- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.5.1-4.5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特拉达梯派人将凯雷阿斯的信连同自己的亲笔信送出,留在普里埃涅的奴仆因放荡挥霍被将官扣押,信件被转呈给狄奥尼修斯。狄奥尼修斯在宴席上展读信件,得悉凯雷阿斯在世而当场昏厥,退入密室后怀疑这是米特拉达梯诱奸卡利罗厄的诡计。
Ταύτην τὴν ἐπιστολὴν ἔδωκεν Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δι’ ἐκείνην Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν ἐκείνης προσλάβῃ ψῆφον.
米特拉达梯将这封信交给了最受信任的仆人许吉努斯——他同时也是米特拉达梯在卡里亚全副产业的总管——并向他吐露了自己的恋情。他自己也给卡利罗厄写了一封信,向她表达好意与关照,说自己是为了她才救下凯雷阿斯的,并劝告她不要轻慢结发丈夫,还许诺只要能得到她的首肯,自己将亲自谋划好让两人破镜重圆。
Συνέπεμψε δὲ τῷ Ὑγίνῳ τρεῖς ὑπηρέτας καὶ δῶρα πολυτελῆ καὶ χρυσίον συχνόν· εἴρητο δὲ πρὸς τοὺς ἄλλους οἰκέτας, ὅτι πέμπει ταῦτα Διονυσίῳ, πρὸς τὸ ἀνύποπτον. Κελεύει δὲ τὸν Ὑγῖνον, ἐπειδὰν ἐν Πριήνῃ γένηται, τοὺς μὲν ἄλλους αὐτοῦ καταλιπεῖν, μόνον δὲ αὐτόν, ὡς Ἴωνα (καὶ γὰρ ἡλλήνιζε τῇ φωνῇ) κατάσκοπον εἰς τὴν Μίλητον πορευθῆναι· εἶτ’ ἐπειδὰν μάθῃ πῶς ἂν χρήσαιτο τοῖς πράγμασι,1 τότε τοὺς ἐκ Πριήνης εἰς Μίλητον ἀπαγαγεῖν.
他派了三名随从同许吉努斯一道前往,并带上了贵重的礼物和大量的黄金;为了不引人怀疑,已向其他仆人宣称这些是送给狄奥尼修斯的。他吩咐许吉努斯,抵达普里埃涅后将其他人留在当地,只由他一人化装成爱奥尼亚人(因为他的谈吐已然希腊化)前往米利都充当密探;然后,等到弄清楚该如何应对局势时,再把留在普里埃涅的人带往米利都。
Ὁ μὲν οὖν ἀπῄει καὶ ἔπραττε τὰ κεκελευσμένα, ἡ τύχη δὲ οὐχ ὅμοιον τῇ γνώμῃ τὸ τέλος ἐβράβευσεν, ἀλλὰ μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν. Ἐπειδὴ γὰρ Ὑγῖνος εἰς Μίλητον ἀπηλλάγη, καταλειφθέντες οἱ δοῦλοι τοῦ προεστηκότος ἔρημοι πρὸς ἀσωτίαν ὥρμων, ἔχοντες χρυσίον ἄφθονον.
于是许吉努斯出发并执行指令,但命运裁定的结局并未顺应他的心意,反而掀起了一场更大事件的开端。因为当许吉努斯动身前往米利都后,被留下的奴仆们由于脱离了主管的看顾,手头又握有大把黄金,便肆意挥霍起来。
Ἐν πόλει δὲ μικρᾷ καὶ περιεργίας Ἑλληνικῆς πλήρει ξενικὴ πολυτέλεια τοὺς πάντων ἐπέστρεψεν ὀφθαλμούς· ἄγνωστοι γὰρ ἄνθρωποι καὶ τρυφῶντες ἔδοξαν αὐτοῖς μάλιστα μὲν λῃσταί, δραπέται δὲ πάντως.
在这样一座充满希腊式好事与探询的小城里,外邦人的豪奢引来了所有人的目光;在城中人看来,来历不明却过着奢靡生活的家伙,十有八九是盗匪,无论如何也是逃奴。
Ἧκεν οὖν εἰς τὸ πανδοκεῖον ὁ στρατηγὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ· φώρια δὲ νομίσας ἀνέκρινε τοὺς οἰκέτας τίνες εἶεν καὶ πόθεν ταῦτα. Φόβῳ δὲ βασάνων κατεμήνυσαν τὴν ἀλήθειαν ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος δῶρα πέπομφε Διονυσίῳ, καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυσαν. Ὁ δὲ στρατηγὸς τὰ μὲν γράμματα οὐκ ἔλυσεν· ἦν γὰρ ἔξωθεν κατασεσημασμένα, δημοσίοις2 δὲ παραδοὺς ἅπαντα μετὰ τῶν οἰκετῶν ἔπεμψε πρὸς Διονύσιον, εὐεργεσίαν εἰς αὐτὸν κατατίθεσθαι νομίζων.
