- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.7.1-4.7.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知密信败露后,米特拉达梯起初企图叛乱,但在得知卡利罗厄已随夫启程后,遂决意受审,期望能再见她并洗清罪名。与此同时,随夫前往王廷的卡利罗厄沿途因绝世美貌引起轰动,狄奥尼修斯则对可能出现的情敌满怀恐惧,并后悔当初贸然告发。
Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς ὑποστρέψας ὁ Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. Προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν τὸν βασιλέως, ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλιρρόην δ’ ἁρπάσας ἀποστῆναι βασιλέως.
米特拉达梯惊骇万分,不知这番控告起于何因,这时返回的许癸诺斯向他说明了仆人们身上的变故。得知自己因书信泄露而遭出卖,米特拉达梯惧怕诬告和大王的震怒,盘算着不再动身前往内地朝廷,而是图谋攻占米利都,除掉罪魁祸首狄奥尼修斯,并掳走卡利罗厄背叛大王。
“Τί γὰρ σπεύδεις” φησὶ “παραδοῦναι δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ κρατήσεις ἐνθάδε μένων· μακρὰν γάρ ἐστι βασιλεὺς καὶ ἔχει στρατηγούς· εἰ δὲ καὶ ἄλλως ἀθετήσειεν, οὐδὲν δυνήσῃ χεῖρον παθεῖν. Ἐν τοσούτῳ δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν. Ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία1 καὶ μετὰ Καλλιρρόης θάνατος ἡδύς.” Ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρρόην ἐπάγεται. Τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης ἢ τὸ πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην· ἀποκλαύσας δὲ τὴν ἑαυτοῦ συμφορὰν “ἐπὶ ποίαις” φησὶν “ἐλπίσιν ἔτι μένω;
“你为何急于把自由交到主子手中呢?”他自言自语道,“留在此地,你或许还能取胜;因为大王路途遥远,且手下有将领;即使他以其他缘由弃绝你,你也不可能遭遇更悲惨的结局了。在此期间,切莫背弃两件最美好的事物:爱情与统治权。统治权力是荣耀的裹尸布,而与卡利罗厄同归于尽亦是甜蜜的。”正当他还在筹划此事并准备叛乱时,有人前来报信,称狄奥尼修斯已离开米利都,并将卡利罗厄一同带走。米特拉达梯听到这则消息,比听到传唤他受审的诏令更为痛苦。他为自己的不幸痛哭流涕,说道:“我还抱有什么希望留在这里呢?
προδίδωσί με πανταχόθεν ἡ τύχη. Τάχα γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα· εἰ δὲ ἀποθανεῖν δεήσειε, πάλιν ὄψομαι Καλλιρρόην· κἂν ἐν τῇ κρίσει Χαιρέαν ἕξω μετ’ ἐμαυτοῦ καὶ Πολύχαρμον οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας.” Πᾶσαν οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν ἐξώρμησε Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι·2 ὥστε οὐδὲ μετὰ δακρύων προύπεμψαν αὐτόν, ἀλλὰ μετὰ θυσιῶν καὶ πομπῆς.
命运在各个方面都抛弃了我。或许大王会怜悯我未曾犯下任何过错;即使注定要死,我也能再次见到卡利罗厄;而在审判中,我身边还将有海瑞亚斯和波利查谟斯,他们不仅是辩护人,更是证人。”于是他命令所有随从随行,怀着坚信自己会被判明无辜的开朗心境离开卡里亚;因此众人送别他时并非伴以眼泪,而是伴以祭祀与庄严的游行行列。
Ἕνα μὲν οὖν στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν ὁ Ἔρως, ἐξ Ἰωνίας δὲ ἐνδοξότερον ἄλλον· ἐπιφανέστερον γὰρ καὶ βασιλικώτερον ἦν τὸ κάλλος. Προύτρεχε γὰρ τῆς γυναικὸς ἡ φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρρόη παραγίνεται, τὸ περιβόητον ὄνομα, τὸ μέγα τῆς φύσεως κατόρθωμα, Ἀρτέμιδι ἰκέλη ἢ χρυσείῃ Ἀφροδίτῃ.
