- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.5.1-5.5.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡利罗厄从狄奥尼修斯处得知须出庭受审后悲痛万分,但叙拉古大婚的吉梦使她重获慰藉,盛装入庭的美貌震撼全场,更令米特拉达梯再度深陷情网。
Καὶ τότε μὲν οὕτως διελύθησαν· ἀφικόμενος δὲ εἰς τὴν οἰκίαν ὁ Διονύσιος, οἷα δὴ φρόνιμος ἀνὴρ καὶ πεπαιδευμένος λόγους τῇ γυναικὶ προσήνεγκεν ὡς ἐν τοιούτοις πιθανωτάτους, ἐλαφρῶς τε καὶ πράως ἕκαστα διηγούμενος. Οὐ μὴν ἀδακρυτί γε ἤκουσεν ἡ Καλλιρρόη, πρὸς τοὔνομα δὲ τὸ Χαιρέου πολλὰ ἀνέκλαυσε καὶ πρὸς τὴν δίκην ἐδυσχέρανε.
彼等当时便就这样散了。狄奥尼修斯回到家中,尽显明达且受过教养之人的风度,在当时的情势下对妻子说了极具说服力的话,轻描淡写且温和地叙述了每一件事。然而卡利罗厄绝非未落一滴泪地听完,一听到海里亚斯的名字,她便痛哭流涕,并对这场审判深感愤慨。
“Τοῦτο γὰρ” φησὶ “μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, εἰσελθεῖν εἰς δικαστήριον. Τέθνηκα καὶ κεκήδευμαι, τετυμβωρύχημαι, πέπραμαι, δεδούλευκα· ἰδού, Τύχη, καὶ κρίνομαι. Οὐκ ἤρκει σοι διαβαλεῖν ἀδίκως με πρὸς Χαιρέαν, ἀλλ’ ἔδωκάς μοι παρὰ Διονυσίῳ μοιχείας ὑπόθεσιν.
“我的种种不幸所缺的,”她说,“唯有出庭受审这一遭了。我死过,被埋葬过,被盗过墓,被贩卖过,做过奴隶;看啊,命运女神,如今我竟还要被审判!你向海里亚斯对我横加诬蔑还嫌不够,竟还在狄奥尼修斯面前予我以通奸的口实。
Τότε μου τὴν διαβολὴν ἐπόμπευσας τάφῳ, νῦν δὲ βασιλικῷ δικαστηρίῳ. Διήγημα καὶ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης γέγονα. Ποίοις ὀφθαλμοῖς ὄψομαι τὸν δικαστήν; οἵων ἀκοῦσαί με δεῖ ῥημάτων; κάλλος ἐπίβουλον, εἰς τοῦτο μόνον ὑπὸ τῆς φύσεως δοθέν, ἵνα μου πλησθήσῃ τῶν διαβολῶν.1
那一次你把对我的诬谤招摇于坟墓,如今却招摇于王廷大殿。我已成了传遍亚洲与欧洲的话柄。我将用怎样的目光去看审判官?我不得不聆听怎样的污言秽语?阴险的美貌啊,你由自然所赋予,只为让你充满对我的诽谤!
Ἑρμοκράτους θυγάτηρ κρίνεται καὶ τὸν πατέρα συνήγορον οὐκ ἔχει· οἱ μὲν γὰρ ἄλλοι ἐπὰν εἰς δικαστήριον εἰσίωσιν, εὔνοιαν εὔχονται καὶ χάριν, ἐγὼ δὲ φοβοῦμαι μὴ ἀρέσω τῷ δικαστῇ.”
赫尔莫克拉忒斯的女儿受审,却无父亲作辩护人;旁人步入法庭时,皆祈求好感与恩宠,而我却唯恐取悦了审判官。”
Τοιαῦτα ὀδυρομένη τὴν ἡμέραν ὅλην ἀθύμως διήγαγε καὶ μᾶλλον ἐκείνης Διονύσιος· νυκτὸς δὲ ἐπελθούσης ὄναρ ἔβλεπεν αὑτὴν ἐν Συρακούσαις παρθένον εἰς τὸ τῆς Ἀφροδίτης τέμενος εἰσιοῦσαν κἀκεῖθεν ἐπανιοῦσαν ὁρῶσαν Χαιρέαν καὶ τὴν τῶν γάμων ἡμέραν ἐστεφανωμένην τὴν πόλιν ὅλην καὶ προπεμπομένην αὑτὴν ὑπὸ πατρὸς καὶ μητρὸς εἰς τὴν οἰκίαν τοῦ νυμφίου.
