← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§5.1.1-5.1.8

卡利罗厄渡过幼发拉底河与前往王庭

在简述前情之后,卡利罗厄行至幼发拉底河畔,深感自己即将彻底告别希腊世界,于是在河岸上哀叹自己坎坷的命运并渡过大河。狄奥尼修斯一行受到沿途当地民众的热情款待与护送,众人都被卡利罗厄的绝美所折服,并期冀她日后权倾一时。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.1

Ὡς μὲν ἐγαμήθη Καλλιρρόη Χαιρέᾳ, καλλίστη γυναικῶν ἀνδρὶ καλλίστῳ, πολιτευσαμένης Ἀφροδίτης τὸν γάμον, καὶ ὡς δι’ ἐρωτικὴν ζηλοτυπίαν Χαιρέου πλήξαντος αὐτὴν ἔδοξε τεθνάναι, ταφεῖσαν δὲ πολυτελῶς εἶτα ἀνανήψασαν ἐν τ̔??ʼάφῳ τυμβωρύχοι νυκτὸς ἐξήγαγον ἐκ Σικελίας, πλεύσαντες δὲ εἰς Ἰωνίαν ἐπώλησαν Διονυσίῳ, καὶ τὸν ἔρωτα τὸν Διονυσίου καὶ τὴν Καλλιρρόης πρὸς Χαιρέαν πίστιν καὶ τὴν ἀνάγκην τοῦ γάμου διὰ τὴν γαστέρα καὶ τὴν Θήρωνος ὁμολογίαν καὶ Χαιρέου πλοῦν ἐπὶ ζήτησιν τῆς γυναικὸς ἅλωσίν τε αὐτοῦ καὶ πρᾶσιν εἰς Καρίαν μετὰ Πολυχάρμου τοῦ φίλου, καὶ ὡς Μιθριδάτης ἐγνώρισε Χαιρέαν μέλλοντα ἀποθνήσκειν καὶ ὡς ἔσπευδεν ἀλλήλοις ἀποδοῦναι τοὺς ἐρῶντας, φωράσας δὲ τοῦτο Διονύσιος ἐξ ἐπιστολῶν· διέβαλεν αὐτὸν πρὸς Φαρνάκην, ἐκεῖνος δὲ πρὸς βασιλέα, βασιλεὺς δὲ ἀμφοτέρους ἐκάλεσεν ἐπὶ τὴν κρίσιν, ταῦτα ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται·1 τὰ δ’ ἑξῆς νῦν διηγήσομαι.

女中最美的卡利罗厄如何与男中最美的凯里亚斯成婚,而阿佛洛狄忒亲自掌管了这场婚事;凯里亚斯又如何因情爱的嫉妒击打了她,使她宛如死去;她被隆重安葬后又在坟墓中苏醒,盗墓贼在夜间将她带出西西里,扬帆驶往伊奥尼亚,把她卖给了狄奥尼修斯;狄奥尼修斯的爱慕,卡利罗厄对凯里亚斯的忠贞,因腹中胎儿而被迫成婚的无奈,塞隆的招供,凯里亚斯出海寻妻,以及他与朋友波利查莫斯一同被俘并被卖至卡里亚;米特里达梯又如何在凯里亚斯濒死之际认出了他,并竭力使这对情人破镜重圆,而狄奥尼修斯借书信察觉此事后向法尔纳克斯诬告他,后者又向大王控告,大王遂传唤双方前来进行审判——这一切已在前一卷中叙明;接下来的事情,我如今将要讲述。

§5.1.3

Καλλιρρόη μὲν γὰρ μέχρι Συρίας καὶ Κιλικίας κούφως ἔφερε τὴν ἀποδημίαν· καὶ γὰρ Ἑλλάδος ἤκουε φωνῆς καὶ θάλατταν ἔβλεπε τὴν ἄγουσαν εἰς Συρακούσας· ὡς δ’ ἧκεν ἐπὶ ποταμὸν Εὐφράτην, μεθ’ ὃν ἤπειρός ἐστι μεγάλη ἀφετήρι εἰς τὴν βασιλέως γῆν τὴν πολλήν, τότε ἤδη πόθος αὐτὴν ὑπεδύετο πατρίδος τε καὶ συγγενῶν, ἀπογνώσει τῆς τοὔμπαλιν ὑποστροφῆς.

