← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.6.1-5.6.11

狄奥尼修斯在法庭上控诉米特拉达梯

狄奥尼修斯在法庭上发言控诉,指责米特拉达梯背弃宾客情谊,以伪造海里亚斯尚在人世的书信企图勾引卡利罗厄,并当庭出示铁证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6.1

Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτως “χάριν ἔχω σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην καὶ τοὺς πάντων γάμους· οὐ γὰρ περιεῖδες ἄνδρα ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμόνος, ἀλλ’ ἐκάλεσας, ἵνα ἐπ’ ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ ὕβριν, ἀπὸ τῶν ἄλλων δὲ κωλύσῃς. Μείζονος δὲ τιμωρίας ἄξιον τὸ ἔργον γέγονε καὶ διὰ τὸν ποιήσαντα. Μιθριδάτης γάρ, οὐκ ἐχθρὸς ὢν ἀλλὰ ξένος ἐμὸς καὶ φίλος, ἐπίβουλος ἐμοί, καὶ οὐκ εἰς ἄλλο τι τῶν κτημάτων, ἀλλ’ εἰς τὸ τιμιώτερον ἐμοὶ σώματός τε καὶ ψυχῆς, τὴν γυναῖκα.

狄奥尼修斯如此开篇陈词:“大王啊,我感谢您给予我、贞节以及天下所有人之婚姻的尊荣;因为您没有对一个遭省督暗算的一介平民坐视不管,反而将我们召来,好在我身上严惩这等淫逸与暴行,并阻遏其他人再犯。而这一行径因其作恶者之身份,更当受重罚。因为米特拉达梯非但不是我的仇人,反而是我的宾客与朋友,却暗算于我;所图谋的并非我的任何其他财产,而是比我的肉体与灵魂更为珍贵之物,即我的妻子。

§5.6.3

Ὃν ἐχρῆν, εἴ τις ἄλλος ἐπλημμέλησεν εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν,1 εἰ καὶ μὴ δι’ ἐμὲ τὸν φίλον, ἀλλὰ διὰ σὲ τὸν βασιλέα. Σὺ γὰρ ἐνεχείρισας αὐτῷ τὴν μεγίστην ἀρχήν, ἧς ἀνάξιος φανεὶς κατῄσχυνε, μᾶλλον δὲ προύδωκε τὸν πιστεύσαντα τὴν ἀρχήν.

倘若有旁人对我们有所冒犯,本该是他亲自前来援手——纵然不为了我这个朋友,也当为了您这位大王。因您将最大的权柄托付与他,他却显出不配领受之态,使这官职蒙羞,更背叛了向他委任权位之人。

§5.6.4

Τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν,2 ὅσῃ χρῆται πρὸς τὸν ἀγῶνα, ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν, οὐδὲ αὐτὸς ἀγνοῶ· θαρρῶ δέ, βασιλεῦ, τῇ σῇ δικαιοσύνῃ καὶ τοῖς γάμοις καὶ τοῖς νόμοις, οὓς ὁμοίως σὺ πᾶσι τηρεῖς.

因此,关于米特拉达梯的恳求、他的权势,以及他为这场争讼所动用的庞大准备,我也并非不知我们绝非处于平等的境地;然而大王啊,我信赖您的公正,信赖婚姻,信赖您对众人一体遵行的诸般律法。

