← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.4.1-5.4.13

要求卡利罗厄出庭与审判延期

在大王开庭之前舆论分立;正日升殿后,米特拉达梯要求卡利罗厄出庭受审。狄奥尼修斯辩解未果,因未曾向妻子说明真相,只得将审判延期至次日。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.1

Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παρ’ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον. Ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη· Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν· ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην.

于是双方自此着手筹备这场审判,直如备战一场空前的大战。蛮族民众由此分裂:凡属总督阶层者皆倒向米特拉达梯——因他本系巴克特里亚人,后来才迁居卡里亚;而狄奥尼修斯则赢得了平民百姓的拥戴,盖因众人以为他受了违背律法的冤屈,其妻子遭人图谋,更何况是那样的妻子。

§5.4.2

Οὐ μὴν οὐδ’ ἡ γυναικωνῖτις ἡ Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ κἀνταῦθα διῃρέθησαν αἱ σπουδαί· τὸ μὲν γὰρ αὐτῶν ἐπ’ εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρρόῃ καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρισθῆναι, τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι συνηύχοντο.1

波斯的深闺女眷亦非无动于衷,此间的热情同样分成了两派:自负美貌的妇人们嫉妒卡利罗厄,巴不得她在审判中受辱;而妇人大众则出于对本邦女子的嫉视,一致祈愿那异邦女子能博得盛誉。

§5.4.3

Τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς Καλλιρρόην ὀνόματι Χαιρέου ʽζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκἀ, Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι ἐπέπειστο ἁλῶναι μὴ δύνασθαι. Προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν ποιήσηται.

双方各自都自以为胜券在握:狄奥尼修斯仰仗着米特拉达梯以海里亚斯之名写给卡利罗厄的书信——因他绝未料想海里亚斯尚在人世;而米特拉达梯因能当庭出示海里亚斯,确信自己绝不可能败诉。但他佯装畏惧并招揽辩护人,好借出其不意之举使自己的申辩更为光彩夺目。

§5.4.4

Ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν. Ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ βασιλεῖ. Ποῖος ἀγὼν Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτην ἔσχον σπουδῆς;

在这整整三十天里,波斯男女除这桩诉讼外别无他谈,以致若要说实话,整个巴比伦俨然成了一座大审判庭。这期限在所有人看来都漫长难耐,不仅寻常百姓如此,连大王本人亦复如是。试问何等奥林匹亚盛会或厄琉息斯秘夜,曾激起过如此殷切焦灼的期盼?

§5.4.5

Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς. Ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαιρέτως ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει διαφέρων· ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ, παρ’ ἑκάτερα δὲ τοῖς φίλοις καὶ τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων.2

及至预定的正日来临,大王升座。王宫中专设有一座充作法庭的大殿,其宏伟与壮丽无与伦比;大王的宝座居中而设,两旁则是依其品位与勋劳堪为众领袖之领袖的亲信重臣之席位。

§5.4.6

Περιεστᾶσι δὲ κύκλῳ τὸν θρόνον λοχαγοὶ καὶ ταξίαρχοι καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε ἐπ’ ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο. Παράγονται δὲ οἱ καθεζόμενοι μετὰ σιγῆς καὶ δέους.

宝座周围环侍着百夫长、军团长和大王最尊贵的获释奴隶,以致面对那座集会,人们大可赞叹道:“众神团坐宙斯身旁共商大计。”各入席者皆肃穆而怀着敬畏之情被引上殿来。

§5.4.7

Τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος ὑπὸ φίλων καὶ συγγενῶν, οὐ πάνυ τι λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ̓, ὡς ὑπεύθυνος, ἐλεεινός· ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλησίαν στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ κατέχων.

彼时黎明甫至,米特拉达梯在友人与亲属的护卫下率先登场;他全无光彩焕发之态,反以待罪之身的姿态显得楚楚可怜。狄奥尼修斯亦随后而至,身着希腊式样的米利都长袍,手中紧握那些书信。

§5.4.8

Ἐπεὶ δὲ εἰσήχθησαν, προσεκύνησαν. Ἔπειτα βασιλεὺς ἐκέλευε τὸν γραμματέα τὰς ἐπιστολὰς ἀναγνῶναι, τήν τε Φαρνάκου καὶ ἣν ἀντέγραψεν αὐτός, ἵνα μάθωσιν οἱ συνδικάζοντες πῶς εἰσῆκται τὸ πρᾶγμα. Ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν ἔπαινος ἐξερράγη πολὺς τὴν σωφροσύνην καὶ δικαιοσύνην θαυμαζόντων τὴν βασιλέως.

及至二人被引上堂,皆伏地叩拜。随后大王命书记官朗读信函——既读法尔纳克斯所呈之信,亦读大王亲笔之复函,以便合议陪审官得知此案由何而起。信函宣读完毕,众人对大王审慎与公正由衷赞叹,赞誉之声四起。

§5.4.9

Σιωπῆς δὲ γενομένης ἔδει μὲν ἄρξασθαι τοῦ λόγου Διονύσιον τὸν κατήγορον, καὶ πάντες εἰς ἐκεῖνον ἀπέβλεψαν· ἔφη δὲ Μιθριδάτης “οὐ προλαμβάνω” φησί, “δέσποτα, τὴν ἀπολογίαν, ἀλλ’ οἶδα τὴν τάξιν· δεῖ δὲ πρὸ τῶν λόγων ἅπαντας παρεῖναι τοὺς ἀναγκαίους ἐν τῇ δίκῃ· ποῦ τοίνυν ἡ γυνή, περὶ ἧς ἡ κρίσις; ἔδοξας δ’ αὐτὴν ἀναγκαίαν διὰ τῆς ἐπιστολῆς καὶ ἔγραψας παρεῖναι, καὶ πάρεστι.

