← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.2.1-5.2.9

米特里达梯先抵巴比伦与卡利罗厄名动全城

米特里达梯率先抵达巴比伦求见大王,并嘱咐凯里亚斯在审判前隐蔽行踪;与此同时,卡利罗厄绝世美貌的传闻轰动全城,察觉危机的狄奥尼修斯遂试图将她藏匿起来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.1

Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ὁ δὲ Μιθριδάτης δι᾽ Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδρότερον, μάλιστα μὲν δεδοικὼς μὴ καὶ τοῦτο αἴτιον αὐτῷ γένηται πρὸς βασιλέως, ὅτι κατ’ ἴχνος ἐπηκολούθει τῇ γυναικί, ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκροτῆσαι τὰ πρὸς τὴν δίκην.

当他们处于这般境遇时,米特里达梯正取道亚美尼亚更加急速地赶路,他一方面极担心因紧随那妇人的足迹而在大王面前招致罪名,另一方面也急于抢先抵达,为审判作好筹划。

§5.2.2

Ἀφικόμενος οὖν εἰς Βαβυλῶνα ʽβασιλεὺς γὰρ αὐτόθι διέτριβεν’ ἐκείνην μὲν τὴν ἡμέραν ἡσύχασε παρ’ ἑαυτῷ· πάντες γὰρ οἱ σατράπαι σταθμοὺς ἔχουσιν ἀπὁ??ʼμένους· τῆς δὲ ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο μὲν Περσῶν τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος πρῶτον μὲν δώροις ἐτίμησεν, εἶτα “ἀπάγγειλον” εἶπε “βασιλεῖ· Μιθριδάτης σὸς δοῦλος πάρεστιν ἀπολύσασθαι διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.”

他抵达巴比伦后——大王正驻跸于此——当天便在自己的寓所内闭门歇息,因为所有的省督都备有专设的馆舍。次日,他来到王宫门前,先行问候了波斯的同侪权贵,接着对在王驾前最具权势的宦官阿尔塔克萨特斯先是以重礼敬奉,随后说道:“请向大王禀报:您的奴仆米特里达梯已到,特来洗刷希腊人的毁谤并俯伏朝拜。”

§5.2.3

Μετ’ οὐ πολὺ δ’ ἐξελθὼν ὁ εὐνοῦχος ἀπεκρίνατο ὅτι “ἐστὶ βασιλεῖ βουλομένῳ1 Μιθριδάτην μηδὲν ἀδικεῖν· κρινεῖ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται.” Προσκυνήσας οὖν ὁ Μιθριδάτης ἀπηλλάττετο, μόνος δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς αὐτὸν “ἐγὼ κρίνομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρρόην ἐγκαλοῦμαι· τὴν γὰρ σὴν ἐπιστολήν, ἣν ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει· πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς δίκης, ἵνα αἰφνίδιον ὀφθῇς.

不多时,那宦官出来回复道:“大王意在不愿米特里达梯遭受不白之冤,但待狄奥尼修斯也抵达后自会定夺。”米特里达梯遂下拜离去。当只剩他一人时,他召来凯里亚斯并对他说道:“我面临受审,皆因欲将卡利罗厄归还于你而遭构陷。你写给你妻子的信,狄奥尼修斯声称是我伪造,并自以为握有了通奸的确据。他深信你已死,且就让他在审判之前一直如此确信,以便你能突然现身。

§5.2.4

Ταύτην ἀπαιτῶ σε τῆς εὐεργεσίας τὴν ἀνταμοιβήν· ἀπόκρυψον σεαυτόν· μήτε ἰδεῖν Καλλιρρόην μήτ’ ἐξετάσαι τι περὶ αὐτῆς καρτέρησον.” Ἄκων μέν, ἀλλ’ ἐπείθετο Χαιρέας καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτοῦ τὰ δάκρυα κατὰ τῶν παρειῶν· εἰπὼν δὲ “ποιήσω, δέσποτα, ἃ προστάττεις” ἀπῆλθεν εἰς τὸ δωμάτιον, ἐν ᾧ κατήγετο μετὰ Πολυχάρμου ʽ??ʼ φίλου, καὶ ῥίψας ἑαυτὸν εἰς τοὔδαφ̔??ʼς, πεῥ??ʼενος τὸν χιτῶνα ἀμφοτέραις χερσὶν ἑλὡ??ʼιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς,2 χάριεν δ’ ᾔσχυνε πρόσωπον. Εἶτα ἔλεγε κλάων “ἐγγύς ἐσμεν, ὦ Καλλιρρόη, καὶ οὐχ ὁρῶμεν ἀλλήλους.