于是将官来到客栈,经过搜查发现了黄金与华贵的饰物;他认定这些是赃物,便审讯这些奴仆,查问他们是谁、这些东西从何而来。奴仆们惧怕酷刑,招出了实情,说卡里亚总管米特拉达梯送了礼物给狄奥尼修斯,并且出示了书信。将官并未拆阅信件,因为信件是从外面密封好的;他把所有物品连同奴仆移交给公差,送往狄奥尼修斯那里,自以为是向对方施了一份人情。
Ἐτύγχανε μὲν οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς ἐφθέγγετο καὶ δι’ ᾠδῆς ἠκούετο μέλος. Μεταξὺ δὲ ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολὴν ΣΤΡΑΤΗΓΟΣ ΠΡΙΗΝΕΩΝ ΒΙΑΣ ΕΥΕΡΓΕΤΗι ΔΙΟΝΥΣΙΩι ΧΑΙΡΕΙΝ Δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ συλλαβὼν ἀνέπεμψα πρὸς σέ. Ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς δωρεαῖς· ἐντεμεῖν δὲ τὰς σφραγῖδας κελεύσας ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. Εἶδεν οὖν ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ. Ζῶ.
此时狄奥尼修斯恰巧正在款待城中最显赫的公民,宴会十分华丽,笛声已然吹响,歌咏之声不绝于耳。就在这时,有人呈递给他一封信:“普里埃涅将官庇阿斯致恩人狄奥尼修斯,敬礼。从卡里亚总管米特拉达梯那里送给您的礼物与信件,被这伙恶奴挥霍糟蹋;我将他们拘捕后,遣送至您台前。”狄奥尼修斯在宴席正中读了这封信,因这番王侯般的馈赠而面有得色;他命人切开封泥,试图展读里面的信件。随后他看到了这样的字眼:“凯雷阿斯致卡利罗厄。我还活着。”
Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,3 εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. Καὶ μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα, φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. Θορύβου δὲ καὶ συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τὸ πάθος ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον οἰκίσκον, ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν.
登时,“他的双膝与心房颓然瘫软”,旋即眼前一片漆黑。然而尽管晕厥过去,他仍紧紧抓着信纸,生怕落入旁人眼中。喧哗与聚集的人声四起时,他清醒过来,察觉到这番变故,便吩咐仆人将自己抬到另一个房间,佯装只是想求得片刻安宁。
Τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη (φαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχε), Διονύσιος δὲ καθ’ ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς ἐπιστολάς. Κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα, θυμός, ἀθυμία, φόβος, ἀπιστία. Ζῆν μὲν οὖν Χαιρέαν οὐκ ἐπίστευε (τοῦτο γὰρ οὐδὲ ὅλως ἤθελε), σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι θέλοντος Καλλιρρόην ἐλπίδι Χαιρέου.
于是宴会沮丧地散席了(因为众人都以为他是突发中风),而狄奥尼修斯一人独处时,反复研读着信件。各种情感交织着笼罩了他:愤怒、沮丧、恐惧、怀疑。他并不相信凯雷阿斯还活着(因为他根本不愿如此),反而认定这是米特拉达梯的通奸诡计,意图借对凯雷阿斯的希望来诱使卡利罗厄失节。
- 4.5.2πῶς ἂν χρήσαιτο τοῖς πράγμασι
间接疑问句中的潜能祈愿语气(ἄν 搭配过去祈愿语气)。虽然从属于主要时态的时间从句(ἐπειδὰν μάθῃ),但此处保留了直接思维或直接问句中的潜能祈愿语气(πῶς ἂν χρησαίμην; ‘我当如何应对局势?’)。
- 4.5.6δημοσίοις
阳性复数形容词的名词化用法,省略了 ὑπηρέταις 或 δούλοις,指由普里埃涅城邦指派用于执行公务、押送看管的人员(公差、公仆)。
- 4.5.9Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ
直接借用荷马史诗的程式化短语(见《奥德赛》4.703等)。在句法上,τοῦ 是修饰身体部位(γούνατα, ἦτορ)的属格代词(‘他的’),αὐτοῦ 则作为地点/时间副词,意为‘当场’、‘登时’。动词 λύτο 是无增音的根词干不定过去时中被动态第三人称单数,与中性复数主语 γούνατα(以及单数 ἦτορ)在语法上呼应。