殿内肃静之后,本应由原告狄奥尼修斯陈词开篇,众人的目光皆投向他。然而米特拉达梯说道:“大王啊,我并非要抢先申辩,我知晓堂上规矩;但辩词开启之前,本案不可或缺的当事人须得全部在场。那么,这桩判决所系的女子究竟在何处?您在信中认定她必不可缺,并降旨命她到场,而她现下已然抵城。

§5.4.10

Μὴ οὖν Διονύσιος ἀποκρυπτέτω τὸ κεφάλαιον καὶ τὴν αἰτίαν ὅλου τοῦ πράγματος.” Πρὸς ταῦτα ἀπεκρίνατο Διονύσιος “καὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός,3 οὔτε ἐγκαλοῦσαν οὔτε ἐγκαλουμένην αὐτήν.

因此万莫让狄奥尼修斯将全案的核心与肇因隐匿起来。”对此狄奥尼修斯反驳道:“违背丈夫意愿将他人之妻引至大庭广众之下,亦恰是通奸者的行径,况且她既非原告亦非被告。

§5.4.11

Εἰ μὲν οὖν διεφθάρη, ὡς ὑπεύθυνον ἔδει παρεῖναι· νῦν δὲ σὺ ἐπεβούλευσας ἀγνοούσῃ, καὶ οὔτε μάρτυρι χρῶμαι τῇ γυναικὶ οὔτε συνηγόρῳ. Τί οὖν ἀναγκαῖον παρεῖναι τὴν κατ’ οὐδὲν μετέχουσαν τῆς δίκης;” Ταῦτα δικανικῶς μὲν εἶπεν ὁ Διονύσιος, πλὴν οὐδένα ἔπειθεν· ἐπεθύμουν γὰρ πάντες Καλλιρρόην ἰδεῖν. Αἰδουμένου δὲ κελεῦσαι βασιλέως πρόφασιν ἔσχον οἱ φίλοι τὴν ἐπιστολήν· ἐκλήθη γὰρ ὡς ἀναγκαία. “Πῶς οὖν οὐκ ἄτοπον” ἔφη τις “ἐξ Ἰωνίας μὲν ἐλθεῖν, ἐν Βαβυλῶνι δὲ οὖσαν ὑστερεῖν;” Ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν εἰδυῖαν ʽεἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην’ εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.4

若她当真被引诱失贞,自当以待罪之身到场;然而如今是你背着一无所知的她设局构陷,而我既不用妻子为证人,亦不用她作申辩之助。那么,一个与此案毫无干系之人,又有何必要出庭呢?”狄奥尼修斯此番话虽极合诉讼辩术,却未能说服任何人;因众人都极欲一睹卡利罗厄的芳容。在大王顾虑体统犹豫是否降旨之际,近臣们便以王书为由——盖因她作为关键当事人已被传唤。“那么,”有人说道,“远自伊奥尼亚而来,人既已在巴比伦,岂有反倒不到庭的荒唐道理?”于是既然断定卡利罗厄亦须出庭,狄奥尼修斯因事先未曾对她吐露分毫,一路隐瞒进京巴比伦的缘由直至最后,生怕猝然将毫不知情的妻子带上法庭(因她极可能因受蒙骗而愤慨激怒),遂将审判延至次日。

语法注4 条
  1. 5.4.2τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι συνηύχοντο

    语法主语为中性单数名词 τὸ πλῆθος(大众、众人),但分词 φθονοῦσαι 却采用阴性复数主格,谓语动词 συνηύχοντο 亦为复数。这属于依义构词/意义一致(constructio ad sensum / synesis),指代上下文中的波斯平民妇人们。

  2. 5.4.5παρ’ ἑκάτερα δὲ τοῖς φίλοις καὶ τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων

    该句承接前文 ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ,省略了谓语动词及座席。其后的分句中,τοῖς ἀξιώμασι 与 ταῖς ἀρεταῖς 为限定与格(“无论在品位还是在勋劳上”),ὑπάρχουσιν 为第三人称复数现在时直陈式(隐含主语为前述大臣/亲信们),ἡγεμόνες ἡγεμόνων 则为主格表语(“他们是领袖之领袖”)。

  3. 5.4.10καὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός

    省略了系动词 ἐστί 的句式:καὶ τοῦτο μοιχοῦ [ἐστι]。属格 μοιχοῦ 为特征属格(characteristic genitive),表示“……的特征/行径”。不定式短语 παράγειν…… 作为真正的语法主语,句末的 οὐ θέλοντος ἀνδρός 则为独立属格(在丈夫不愿的情况下),表让步或伴随状况。

  4. 5.4.13Ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν εἰδυῖαν ʽεἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην’ εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.

    主句的主干为 ὁ Διονύσιος ... εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην(狄奥尼修斯将审判延至次日)。主语 ὁ Διονύσιος 前后修饰有三个分词短语(προειρηκώς、ἀποκρυψάμενος 和 φοβηθείς),中间更插入了解释性从句(εἰκὸς γὰρ ἦν...),造成主语与主要动词 ὑπερέθετο 之间出现显著的远隔跨度(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.4.1-5.4.13