§5.6.5

Εἰ γὰρ μέλλεις αὐτὸν ἀφιέναι, πολὺ βέλτιον ἦν μηδὲ καλέσαι·3 τότε μὲν γὰρ ἐφοβοῦντο πάντες, ὡς κολασθησομένης τῆς ἀσελγείας, ἐὰν εἰς κρίσιν εἰσέλθῃ· καταφρονήσει δὲ λοιπόν, ἐὰν κριθεὶς παρὰ σοὶ μὴ κολασθῇ. Ὁ δὲ ἐμὸς λόγος σαφής ἐστι καὶ σύντομος. Ἀνήρ εἰμι Καλλιρρόης ταύτης, ἤδη δὲ ἐξ αὐτῆς καὶ πατήρ, γήμας οὐ παρθένον, ἀλλ’ ἀνδρὸς προτέρου γενομένην, Χαιρέου τοὔνομα, πάλαι τεθνεῶτος, οὗ καὶ τάφος ἐστὶ παρ’ ἡμῖν. Μιθριδάτης οὖν ἐν Μιλήτῳ γενόμενος καὶ θεασάμενός μου τὴν γυναῖκα διὰ τὸ τῆς ξενίας δίκαιον, τὰ μετὰ ταῦτα οὐκ ἔπραξεν οὔτε ὡς φίλος οὔτε ὡς ἀνὴρ σώφρων καὶ κόσμιος, ὁποίους σὺ βούλει εἶναι τοὺς τὰς σὰς πόλεις ἐγκεχειρισμένους, ἀλλ’ ἀσελγὴς ὤφθη καὶ τυραννικός.

盖若您打算将他开释,当初甚至根本不召见方为更佳之策。彼时众皆畏惧,以为淫逸之行若诉诸公堂必受惩处;然而往后,他若在您驾前受审却不加惩治,便会心存轻蔑。我的陈词清晰而简短:我是这卡利罗厄的丈夫,如今更与她育有子女而为人父;我娶的虽非处女,却是曾从前夫之妇,前夫名叫海里亚斯,早已亡故,其坟冢亦在敝处。 米特拉达梯既至米利都,因宾客之礼得以见家妻,其后之所作所为,既非朋友之道,亦非温良端方之士——大王所期许于受托治理城邑者之行迹——反倒尽显淫肆与专横。

§5.6.7

Ἐπιστάμενος δὲ τὴν σωφροσύνην καὶ φιλανδρίαν τῆς γυναικὸς λόγοις μὲν ἢ χρήμασι πεῖσαι αὐτὴν ἀδύνατον ἔδοξε, τέχνην δὲ ἐξεῦρεν ἐπιβουλῆς, ὡς ᾤετο, πιθανωτάτην· τὸν γὰρ πρότερον αὐτῆς ἄνδρα Χαιρέαν ὑπεκρίνατο ζῆν καὶ πλάσας ἐπιστολὰς ἐπὶ τῷ ὀνόματι τῷ ἐκείνου πρὸς Καλλιρρόην ἔπεμψε διὰ δούλων.

他深知家妻的端庄与对丈夫的忠贞,自知以言辞或金钱诱其就范绝无可能,便构想出一条他自以为极具说服力的暗害诡计:他伪称其前夫海里亚斯尚在人世,以其名义伪造书信,假奴仆之手递交卡利罗厄。

§5.6.8

Ἡ δὲ σὴ τύχη, βασιλεῦ, ἄξιον ὄντα κατέστησε καὶ πρόνοια τῶν ἄλλων θεῶν φανερὰς ἐποίησε τὰς ἐπιβουλάς· τοὺς γὰρ δούλους μετὰ τῶν ἐπιστολῶν ἔπεμψε πρὸς ἐμὲ Βίας ὁ στρατηγὸς Πριηνέων, ἐγὼ δὲ φωράσας ἐμήνυσα τῷ σατράπῃ Λυδίας καὶ Ἰωνίας Φαρνάκῃ, ἐκεῖνος δὲ σοί.

然而大王啊,您的洪福令他自食其果,列位神明的眷顾亦使这等阴谋大白于天下:普里埃内的将军比阿斯将带有书信的奴仆押送与我,我查获之后奏告了吕底亚与伊奥尼亚的总督法尔纳客斯,而他又转呈于您。

§5.6.9

Τὸ μὲν διήγημα εἴρηκα τοῦ πράγματος, περὶ οὗ δικάζεις· αἱ δὲ ἀποδείξεις ἄφυκτοι· δεῖ γὰρ δυοῖν θάτερον, ἢ Χαιρέαν ζῆν, ἢ Μιθριδάτην ἠλέγχθαι μοιχόν. Καὶ γὰρ οὐδὲ τοῦτο δύναται λέγειν, ὅτι τεθνηκέναι Χαιρέαν ἠγνόει· τούτου γὰρ ἐν Μιλήτῳ παρόντος ἐχώσαμεν ἐκείνῳ τὸν τάφον, καὶ συνεπένθησεν ἡμῖν.

