← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.3.1-5.3.11

罗多古涅争艳落败与审判日期的确定

巴比伦贵妇们推举绝色佳人罗多古涅与卡利罗厄争艳,然而卡利罗厄的耀眼光华令罗多古涅彻底逊色认输;大王则向狄奥尼修斯下旨定于三十日后开庭审理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

Ἧκον παρὰ Στάτειραν, τὴν γυναῖκα τὴν βασιλέως τῶν ἐνδοξοτάτων Περσῶν αἱ γυναῖκες καί τις εἶπεν ἐξ αὐτῶν “ὦ δέσποινα, γύναιον Ἑλληνικὸν ἐπιστρατεύεται ταῖς ἡμετέραις οἰκίαις, ὃ καὶ πάλαι μὲν πάντες ἐθαύμαζον ἐπὶ τῷ κάλλει, κινδυνεύει δὲ ἐφ’ ἡμῶν ἡ δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι.1 Φέρ’ οὖν σκεψώμεθα πῶς μὴ παρευδοκιμηθῶμεν ὑπὸ τῆς ξένης.”

波斯最显赫权贵的夫人们来到王后斯塔泰拉驾前,其中一人说道:“女主人啊,一个希腊小女子正向我们的府邸发起进击,众人长久以来皆惊叹于她的美貌,如今波斯妇人的荣耀恐将断送在我们手中。来吧,让我们商议一下,怎样才不致被这异乡女子盖过风头。”

§5.3.2

Ἐγέλασεν ἡ βασίλισσα ἀπιστοῦσα τῇ φήμῃ, ἅμα δὲ εἶπεν “ἀλαζόνες εἰσὶν Ἕλληνες καὶ πτωχοὶ καὶ διὰ τοῦτο καὶ τὰ μικρὰ θαυμάζουσι μεγάλως. Οὕτως φημίζουσι Καλλιρρόην καλὴν ὡς καὶ Διονύσιον πλούσιον. Μία τοίνυν ἐξ ἡμῶν, ἐπειδὰν εἰσίῃ, φανή μετ’ αὐτῆς, ἵνα ἀποσβέσῃ τὴν πενιχράν τε καὶ δούλην.” Προσεκύνησαν πᾶσαι τὴν βασιλίδα καὶ τῆς γνώμης ἀπεθαύμασαν2 καὶ τὸ μὲν πρῶτον ὡς ἐξ ἑνὸς στόματος ἀνεβόησαν “εἴθε δυνατὸν ἦν ὀφθῆναί σε, δέσποινα,” εἶτα διεσχίσθησαν αἱ γνῶμαι· καὶ τὰς ἐνδοξοτάτας ὠνόμαζον ἐπὶ κάλλει.

王后对此等风闻不以为然,笑了起来,同时说道:“希腊人向来浮夸且贫寒,正因如此,微末小事在他们眼中亦觉无比奇伟。他们称颂卡利罗厄貌美,正如宣扬狄奥尼修斯富有一般。那么,待她进城时,我们之中挑出一人与她并肩现身,好让那贫贱的女奴黯然失色。”众妇人皆向王后俯伏下拜,叹服她的妙计。起初她们异口同声地呼喊道:“女主人啊,倘若您能亲自露面该有多好!”然而随后意见便分歧起来,她们纷纷推举以美貌著称的女子。

§5.3.4

Χειροτονία δὲ ἦν ὡς ἐν θεάτρῳ, καὶ προυκρίθη Ῥοδογύνη, θυγάτηρ μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα καὶ περιβόητον,3 οἷον τῆς Ἰωνίας Καλλιρρόη, τοιοῦτο τῆς Ἀσίας ἡ Ῥοδογύνη. Λαβοῦσαι δὲ αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παρ’ αὑτῆς συνεισφέρουσα εἰς κόσμον· ἡ δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον.