事实上,卡利罗厄直到叙利亚和基利基亚为止,尚能轻松地承受这段旅程;因为她还能听到希腊话,还能望见通往绪拉库撒的大海。然而,当她来到幼发拉底河畔——渡过此河便是那片通往大王广袤国土的大陆门户——彼时,因绝望于再难重返故里,对祖国和亲人的思念便悄然袭上心头。

§5.1.4

Στᾶσα δὲ ἐπὶ τῆς ᾐόνος καὶ πάντας ἀναχωρῆσαι κελεύσασα πλὴν Πλαγγόνος τῆς μόνης πιστῆς, τοιούτων ἤρξατο λόγων “Τύχη βάσκανε καὶ μιᾶς γυναικὸς προσφιλονεικοῦσα πολέμῳ, σύ με κατέκλεισας ἐν τάφῳ ζῶσαν, κἀκεῖθεν ἐξήγαγες οὐ δι’ ἔλεον, ἀλλ’ ἵνα λῃσταῖς με παραδῷς.

她伫立在河岸上,命众人退下,唯独留下忠心耿耿的普兰贡,随后开口说道:“嫉妒成性的命运啊,你竟对一个孤弱女子怀着恶意开战!你将我活着关进坟墓,又将我从中带出,却非出于怜悯,而是为了把我交给盗贼。

§5.1.5

Ἐμερίσαντό μου τὴν φυγὴν θάλασσα καὶ Θήρων· ἡ Ἑρμοκράτους θυγάτηρ ἐπράθην καί, τὸ τῆς δουλείας μοι βαρύτερον, ἐφιλήθην, ἵνα ζῶντος Χαιρέου ἄλλῳ γαμηθῶ. Σὺ δὲ καὶ τούτων ἤδη μοι φθονεῖς· οὐκέτι γὰρ εἰς Ἰωνίαν με φυγαδεύεις. Ξένην μέν, πλὴν Ἑλληνικὴν2 ἐδίδως γῆν, ὅπου μεγάλην εἶχον παραμυθίαν, ὅτι θαλάσσῃ παρεκαθήμην· νῦν δὲ ἔξω με τοῦ συνήθους ῥίπτεις ἀέρος καὶ τῆς πατρίδος ὅλῳ διορίζομαι κόσμῳ.

大海与塞隆瓜分了我的流亡岁月;我这赫尔莫克拉忒斯的女儿沦为被鬻之身,而且对我而言比做奴隶更为沉重的是,我竟为人所爱,以致在凯里亚斯尚在人世时便嫁给了别人。如今你甚至嫉妒我拥有这些,因为你不再仅仅将我流放到伊奥尼亚。你虽曾赐给我异乡,但终究还是希腊的土地,在那里我尚有巨大的慰藉,因我守坐在海滨;而如今你却将我抛掷在惯常的空气之外,我与祖国竟被整个世界所阻隔。

§5.1.6

Μίλητον ἀφείλου μου πάλιν, ὡς πρότερον Συρακούσας· ὑπὲρ τὸν Εὐφράτην ἀπάγομαι καὶ βαρβάροις ἐγκλείομαι μυχοῖς ἡ νησιῶτις, ὅπου μηκέτι θάλασσα. Ποίαν ἔτ’ ἐλπίσω ναῦν ἐκ Σικελίας καταπλέουσαν; ἀποσπῶμαι καὶ τοῦ σοῦ τάφου, Χαιρέα.