我要你以这桩回报酬答我的恩德:把自己隐藏起来,忍耐着既不要去见卡利罗厄,也不要打听关于她的任何事。”凯里亚斯虽满心不愿,却也唯命是从,极力隐蔽行迹,泪水却顺着面颊潸潸而下。他说了声“主人,我必遵从您的吩咐”,便退回到他与朋友波利查莫斯同住的房中,扑倒在地,撕裂内袍,双手抓起乌黑的尘土倾倒在头顶,玷污了他那俊美的容颜。随后他垂泪说道:“卡利罗厄啊,我们离得如此之近,却不得相见。

§5.2.5

Σὺ μὲν οὖν οὐδὲν ἀδικεῖς· οὐ γὰρ οἶδας ὅτι Χαιρέας ζῇ· πάντων δὲ ἀσεβέστατος ἐγώ, μὴ βλέπειν σε κεκελευσμένος, καὶ ὁ δειλὸς καὶ φιλόζωος μέχρι τοσούτου φέρω τυραννούμενος. Σοὶ δὲ εἴ τις τοῦτο προσέταξεν, οὐκ ἂν ἔζησας.”

你本无任何过错,因为你并不知道凯里亚斯还活着;然而我是全天下最不敬之人,奉命不去见你,竟怯懦贪生,被专制摆布到了这般地步还苟活忍耐。可要是换作你,若有人给你下达此等命令,你断然不会苟活于世。”

§5.2.6

Ἐκεῖνον μὲν οὖν παρεμυθεῖτο Πολύχαρμος, ἤδη δὲ καὶ Διονύσιος πλησίον ἐγένετο Βαβυλῶνος καὶ ἡ φήμη προκατελάμβανε τὴν πόλιν, ἀπαγγέλλουσα πᾶσιν ὅτι παραγίνεται γυνή, κάλλος οὐκ ἀνθρώπινον ἀλλά τι θεῖον, ὁποίαν ἐπὶ γῆς ἄλλην ἥλιος οὐχ ὁρᾷ· φύσει δέ ἐστι τὸ βάρβαρον γυναιμανές, ὥστε πᾶσα οἰκία καὶ πᾶς στενωπὸς ἐπεπλήρωτο τῆς δόξης· διέβαινε δὲ ἡ φήμη μέχρις αὐτοῦ βασιλέως, ὥστε καὶ ἤρετο Ἀρταξάτην τὸν εὐνοῦχον εἰ πάρεστιν ἡ Μιλησία.

波利查莫斯正劝慰他,而此时狄奥尼修斯也已临近巴比伦。流言早已先行席卷了全城,奔走相告着将有一位妇人到来,其美貌非属凡尘而宛若神明,普天之下太阳亦未曾照耀过这等姿容。蛮族人性本好色如狂,因而家家户户、街头巷尾皆充斥着关于她的美名;这传闻甚至传入了大王耳中,以致大王亦向宦官阿尔塔克萨特斯询问那位米利都妇人是否已到。

§5.2.7

Διονύσιον δὲ καὶ πάλαι μὲν ἐλύπει τὸ περιβόητον τῆς γυναικὸς ʽοὐ γὰρ εἶχεν ἀσφάλειαν̓, ἐπεὶ δὲ εἰς Βαβυλῶνα ἔμελλεν εἰσιέναι, τότ’ ἤδη καὶ μᾶλλον ἐνεπίμπρατο, στενάξας δὲ ἔφη πρὸς ἑαυτὸν “οὐκέτι ταῦτα Μίλητός ἐστι, Διονύσιε, ἡ σὴ πόλις· κἀκεῖ δὲ τοὺς ἐπιβουλεύοντας ἐφυλάττου.

