- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.6.1-4.6.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯向总督法尔纳客斯控告米特拉达梯,法尔纳客斯遂向国王阿尔塔薛西斯呈递密信。国王在廷臣意见分歧的情况下,决意传讯米特拉达梯受审,并决定同时传召那位传闻中的绝美之妻。
Μεθ’ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ’ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων· αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. “Ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς τὴν γυναῖκα τὴν ἐμήν.” Ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. Ἄσμενος ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην ʽἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν̓, τὸ δὲ πλέον διὰ τὸν ἔρωτα· καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρρόης καὶ δι’ αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον μετὰ τῆς γυναικός.
于是次日,他对妻子的看管更加严密,以免有人接近她或向她转告卡里亚发生的事端;而他自己则筹划了这样一番报复。当时恰逢吕底亚与爱奥尼亚总管法尔纳客斯在当地逗留,此人在大王派往海滨各省的显贵中被视为权势最大者。狄奥尼修斯前来见他,因为两人本是友人,并请求作私下交谈。“我恳求您,大人,”他说道,“救救我,也救救您自己。因为米特拉达梯——这天下最卑劣之人,也是嫉恨您的人——与我结为宾客之谊,却图谋我的婚姻,并连同黄金寄送通奸书信给我的妻子。”说罢,他朗读了信件并陈述了其中的圈套。法尔纳客斯欣然倾听了这番陈词,这或许有一部分是因为米特拉达梯的缘故(由于辖区相邻,他们之间产生过不少龃龉),但更多的则是出于爱意;因为他自己也对卡利罗厄神魂颠倒,且正因她的缘故,他频频留宿米利都,常邀请狄奥尼修斯偕其妻子出席宴请。
Ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸ δυνατὸν καὶ γράφει δι’ ἀπορρήτων ἐπιστολήν. ΒΑΣΙΛΕΙ ΒΑΣΙΛΕΩΝ ΑΡΤΑΞΕΡΞΗι ΣΑΤΡΑΠΗΣ ΛΥΔΙΑΣ ΚΑΙ ΙΩΝΙΑΣ ΦΑΡΝΑΚΗΣ ΙΔΙΩι ΔΕΣΠΟΤΗι ΧΑΙΡΕΙΝ.
于是他许诺尽力襄助,并写了一封密信:“致万王之王阿尔塔薛西斯,吕底亚与爱奥尼亚总督法尔纳客斯致自身的主上,敬礼。
Διονύσιος ὁ Μιλήσιος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. Οὗτος ἀπωδύρατο πρός με ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος διαφθείρει αὐτοῦ τὴν γυναῖκα. Φέρει δὲ μεγάλην ἀδοξίαν εἰς τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν. Πᾶσα μὲν γὰρ παρανομία σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. Καὶ γὰρ ὁ Διονύσιός ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον, ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν.
米利都人狄奥尼修斯是您世代相传的忠仆,对您的王室尽职效劳。此人向我哭诉,卡里亚总管米特拉达梯与他结下宾主之交,却意图诱污其妻。此事将给您的盛业带来极大恶名,甚至引发动荡。盖因总督的一切不法之举皆当谴责,而这一桩尤甚。因为狄奥尼修斯是爱奥尼亚人中最有威望者,其妻的美貌名满天下,以至于这番暴行绝不可能瞒过众人。”
Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. Γνῶμαι δὲ ἐρρήθησαν διάφοροι· τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις, ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι τὸν Μιθριδάτην ʽεἶχε δὲ πολλοὺς... προεστηκότασ̓ οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς ποιεῖν ἄνδρα δόκιμον.
接到这封呈送的信件后,国王当着众廷臣朗读,并商议当如何处置。席间提出了截然不同的看法:对那些嫉恨米特拉达梯或觊觎其总督职位的人而言,认为不应放任对显要人物婚姻的图谋;而对那些天性宽柔或器重米特拉达梯的人来说(他在显要权贵中有诸多奥援),因一纸诬告而惩处一位功勋卓著者绝非所愿。
Ἀνωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν βασιλεύς, ἀλλ’ ὑπερέθετο τὴν σκέψιν· νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ τοῦ μέλλοντος· ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως.1
意见纷纭不决,国王在那一天未做任何裁决,而是推迟了决断。夜幕降临后,一方面出于维持王权的体统而对邪恶满怀痛恨,另一方面对未来的忧惧悄然涌上心头;因为他感到米特拉达梯此举已显露出藐视王权的苗头。
Ὥρμησεν οὖν καλεῖν ἐπὶ τὴν δίκην αὐτόν· ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν. Σύμβουλοι μὲν οὖν καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι· καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ τοὔνομα τῆς γυναικός.
于是他决意传唤其受审;然而另一股情欲却促使他将那位美丽的妇人也一并召来。黑暗与独处成了他的谋士,提醒国王信中涉及此节的部分,而外界的传闻也进一步撩拨着他——说在爱奥尼亚有一位绝色的卡利罗厄;国王对法尔纳客斯唯独心生不满的,便是他未在信中写明妇人的姓名。
Ὅμως δ’ ἐπ’ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν2 ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. Γράφει δὲ πρὸς Φαρνάκην Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον πρὸς δὲ Μιθριδάτην Ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.
然而,抱着或许另一位妇人竟比名声在外的绝色更为出众的不确定念头,他决定将妇人也一并召见。他致信法尔纳客斯道:“将米利都人狄奥尼修斯,我的仆人,遣送前来”;又致信米特拉达梯:“速来答辩,证明你未曾图谋狄奥尼修斯的婚姻。”
- 4.6.6ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως
此处是由前文 εὐλάβεια(忧虑、提防)所隐含的思想/判断意义所引出的“主语对格+不定式”间接引语结构。主语对格 τὸν Μιθριδάτην 支配不定式 ἔχειν,其宾语为 ἀρχήν(具有端绪/露出苗头),并由宾格性属格 καταφρονήσεως(藐视)加以限定。
- 4.6.8ἐπ’ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν
介词 ἐπί 支配中性与格形容词 ἀμφιβόλῳ(存疑、不确定),其后接冠词性属格不定式 τοῦ ... τυγχάνειν。不定式的逻辑主语是对格 ἑτέραν(另一个女人),κρείττονα 为表语性对格,τῆς φημιζομένης 为比较属格,整个结构意为“在揣度那位异于传闻中的妇人或许反而更为出色的不确定念头之下”。