如同在剧场一般举行了举手表决,最终罗多古涅被选了出来;她是佐皮罗斯之女、梅加比祖斯之妻,生得殊艳倾城、盛名远扬——卡利罗厄之于伊奥尼亚,恰似罗多古涅之于亚洲。妇人们把她簇拥起来悉心妆点,各人自备饰物倾力襄助,王后更赐予臂镯与项链。

§5.3.5

Ἐπεὶ τοίνυν εἰς τὸν ἀγῶνα καλῶς αὐτὴν κατεσκεύασαν, ὡς δῆθεν εἰς ἀπάντησιν Καλλιρρόης παρεγίνετο· καὶ γὰρ εἶχε πρόφασιν οἰκείαν, ἐπειδὴ ἦν ἀδελφὴ Φαρνάκου, τοῦ γράψαντος βασιλεῖ περὶ Διονυσίου.

及至她们为这场比试将她盛装打扮停当,罗多古涅便佯称前去迎候卡利罗厄;盖因她是法尔纳克斯的姐妹——法尔纳克斯曾就狄奥尼修斯之事致信大王——因而她自有再恰当不过的借口。

§5.3.6

Ἐξεχεῖτο δὲ πᾶσα Βαβυλὼν ἐπὶ τὴν θέαν καὶ τὸ πλῆθος ἐστενοχώρει τὰς πύλας. Ἐν δὲ τῷ περιφανεστάτῳ παραπεμπομένη βασιλικῶς ἡ Ῥοδογύνη περιέμενεν· εἱστήκει δὲ ἁβρὰ καὶ θρυπτομένη καὶ ὡς προκαλουμένη, πάντες δὲ εἰς αὐτὴν ἀπέβλεπον καὶ διελάλουν πρὸς ἀλλήλους “νενικήκαμεν· ἡ Περσὶς ἀποσβέσει τὴν ξένην.

全巴比伦的百姓倾城而出争睹奇景,人潮挤塞了城门。罗多古涅在仪仗依王家之规簇拥下,在最显眼处驻足等候;她伫立在那儿,神态娇柔而矜持,宛如向对手发出挑战。众人无不注视着她,彼此窃窃私语:“我们赢了!波斯女子必叫那异邦女黯然失色。

§5.3.7

Εἰ δύναται, συγκριθήτω· μαθέτωσαν Ἕλληνες ὅτι εἰσὶν ἀλαζόνες.” Ἐν τούτῳ δὲ ἐπῆλθεν ὁ Διονύσιος καὶ μηνυθέντος αὐτῷ τὴν Φαρνάκου συγγενίδα παρεῖναι, καταπηδήσας ἐκ τοῦ ἵππου προσῆλθεν αὐτῇ φιλοφρονούμενος.

若她有这胆量,便来比个高下!好叫希腊人知道他们不过是狂妄之徒。”正在这时狄奥尼修斯赶到了,得知法尔纳克斯的女亲属在场,他便跃下马背,殷勤地上前致意。

§5.3.8

Ἐκείνη δὲ ὑπερυθριῶσα “θέλω” φησὶ “τὴν ἀδελφὴν ἀσπάσασθαι,” καὶ ἅμα τῇ ἁρμαμάξῃ προσῆλθεν. Οὔκουν δυνατὸν ἦν αὐτὴν ἔτι μένειν κεκαλυμμένην, ἀλλ’ ὁ Διονύσιος μὲν ἄκων καὶ στένων ὑπ’ αἰδοῦς τὴν Καλλιρρόην προελθεῖν ἠξίωσεν· ἅμα δὲ πάντες οὐ μόνον τοὺς ὀφθαλμοὺς ἀλλὰ καὶ τὰς ψυχὰς ἐξέτειναν καὶ μικροῦ δεῖν ἐπ’ ἀλλήλους κατέπεσον, ἄλλος πρὸ ἄλλου θέλων ἰδεῖν καὶ ὡς δυνατὸν ἐγγυτάτω γενέσθαι.