至于大王所审之事的始末,我已陈述完毕;其证据更是不容狡辩:二者必居其一,要么海里亚斯尚存,要么米特拉达梯通奸之罪昭然若揭。况且他绝不能推脱说自己不知海里亚斯已死;因为正当他在米利都之际,我们曾为海里亚斯筑墓,他也曾与我们一同举哀。

§5.6.10

Ἀλλ’ ὅταν μοιχεῦσαι θέλῃ Μιθριδάτης, ἀνίστησι τοὺς νεκρούς. Παύσομαι τὴν ἐπιστολὴν ἀναγνούς, ἣν οὗτος διὰ τῶν ἰδίων δούλων ἔπεμψεν εἰς Μίλητον ἐκ Καρίας. Λέγε λαβών Χαιρέας ζῶ.4 Τοῦτο ἀποδειξάτω Μιθριδάτης καὶ ἀφείσθω. Λόγισαι δέ, βασιλεῦ, πῶς ἀναίσχυντός ἐστι μοιχός, ὅπου καὶ νεκροῦ καταψεύδεται.”

然而每当米特拉达梯意欲通奸之时,竟能令死者起死回生!待读完此信,我便就此打住,信正是此人借私奴之手从卡里亚寄往米利都的。且接过去念:‘海里亚斯致意:我还活着。’且让米特拉达梯证实此点,便可将其开释。大王啊,请想一想,他究竟是何等寡廉鲜耻的奸夫,竟连死人也横加诬枉!”

§5.6.11

Ταῦτα εἰπὼν ὁ Διονύσιος παρώξυνε τοὺς ἀκούοντας καὶ εὐθὺς εἶχε τὴν ψῆφον, θυμωθεὶς δὲ βασιλεὺς εἰς Μιθριδάτην πικρὸν καὶ σκυθρωπὸν ἀπέβλεψε.

狄奥尼修斯言毕,听众群情激愤,即刻便倒向赞同于他;大王亦动了雷霆之怒,以严酷而阴郁的目光怒视米特拉达梯。

语法注4 条
  1. 5.6.3Ὃν ἐχρῆν, εἴ τις ἄλλος ἐπλημμέλησεν εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν

    关系代词 ὅν 位于句首起连接作用,指代前文的米特拉达梯,作非人称动词 ἐχρῆν 所支配的不定词 βοηθεῖν 的逻辑主语(宾格)。在插入条件从句(εἴ τις ἄλλος...)之后,又赘加宾格代词 αὐτόν 以加强语气。

  2. 5.6.4Τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν

    宾格名词短语(Τὰς δεήσεις... τὴν δύναμιν καὶ τὴν παρασκευήν)位于句首提引(先取结构 prolepsis),与后文由 οὐδὲ αὐτὸς ἀγνοῶ 引导的 ὅτι 从句(ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν)在逻辑上相呼应,意为“关于米特拉达梯的恳求、权势与排场……以致我们并不处于平等地位这一点,我自身也并非不知”。

  3. 5.6.5πολὺ βέλτιον ἦν μηδὲ καλέσαι

    直陈式未完成过去时 ἦν 未带 ἄν,与表示适宜的形容词(πολὺ βέλτιον)连用,构成无 ἄν 的情态未完成过去时,表达“本应……更好(但事实并非如此)”的与过去事实相反的评判或强烈断言。

  4. 5.6.10Λέγε λαβών· Χαιρέας ζῶ.

    Λέγε λαβών 为法庭上指令书记官或公差的程式语:“拿去念。”紧随其后的 Χαιρέας ζῶ 即当庭宣读的伪造书信的起首句:“海里亚斯敬上:我还活着。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.6.1-5.6.11