如此悲叹着,她整日都郁郁寡欢,而狄奥尼修斯比她更为沮丧。黑夜来临时,她做了一个梦,梦见自己在叙拉古仍是处女,正步入阿佛洛狄忒的圣所,从那里返回时见到了海里亚斯,并在大婚之日见整座城邑都佩戴着花环,自己则在父母的送行下被迎入新郎的宅邸。
Μέλλουσα δὲ καταφιλεῖν Χαιρέαν ἐκ τῶν ὕπνων ἀνέθορε καὶ καλέσασα Πλαγγόνα ʽΔιονύσιος γὰρ ἔφθη προεξαναστάς,2 ἵνα μελετήσῃ τὴν δίκην’ τὸ ὄναρ διηγεῖτο. Καὶ ἡ Πλαγγὼν ἀπεκρίνατο “θάρρει, δέσποινα, καὶ χαῖρε· καλὸν ἐνύπνιον εἶδες· πάσης ἀπολυθήσῃ φροντίδος· ὥσπερ γὰρ ὄναρ ἔδοξας, οὕτω καὶ ὕπαρ. Ἄπιθι εἰς τὸ βασιλέως δικαστήριον ὡς ἱερὸν Ἀφροδίτης, ἀναμνήσθητι σαυτῆς, ἀναλάμβανε τὸ κάλλος τὸ νυμφικόν.” Καὶ ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει τὴν Καλλιρρόην, ἡ δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν, ὥσπερ προμαντευομένη τὰ μέλλοντα.
正当她要亲吻海里亚斯之际,她从睡梦中惊跳而起,唤来普兰贡——因狄奥尼修斯早已先她起身,去推敲推演审判的辩词——并将此梦告诉了她。普兰贡回答道:“夫人,振作起来,欢喜吧!您做了一个吉梦;您将从一切愁虑中解脱出来。 因为正如你在梦中所见的那样,现实中也将如此。去大王的法庭吧,就像去阿佛洛狄忒的圣殿一样,记起你原本的身份,重新焕发新娘的光彩吧!”一边这般说着,她一边给卡利罗厄更衣梳妆;而卡利罗厄宛如预先占卜到了未来之事,心境自然而然地开朗欢快起来。
Ἕωθεν οὖν ὠθισμὸς ἦν περὶ τὰ βασίλεια καὶ μέχρις ἔξω πλήρεις οἱ στενωποί· πάντες γὰρ συνέτρεχον τῷ μὲν δοκεῖν ἀκροαταὶ τῆς δίκης, τὸ δὲ ἀληθὲς Καλλιρρόης θεαταί· τοσούτῳ δὲ ἔδοξε κρείττων ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν.3
及至清晨,王宫四周摩肩接踵,连外面的狭巷也挤得水泄不通;因众人皆争相奔来,表面上是作审判的听众,实则为一睹卡利罗厄的芳容。而她此刻所展现的美貌胜过往昔的自己,正如她从前胜过其他妇人一样。
Εἰσῆλθεν οὖν εἰς τὸ δικαστήριον, οἵαν ὁ θεῖος ποιητὴς τὴν Ἑλένην ἐπιστῆναί φησι τοῖς ἀμφὶ Πρίαμον Πάνθοον ἠδὲ Θυμοίτην δημογέρουσιν· ὀφθεῖσα δὲ θάμβος ἐποίησε καὶ σιωπήν, πάντες δ’ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι· καὶ εἴγε Μιθριδάτην ἔδει πρῶτον εἰπεῖν, οὐκ ἂν ἔσχε φωνήν. Ὥσπερ γὰρ ἐπί τι τραῦμα παλαιὸν τὴν ἐρωτικὴν ἐπιθυμίαν σφοδροτέραν αὖθις ἐλάμβανε πληγήν.
于是她步入法庭,其姿态正如神圣的诗人所描述的海伦,降临在环侍普里阿摩斯、潘托俄斯与梯摩忒斯的元老们面前那般;众人一见她,无不惊叹肃然,且全都祈愿能与其并枕同榻。若是必须由米特拉达梯率先发言,他必定会发不出声来;因为仿佛在一处旧创伤之上那样,他在爱欲上再次遭受了更为沉重的一击。
- 5.5.3ἵνα μου πλησθήσῃ τῶν διαβολῶν
连词 ἵνα 后接动词 πίμπλημι 的被动语态第二人称单数将来直陈式(或通用希腊语接续法形式)πλησθήσῃ。在语法上,其呼告的主语既可理解为此处紧接的“阴险的美貌(κάλλος ἐπίβουλον)”,亦可追溯至此前责难的“命运女神(Τύχη)”;但结合紧邻的“自然所赋予”这一分词短语,视作对美貌的呼告最为自然。τῶν διαβολῶν 是表示充满的动词所支配的属格,μου 则用作宾格性属格(“对我的诽谤”)。
- 5.5.6ἔφθη προεξαναστάς
动词 φθάνω(抢先、占先)与作补充成分的分词 προεξαναστάς(预先起身)连用,构成表示动作先于他人的惯用补充分词结构,表明狄奥尼修斯已先于卡利罗厄起床。
- 5.5.8τοσούτῳ δὲ ἔδοξε κρείττων ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν
表示程度差别的与格相关词 τοσούτῳ... ὅσῳ(“有多大程度……便有多大程度……”)与带有反身代名词属格的比较结构 κρείττων ἑαυτῆς(“超越平素的自己”)相结合。在 ὅσῳ 从句中省略了谓语动词与比较级(即 [κρείττων ἦν] τὸ πρότερον τῶν ἄλλων γυναικῶν),构成了工整的双重比较:“她胜过往昔的自己,正如她从前胜过其他妇人一样”。