你重新从我手中夺走了米利都,正如先前夺走绪拉库撒一样;我被带到了幼发拉底河彼岸,我这岛屿之女,竟被禁锢在再无大海的蛮荒幽境之中。我还能期盼哪艘从西西里驶来的航船呢?凯里亚斯啊,就连你的坟墓,我也被硬生生剥离了。

§5.1.7

Τίς ἐπενέγκῃ σοι χοάς, δαῖμον ἀγαθέ; Βάκτρα μοι καὶ Σοῦσα λοιπὸν οἶκος καὶ τάφος. Ἅπαξ, Εὐφρᾶτα, μέλλω σε διαβαίνειν· φοβοῦμαι γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ δόξω κἀκεῖ καλή τινι.”3 Ταῦτα ἅμα λέγουσα τὴν γῆν κατεφίλησεν, εἶτα ἐπιβᾶσα τῆς πορθμίδος διεπέρασεν.

谁来为你献上奠祭呢,我善好的守护神?巴克特拉和苏萨从此将是我的家园与坟冢。幼发拉底河啊,我注定只渡过你一次;因为我所惧怕的与其说是路途的遥远,不如说是害怕在那里我也被某人视作美貌。”她一边说着这番话,一边亲吻大地,随后踏上渡船横渡了过去。

§5.1.8

Ἦν μὲν οὖν καὶ Διονυσίῳ χορηγία πολλή· πλουσιώτατα γὰρ ἐπεδείκνυτο τῇ γυναικὶ τὴν παρασκευήν· βασιλικωτέραν δὲ τὴν ὁδοιπορίαν αὐτοῖς παρεσκεύασεν ἡ τῶν ἐπιχωρίων φιλοφρόνησις. Δῆμος παρέπεμπεν εἰς δῆμον, καὶ σατράπης παρεδίδου τῷ μεθ’ αὑτόν, πάντας γὰρ ἐδημαγώγει τὸ κάλλος. Καὶ ἄλλη δέ τις ἐλπὶς ἔθαλπε τοὺς βαρβάρους, ὅτι ἥδε ἡ γυνὴ μέγα δυνήσεται, καὶ διὰ τοῦτο ἕκαστος ἔσπευδε ξένια διδόναι ἢ πάντως τινὰ χάριν εἰς αὐτὴν ἔχειν ἀποκειμένην.

狄奥尼修斯一行自有充裕的资财用度,因为他极尽奢华地向妻子展示其行装排场;然而当地百姓的殷勤好客,使他们的行程更显王者风范。一个部族将他们护送到下一个部族,省督将他们交接给邻任,因为她的美貌俘获了所有人的心。而且蛮族人心中还怀着另一层期待:这位妇人日后必将权倾一方;为此,人人竞相献上宾礼,务求在她那里结下一份恩情作为日后的依靠。

语法注3 条
  1. 5.1.2Ὡς μὲν ἐγαμήθη Καλλιρρόη ... ταῦτα ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται

    从第1节延伸至第2节开头的长篇前情提要的基本构架。若干从属从句(ὡς μὲν ἐγαμήθη... 及 καὶ ὡς ... ἔδοξε...)与宾格名词短语(καὶ τὸν ἔρωτα... 及 καὶ τὴν πίστιν... ἅλωσίν τε καὶ πρᾶσιν)以及后续从句(καὶ ὡς Μιθριδάτης ἐγνώρισε...)由并列连词串联,最终统摄于末尾的中性复数指示代词主语 ταῦτα,作主句被动动词 δεδήλωται 的主语。

  2. 5.1.5πλὴν Ἑλληνικὴν

    为了与前文的 ξένην μέν 构成对比,πλὴν Ἑλληνικήν 理解为“(虽是异乡,但)终究是希腊的(土地)”,即解读为 πλὴν Ἑλληνικὴν γῆν,强调其流亡之地虽非故土但仍在希腊文化海域范围之内。

  3. 5.1.7φοβοῦμαι γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ δόξω κἀκεῖ καλή τινι

    接在 φοβοῦμαι 之后的句式,将相关结构 οὐχ οὕτως ... ὡς ...(与其说……不如说…… / 不如……那样甚)与表示担心的 μή + 不定过去时虚拟语气从句(μὴ δόξω)相结合。直译为“我并不像害怕在那里我也可能被某人视为貌美那样,害怕路途之漫长”,生动突出了她对自身美貌在异邦再度招致祸患的深层忧惧远胜于舟车劳顿。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.1.1-5.1.8