于是爱神厄洛斯从卡里亚派出了这样一支队伍,而从爱奥尼亚出发的另一支队伍则更为辉煌显赫;因为那份美貌更加出众,更具王室风度。女子的声名早已传布在前,向所有人宣告卡利罗厄即将到来——那是闻名遐迩的名字,大自然的伟大造化,“宛若阿耳忒弥斯或金色的阿佛洛狄忒”。
Ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. Πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν· ἐδόκει δὲ τοῖς πᾶσι τῆς φήμης ἡ γυνὴ κρείττων. Μακαριζόμενος δὲ Διονύσιος ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ μέγεθος· γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως· διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταί τε καὶ πλάσται περιτεθείκασιν αὐτῷ, τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα. Μνήμη δὲ ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ γεγόνασι τῶν καλῶν γυναικῶν. Πάντα οὖν Διονύσιον ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ τὸν ἀντίδικον μόνον, ἀλλ’ αὐτὸν τὸν δικαστήν, ὥστε καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας, ἐξὸν καθεύδειν τήν τ’ ἐρωμένην ἔχειν·3 οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρρόην καὶ ἐπὶ τῆς Ἀσίας ὅλης.
审判的故事亦使她名声更炽。整座整座的城邑都倾城相迎,争相奔赴一睹芳容的人群挤满了道路;在所有人眼中,这位女子甚至胜过了盛传的美名。狄奥尼修斯虽受万人称羡,心中却充满痛苦,福运的巨大反而使他更加胆战心惊;因为他受过良好教养,深知爱神喜新厌旧;正因如此,诗人和雕塑家才赋予他弓箭与烈火——这些最轻捷且不肯停歇之物。 古老故事的回忆也涌上他的心头:那些绝色女子遭遇过多少命运的逆转!因此一切都令狄奥尼修斯恐惧,他把所有人都视作情敌,不仅是对簿公堂的对手,甚至包括主审者本人;以至于他后悔自己过于轻率地向法尔纳客斯告发了这些事,而他原本可以安睡并拥有所爱;毕竟在米利都守住卡利罗厄,与在整个亚洲境内守住她截然不同。
Διεφύλαττε δ’ ὅμως τὸ ἀπόρρητον μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς τὴν γυναῖκα, ἀλλ’ ἡ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν Ἰωνίᾳ πραγμάτων. Ἐλυπεῖτο δὲ Καλλιρρόη, μακρὰν στελλομένη θαλάσσης Ἑλληνικῆς· ἕως γὰρ τοὺς Μιλησίων λιμένας ἑώρα; Συρακουσῶν ἐδόκει ἐγγὺς τυγχάνειν· μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου τάφον ἐκεῖ.
然而他始终保守着秘密,未向妻子吐露实情,借口只说是大王召见他,意欲就爱奥尼亚的政务进行商榷。卡利罗厄则因被送往远离希腊之海的异乡而悲痛不已;因为只要还能眺望米利都的港湾,她就觉得自己仿佛仍靠近叙拉古,且在那里还有海瑞亚斯的陵墓作为巨大的慰藉。
- 4.7.2Ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία
省略系词 ἐστί 的警句式格言。此句化用了古典时期著名的箴言(如伊索克拉底等人使用的“僭政乃华美之寿衣”),将表语名词短语 ἐντάφιον ἔνδοξον 倒置前提以作强调,主语为 ἡ ἡγεμονία。
- 4.7.4ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι
由介词 ἐκ 引导中性单数属格冠词 τοῦ 的冠词不定式结构。其中 ἄν 与 δόξαι(或抄本异读 ἂν δοκεῖν)结合,表潜在或主观预期的推论,意为“出于坚信自己会被认为未犯任何过错(的推断)”。
- 4.7.7ἐξὸν καθεύδειν τήν τ’ ἐρωμένην ἔχειν
非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对独立结构(accusative absolute),在此表让步或违实假定(“原本完全可以安歇并保有爱人”),统领后面的两个并列不定式 καθεύδειν 与 ἔχειν。
