至极,只是睁大双眼凝视着海里亚斯,哑然无言地伫立原地;在我看来,当时甚至连大王也恨不得自己化身为海里亚斯。
Συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ τὴν πρὸς βασιλέα, κἂν χεῖρας ἀλλήλοις προσέβαλλον.
情敌之间的争端原是寻常且一触即发的;而眼前所见的争夺之物(卡利罗厄),更是激起了他们二人彼此间更强烈的争胜之心,以至于若非出于对大王的敬畏,他们甚至早已挥拳相向了。
Προῆλθον δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε “πρῶτός εἰμι ἀνήρ,” Διονύσιος δὲ “ἐγὼ βεβαιότερος.” “Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;” “Ἀλλ’ ἔθαψας αὐτήν.” “Δεῖξον γάμου διάλυσιν.” “Τὸν τάφον ὁρᾷς.” “Ἐμοὶ πατὴρ ἐξέδωκεν.” “Ἐμοὶ δὲ ἑαυτήν.” “Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός.” “Σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.” “Ἀπαιτῶ Καλλιρρόην.” “Ἐγὼ δὲ κατέχω.” “Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.” “Σὺ τὴν σὴν ἀπέκτεινας.”
然而他们的冲突仅推进至言语交锋。海里亚斯说道:“我是她原配之夫。”狄奥尼修斯则说:“我是她名分更固之夫。”“难道我曾休弃过妻子吗?”“但你亲手埋葬了她。”“拿出婚盟解除的凭据来!”“你看那座坟墓便是。”“是她父亲将她许配予我。”“是她亲自将自己交托予我。”“你配不上赫尔莫克拉忒斯的千金。”“你这个在米特拉达梯庄园里身戴镣铐之人更配不上!”“我索还卡利罗厄!”“而我紧握着她!” “你强占他人之妻!”“你杀害了你自己的妻子!”
“Μοιχέ.” “Φονεῦ.” Ταῦτα πρὸς ἀλλήλους μαχόμενοι· οἱ δ’ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλάουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς γυναικός.
“奸夫!”“凶手!”二人这般恶语相向;其余众人听得津津有味。卡利罗厄低垂着头啜泣伫立,既深爱着海里亚斯,又对狄奥尼修斯心怀愧畏;而大王屏退了所有人,同身边的近臣商议,所议已不再关涉米特拉达梯——因他辩护得极其精彩——,而是在于是否应当就这名女子展开一场正式的争讼审判。
Καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι τὴν κρίσιν· “τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν,” τούτους δὲ ἰδιώτας πάντας εἶναι· οἱ δὲ πλείονες τἀναντία συνεβούλευον καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον γενόμενον τῇ βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐπ’ αὐτόν,3 ἀλλὰ σχεδὸν μέρος οὖσαν ἧς ἐδίκαζεν ἤδη· τὴν γὰρ ἀληθεστάτην αἰτίαν οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ τῆς Καλλιρρόης κάλλος δυσαπόσπαστον τοῖς ὁρῶσι.
部分人认为此审判不合王家身份:“大王您审理针对米特拉达梯的控告固属应当,因他身居总督之位,”但这些人皆是一介布衣;然而多数人却提出了相反的建议,既因那女子的父亲曾有功于王室,又因大王并非凭空从外部将这一审判揽于己身,而是它几乎构成了大王业已审理的案件之一部分;盖因他们不愿承认那最真实的缘由:凡目睹卡利罗厄美貌之人皆难以割舍。
Πάλιν οὖν προσκαλεσάμενος οὓς μετεστήσατο “Μιθριδάτην μὲν” εἶπεν “ἀφίημι, καὶ ἀπίτω τῆς ὑστεραίας ἐπὶ τὴν σατραπείαν τὴν ἰδίαν δῶρα παρ’ ἐμοῦ λαβών· Χαιρέας δὲ καὶ Διονύσιος λεγέτωσαν ἑκάτερος ἅπερ ἔχει δίκαια περὶ τῆς γυναικός· προνοεῖσθαι γάρ με δεῖ τῆς θυγατρὸς Ἑρμοκράτους τοῦ καταπολεμήσαντος Ἀθηναίους τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους.” Ῥηθείσης δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν, ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. Ἰδὼν δὲ βασιλεὺς ἀμηχανοῦντας αὐτοὺς “οὐκ ἐπείγω” φησὶν “ὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασαμένους ὑμᾶς ἐπὶ τὴν δίκην ἥκειν. Δίδωμι δὲ πέντε ἡμερῶν διάστημα· ἐν δὲ τῷ μεταξὺ Καλλιρρόης ἐπιμελήσεται Στάτειρα ἡ ἐμὴ γυνή· οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν κρίνεσθαι περὶ ἀνδρὸς μετὰ ἀνδρὸς4 ἥκειν ἐπὶ τὴν κρίσιν.”
于是大王再度召回方才屏退的众人,说道:“我宣告米特拉达梯无罪,准他在接受我赐予的礼物后于次日返回其总督封地;海里亚斯与狄奥尼修斯则须各自就这名女子陈述其所持的合法理由;因我理应关照赫尔莫克拉忒斯的女儿,其父曾击溃雅典人,即我和波斯人最切齿的宿敌。”判决宣示之后,米特拉达梯俯伏拜谢,其余众人则陷入错愕。大王见他们彷徨无措,便道:“我并不催逼你们,准许你们准备停当后再来应诉。我宽限五日之期;在此期间,卡利罗厄由我妻斯塔特伊拉照管;因为一个即将就丈夫之事接受裁决的女子,由丈夫陪伴出席受审,实属不合公道。”
Ἐξῄεσαν οὖν τοῦ δικαστηρίου οἱ μὲν ἄλλοι πάντες σκυθρωποί, μόνος δὲ Μιθριδάτης γεγηθώς. Λαβὼν δὲ τὰ δῶρα καὶ τὴν νύκτα καταμείνας ἕωθεν εἰς Καρίαν ὥρμησε λαμπρότερος ἢ πρόσθεν.
于是,其余众人皆面带沮色走出法庭,唯独米特拉达梯欢欣鼓舞。他领受了赏赐并留宿一夜后,拂晓时分便比以往更为显赫威严地启程前往卡里亚。
- 5.8.1Ἔτι δὲ λέγοντος
属格独立结构,但未明示逻辑主语。根据上下文,此处省略了在上一段中发言的米特拉达梯(αὐτοῦ / τοῦ Μιθριδάτου)。
- 5.8.2ἔδοξας ἂν
第二人称单数不定过去时直陈式加ἄν构成的句式。此处用于对假想的观察者表示过去的可能性,意为“(任何人在场)都会以为”。
- 5.8.7οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐπ’ αὐτόν
动词ἐκάλει的主语在上下文里是“大王(βασιλεύς)”,代词ἐπ’ αὐτόν亦指代同一主语(代用反身代词ἑαυτόν)。全句意为“(大王)并非从外部将这场审判揽到自己身上”。
- 5.8.9περὶ ἀνδρὸς μετὰ ἀνδρὸς
利用名词ἀνήρ在不同介词下的重复所构成的修辞对比。前一个περὶ ἀνδρὸς意为“围绕丈夫(孰为正夫之争)”,后一个μετὰ ἀνδρὸς意为“由丈夫陪伴(即同狄奥尼修斯一起)”。