狄奥尼修斯早前便为妻子的盛名远扬而深感苦恼——因这绝无安全可言——而当他行将进入巴比伦时,彼时更是愁肠百结,长叹着自言自语道:“狄奥尼修斯,这里再不是你的城池米利都了;即便在那儿,你也曾防备着阴谋奸徒。

§5.2.8

Τολμηρὲ καὶ τοῦ μέλλοντος ἀπροόρατε, εἰς Βαβυλῶνα Καλλιρρόην ἄγεις, ὅπου Μιθριδᾶται τοσοῦτοι; Μενέλαος ἐν τῇ σώφρονι Σπάρτῃ τὴν Ἑλένην οὐκ ἐτήρησεν, ἀλλὰ παρηυδοκίμησε καὶ βασιλέα βάρβαρος ποιμήν· πολλοὶ Πάριδες ἐν Πέρσαις. Οὐχ ὁρᾷς τοὺς κινδύνους, οὐ τὰ προοίμια; πόλεις ἡμῖν ἀπαντῶσι καὶ θεραπεύουσι σατράπαι.

你这鲁莽且不顾后患之辈,竟要把卡利罗厄带往有这么多米特里达梯的巴比伦吗?在克己庄重的斯巴达,墨涅拉奥斯尚且未曾守住海伦,一个蛮族牧人竟将堂堂一国之王比了下去;而波斯人中不知有多少个帕里斯。难道你看不出危险,看不出前兆吗?诸城出郭相迎,省督卑躬逢迎。

§5.2.9

Σοβαρὡ??ʼ γέγονεν ἤδη, καὶ οὔπω βασιλεὺς ἑώρακεν ʽ??ʼ Μία τοίνυν σωτηρίας ἐλπὶς διακλέψαι τὴν γὑ??ʼ φυλαχθήσεται γάρ, ἂν δυνηθῇ λαθεῖν.” Τἁ??ʼτα λογισάμενος ἵππου μὲν ἐπέβη, τὴν δὲ Καλλιρρόην εἴασεν ἐπὶ τῆς ἁρμαμάξης καὶ συνεκάλυψε τὴν σκηνήν. Τάχα δ’ ἂν καὶ προυχώρησεν, ὅπερ ἤθελεν, εἰ μὴ συνέβη τι τοιοῦτον.

事态已变得如此轰动,而大王尚未亲眼见到她。如今唯有一线保全的希望:将这妇人神不知鬼不觉地藏匿起来;只要能够瞒过众人,她便能安然无恙。”他这般思忖已毕,便跨上坐骑,让卡利罗厄留在辎车中,并把帷帐遮蔽严实。若非发生了下面这等变故,他的盘算或许真能如愿以偿。

语法注3 条
  1. 5.2.3ἐστὶ βασιλεῖ βουλομένῳ

    人称代词/名词的与格(βασιλεῖ)与分词(βουλομένῳ)同系动词 εἰμί 连用的惯用句式,意为“正如大王所愿”(相当于拉丁语 mihi volenti est)。其后的不定式短语 Μιθριδάτην μηδὲν ἀδικεῖν 充当语义上的主语从句/补足成分。

  2. 5.2.4ἑλὼν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς

    化用自荷马《伊利亚特》卷十八23-24行(描写阿喀琉斯悼念帕特罗克洛斯)的诗歌典故与拟古表述。κὰκ 是介词 κατά 经切尾及辅音同化后的形式(κατὰ κεφαλῆς → κὰκ κεφαλῆς),是将史诗英雄哀恸的固定套语融入通俗散文的用法。文中的脱漏据此补作 ἑλὼν [κόνιν] αἰθαλόεσσαν。

  3. 5.2.9διακλέψαι τὴν γυναῖκα

    动词 διακλέπτω 在此并非单纯指“盗取”,而是表示“暗中引开、瞒过众人悄悄藏匿”。此处指狄奥尼修斯试图将卡利罗厄藏在帷帐中,使她避开巴比伦公众和大王的视线。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.2.1-5.2.9