罗多古涅双颊微泛红晕,说道:“我愿问候我的姐妹,”说着便径直走向辎车。于是卡利罗厄再无法继续遮掩深藏,狄奥尼修斯虽满心不愿地叹息着,却出于礼数请卡利罗厄现身。那一刹那,所有人不仅极目远眺,连心魂都屏息以待,几乎相互踩踏跌倒,人人都争先恐后欲抢先一睹,并尽可能挨得最近。

§5.3.9

Ἐξέλαμψε δὲ τὸ Καλλιρρόης πρόσωπον, καὶ μαρμαρυγὴ κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ βαθείᾳ πολλοῦ φωτὸς αἰφνίδιον φανέντος· ἐκπλαγέντες δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει Ῥοδογύνην παρεῖναι. Συνῆκε δὲ καὶ ἡ Ῥοδογύνη τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρρόης, παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν.4 Ἡ μὲν ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι, μηκέτι ἔχοντες Καλλιρρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον. Βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον, ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς αὐτὸν “ἐχρῆν μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην πεπιστευμένου μὴ βραδύνειν·5 ἀφίημι δέ σοι τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες.

卡利罗厄的容颜骤然绽现光华,璀璨的光芒夺去了所有人的双目,恰如在沉沉黑夜中蓦然显现出一片耀眼的强光。蛮族人惊骇得伏地敬拜,浑然忘了罗多古涅亦在当场。罗多古涅亦深知自己落败,既无法脱身离去,又不愿为人瞻视,便随同卡利罗厄钻入了车帷之内,将自身交由胜者带走。 辎车遮蔽着帷幔前行,人们既然无法再亲睹卡利罗厄,便纷纷亲吻车舆。大王听闻狄奥尼修斯已至,遂命宦官阿尔塔克萨特斯向他传谕道:“你既告发一位受托掌管重权的重臣,本不该延误稽留;但我免去对你的责罚,因你是携妻同行。

§5.3.11

Ἐγὼ δὲ νῦν μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί· τριακοστῇ δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης.” Προσκυνήσας ὁ Διονύσιος ἀπηλλάγη.

我当下正值举行节庆、操办祭祀;三十日之后我自会开庭听讼。”狄奥尼修斯俯伏拜谢,躬身退下。

语法注5 条
  1. 5.3.1κινδυνεύει δὲ ἐφ’ ἡμῶν ἡ δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι

    介词短语 ἐφ’ ἡμῶν 表时间范围,意为“在我们这个时代/在我们手里”。尽管从语境上亦可引申理解为施事意味的“由我们”,但 ἐπί 接属格的标准用法是表示时代或时期,故此处指波斯妇人的名声面临在她们这一代被摧毁的危险。

  2. 5.3.3τῆς γνώμης ἀπεθαύμασαν

    复合动词 ἀποθαυμάζω 在此处直接接表示感叹对象或缘由的原因属格 τῆς γνώμης(“叹服于她的见解”),而非通常的宾格宾语。

  3. 5.3.4μέγα τι χρῆμα καὶ περιβόητον

    作为同位语修饰前面的 Ῥοδογύνη。名词 χρῆμα(字面为“事物”)在此与形容词连用,形成一种惯用修辞,指代非同寻常的人物或尤物(“极其非凡且声名赫赫的绝色”)。

  4. 5.3.10παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν

    不定式 φέρειν 充当分词 παραδοῦσα 之后的目的或结果不定式,以 αὑτήν 为逻辑宾语,意为“将自身交由更强者(或命运等更高力量)带走”。

  5. 5.3.10ἐχρῆν μέν σε ... μὴ βραδύνειν

    未完成过去时无人称动词 ἐχρῆν(不带 ἄν)用于表达过去未能实现的义务或应当采取的行动,意为“你本不应当迟延(而你实际上迟延了)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.3.1-5.3.11