← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.7.1-5.7.10

米特拉达梯的辩护与召唤海里亚斯

米特拉达梯起而自辩,驳斥了因妇人美貌而起的嫌疑,指明她系花钱购得的法律身分问题,并警告狄奥尼修斯撤诉。在狄奥尼修斯拒绝退让后,米特拉达梯向列神祈祷,戏剧性地当庭召唤海里亚斯现身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.1

Μηδὲν οὖν καταπλαγεὶς ἐκεῖνος “δέομαί σου” φησί, “βασιλεῦ, δίκαιος γὰρ εἶ καὶ φιλάνθρωπος, μὴ καταγνῷς μου, πρὶν ἀκούῃς τῶν λόγων ἑκατέρωθεν, μηδὲ ἄνθρωπος Ἕλλην, πανούργως συνθεὶς κατ̓ ἐμοῦ ψευδεῖς διαβολάς, πιθανώτερος γένηται παρὰ σοὶ τῆς ἀληθείας.

于是,米特拉达梯毫无惧色地说道:“大王啊,您公正而仁厚,我恳求您:在未听取双方辩词之前,切勿将我定罪;亦不要让一个希腊人,凭借针对我狡黠构陷的虚妄中伤,在您驾前竟显得比真相更为可信。

§5.7.2

Συνίημι δὲ ὅτι βαρεῖ με πρὸς ὑποψίαν τὸ κάλλος τῆς γυναικός· οὐδενὶ γὰρ ἄπιστον φαίνεται θελῆσαί τινα Καλλιρρόην διαφθεῖραι. Ἐγὼ δὲ καὶ τὸν ἄλλον βίον ἔζησα σωφρόνως καὶ πρώτην ταύτην ἔσχηκα διαβολήν· εἰ δέ γε καὶ ἀκόλαστος καὶ ἀσελγὴς ἐτύγχανον, ἐποίησεν ἄν με βελτίω τὸ παρὰ σοῦ τοσαύτας πόλεις πεπιστεῦσθαι.

我自深知,这妇人的美貌令我备受嫌疑之重压;因为在任何人看来,有人妄图诱污卡利罗厄皆非不可信之事。然而,我在以往的岁月中一向谨饬自守,此番乃是初次蒙受中伤;纵使我真是一个放肆悖礼之徒,承蒙您将如此众多的城邑委任于我,也本该使我迁善改过。

§5.7.3

Τίς οὕτως ἐστὶν ἀνόητος, ἵνα ἕληται τὰ τηλικαῦτα ἀγαθὰ μιᾶς ἡδονῆς ἕνεκεν ἀπολέσαι καὶ ταύτης αἰσχρᾶς; εἰ δὲ ἄρα τι καὶ συνῄδειν ἐμαυτῷ πονηρόν, ἐδυνάμην καὶ παραγράψασθαι τὴν δίκην·1 Διονύσιος γὰρ οὐχ ὑπὲρ γυναικὸς ἐγκαλεῖ κατὰ νόμους αὐτῷ γαμηθείσης, ἀλλὰ πωλουμένην ἠγόρασεν αὐτήν· ὁ δὲ τῆς μοιχείας νόμος οὐκ ἔστιν ἐπὶ δούλων.

何人会如此愚昧,竟愿为了一时的耻辱之欢,而甘弃如此重大的福祉?况且,倘若我当真自知有亏,本亦可提出驳诉抗辩以撤销此案:因为狄奥尼修斯并非为依据法度明媒正娶之妻提出指控,而是在此妇被贩卖时将其购得;通奸之法乃不及于奴隶。

§5.7.4

Ἀναγνώτω σοι πρῶτον τὸ γραμματεῖον τῆς ἀπελευθερώσεως, εἶτα τότε γάμον εἰπάτω. Γυναῖκα τολμᾷς ὀνομάζειν, ἣν ἀπέδοτό σοι ταλάντου Θήρων ὁ λῃστής, κἀκεῖνος ἁρπάσας ἐκ τάφου; ʽἈλλὰʼ φὴς ʽἐλευθέραν οὖσαν ἐπριάμην.ʼ Οὐκοῦν ἀνδραποδιστὴς εἶ σὺ καὶ οὐκ ἀνήρ. Πλὴν ὡς ἀνδρὶ νῦν ἀπολογήσομαι.

且让他先为您宣读其释放奴籍的文书,然后再来谈论婚姻罢!强盗塞隆作价一塔兰同卖予你、且是他亲自从坟墓中掠走的女子,你竟敢称之为妻?‘然而,’你辩解道,‘我买下她时她是自由之身。’那么你便是诱拐奴役自由人之徒,而非其夫!不过,我现在暂且将你当作丈夫来为自己辩护。

§5.7.5

Γάμον νόμιζε τὴν πρᾶσιν καὶ προῖκα τὴν τιμήν· Μιλησία σήμερον ἡ Συρακουσία δοξάτω. Μάθε, δέσποτα, ὅτι Διονύσιον οὔτε ὡς ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. Πρῶτον μὲν γὰρ οὐ γενομένην, ἀλλ’ ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ πρᾶξιν οὐκ ἔχων εἰπεῖν· ἀναγινώσκει γραμματεῖα κενά.

便将那笔买卖视为婚姻,将身价视为嫁妆罢;且让那叙拉古的妇人今日权充米利都人!主上,请知晓:无论狄奥尼修斯是作为丈夫还是作为主人,我皆未曾侵害他。盖首先,他所指控的并非已成事实之通奸,而是将发未发之通奸,且因无任何实际行径可言,便宣读这些空洞的文书。

§5.7.6

Τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι. Προφέρεις ἐπιστολήν. Ἐδυνάμην εἰπεῖν ʽοὐ γέγραφα· χεῖρα ἐμὴν οὐκ ἔχεις· Καλλιρρόην Χαιρέας ζητεῖ· κρῖνε τοίνυν μοιχείας ἐκεῖνον.ʼ ʽΝαὶʼ φής· ʽἀλλὰ Χαιρέας μὲν τέθνηκε, σὺ δ’ ὀνόματι τοῦ νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.ʼ Προκαλῇ με, Διονύσιε, πρόκλησιν2 οὐδαμῶς συμφέρουσαν. Μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. Ἀπόστηθι τῆς κατηγορίας· συμφέρει σοι. Βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. Παλινῳδίαν εἰπὲ ʽΜιθριδάτης οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν.ʼ Ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. Προλέγω σοι, Καλλιρρόην ἀπολεῖς. Οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ σὲ μοιχὸν εὑρήσει.”

然而律法惩治的是行径。你出示了一封书信。我本可以说:‘非我所写;你并无我手书的真迹;乃是海里亚斯在寻找卡利罗厄;既如此,便判他通奸之罪罢。’‘然也,’你说,‘但海里亚斯已死,你借死者之名败坏了我的妻子。’狄奥尼修斯啊,你在向我提出挑战,但这挑战绝非对你有利。我指天为誓:我是你的朋友与宾客。撤销指控罢;这对你更为有益。恳请大王罢黜此案罢。快快改口自认:‘米特拉达梯毫无罪咎;我是徒然怪罪于他。’但若你执迷不悟,定将追悔莫及;你将投下不利于你自身的判票。我预先警告你:你必将失去卡利罗厄!大王查获的绝非我,而是你,才是真正的奸夫!”

§5.7.8

Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ βεβαίως ἐμμένει. Τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ἦν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον εἰδέναι. Κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ̓ ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ.

言毕,他默然不语;众人的目光皆转向狄奥尼修斯,意欲探知既然抉择已摆在他面前,他究竟会撤销控诉,抑或坚执到底。盖米特拉达梯所隐指之深意,众人自身并未领会,只当狄奥尼修斯心中有数。然而狄奥尼修斯亦全不知情,因他断未料想到海里亚斯竟然尚在人世。

§5.7.9

Ἔλεγεν οὖν “εἰπὲ” φησὶν “ὅ τι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατήσεις με σοφίσμασι καὶ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ᾽ εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν.”

于是他说道:“任你爱说什么便说什么罢;你的诡辩与煞有介事的恐吓休想欺瞒于我,狄奥尼修斯亦绝不会被查出是在蓄意诬陷。”

§5.7.10

Ἔνθεν ἑλὼν3 ὁ Μιθριδάτης φωνὴν ἐπῆρε καὶ ὥσπερ ἐπὶ θειασμὸν “θεοὶ” φησὶ “βασίλειοι ἐπουράνιοί τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ, πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλοπρεπῶς· ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας συκοφαντουμένῳ· χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν.4 Φάνηθι, δαῖμον ἀγαθέ· καλεῖ σε ἡ σὴ Καλλιρρόη· μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυσίου στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός.”

米特拉达梯借此话头,霍然提高声调,宛如神灵附体般呼喊道:“天上与地下的王家列神啊,请庇佑一个屡次秉公向你们祈祷、隆重向你们献祭的义士!请将敬神的善报赐还予蒙冤受诬的我:便请哪怕单单为了这场审判,将海里亚斯借给我罢!显灵罢,善灵啊!你的卡利罗厄在召唤你!且立于我与狄奥尼修斯二人之间,告诉大王,我们当中究竟谁是奸夫!”

语法注4 条
  1. 5.7.3ἐδυνάμην καὶ παραγράψασθαι τὴν δίκην

    ἐδυνάμην 为未完成过去时直陈式,在未带 ἄν 的情况下充当后结句,表示过去本可实现而未实现的可能性(“我本亦可提出驳诉抗辩[但并未如此做]”)。这在表示能力、义务或可能的动词(如 ἔδει、ἐχρῆν、ἐδυνάμην 等)中属于常规的潜在/与事实相反用法。

  2. 5.7.6Προκαλῇ με, Διονύσιε, πρόκλησιν

    名词 πρόκλησιν 作为同源宾格(cognate accusative),受动词 προκαλῇ(现在时中动态第二人称单数)支配,意为“向我提出挑战”,借同根词的重复增强了修辞语气。

  3. 5.7.10Ἔνθεν ἑλὼν

    由副词 ἔνθεν(“从那里”)与 αἱρέω 的不定过去时主动分词 ἑλών 构成的惯用修辞表达,意为“借此话头/抓住那一处”,用以承接并转折自狄奥尼修斯刚刚说出的话语。

  4. 5.7.10χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν

    κἂν 是 καὶ ἄν(或 καὶ ἐάν)的合音词,但此处并非引导条件从句,而是作为副词表“至少/哪怕仅仅”,修饰介词短语 εἰς τὴν δίκην,意为“哪怕单单为了这场审判”。Χαιρέαν 则是祈使语气动词 χρήσατε 的宾格直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.7.1-5.7.10