- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.4.1-4.4.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特拉达梯劝阻了企图单枪匹马前往米利都夺回妻子的凯雷阿斯,建议他先通过书信试探卡利罗厄的心意。凯雷阿斯在极度的悲痛与泪水中,提笔写信向卡利罗厄陈述自己的生还、苦难与深情。
Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν· Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος ὢν μεταξὺ Χαιρέου τε καὶ Διονυσίου αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρρόην ἀποίσεται.
那充塞着忧虑的夜晚笼罩了所有人,无人能够成眠:凯雷阿斯愤怒不已,波利哈尔摩斯加以宽慰,而米特拉达梯则暗自欣喜,期待着自己能像竞技场上的轮空轮候者一样,在凯雷阿斯与狄奥尼修斯相持之际,毫不费力地把战利品卡利罗厄收入囊中。
Τῆς δ’ ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα· μὴ γὰρ ἂν μηδὲ Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν·1 ὁ δὲ Μιθριδάτης “ἐμοῦ μὲν ἕνεκα” φησὶν “ἄπιθι, βούλομαι γάρ σε μηδεμίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός· ὄφελον μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν ἀμφοῖν· ἐπεὶ δὲ ἡ φιλόκαινος τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον· νῦν γὰρ σπεύδεις πάθει μᾶλλον ἢ λογισμῷ μηδὲν τῶν μελλόντων προορώμενος.
次日提出商议时,凯雷阿斯主张立即前往米利都,向狄奥尼修斯索要自己的妻子;他声称卡利罗厄一旦见到他,绝不会再留在那边。然而米特拉达梯说:“依我而言,你尽管去吧,因为我也不希望你与妻子分离哪怕一天。但愿你们从未离开过西西里,两人也未曾遭遇任何灾祸!然而,既然喜新厌旧的命运给你们披上了一出阴郁的戏剧,就必须对后续之事更审慎地考量;因为现在你是凭激情而非理智在行事,对将来的后果全无预见。
Μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί σε μᾶλλον ἢ βοηθῆσαι.
你孤身一人、以异乡人的身份前往那座最大的城邦,却想从爱奥尼亚首屈一指的显贵富豪手中夺走与他深厚结合的妻子,你是仗着何种力量?赫尔墨克拉特斯和米特拉达梯是你仅有的盟友,却远在天边,只能为你悲叹而无法相助。
Φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. Δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη· δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. Ἐδέθης μέν, ἀλλ’ ἔζησας· ἐπράθης, ἀλλ’ ἐμοί. Νῦν δέ, ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ,2 τίς σε θεῶν δυνήσεται σῶσαι; Παραδοθήσῃ δὲ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, κἂν ἀληθῶς εἶναί σε νομίσῃ.
我也担忧那片地方的命运。你在那里已然受尽了折磨,但相比之下,当年的遭遇反而会显得仁慈了。你虽被捆绑,却活了下来;你虽被贩卖,却卖到了我这里。如今狄奥尼修斯若发觉你在图谋破坏他的婚姻,哪个神明能够救你?你会被交到情敌兼独裁者的手中;或许大家根本不信你是凯雷阿斯,而若他当真认定你就是凯雷阿斯,你的危险反而更大。
Σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ ἔρωτος, ὅτι οὗτος ὁ θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν ἢ κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ.3
难道唯独你一人不懂得爱欲的神性,不知这位神明素喜欺瞒与诡计吗?依我之见,你最好先通过书信去试探那女人,看她是否还记得你并愿离开狄奥尼修斯,抑或想要‘使迎娶她之人的家室兴旺’。
Ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. Βάδιζε καὶ γράφε.” Πείθεται Χαιρέας καὶ ἐπ’ ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ’ οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. Ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς· ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ Ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ καὶ σόν· ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός· ἐξέπεμψε δὲ ἐπ’ αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ. Τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ’ ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος δεσπότου.
给她写封信吧:让她悲伤、让她欣喜、让她寻觅、让她呼唤;至于信件的送达,我自会安排。去写吧。”凯雷阿斯被说服了,退到独处之处想要动笔,却因泪如泉涌、双手颤抖而无法成文。待他把自身的灾祸痛哭一场之后,才勉强写下了这样一封信: “凯雷阿斯致卡利罗厄。我还活着,且是因我的恩人——我希望也是你的恩人——米特拉达梯而活着;因为我被蛮族卖到了卡里亚,正是他们纵火烧毁了你父亲那艘华美而威严的将官三列桨战船,城邦曾为了你派使节乘坐它出海。至于其他公民,我不知下落如何;而我和朋友波利哈尔摩斯就在将要被处决之际,主人的仁慈挽救了我们。
Πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο· θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. Ἀλλ’ ἱκετεύω, μετανόησον. Κατασπένδω τούτων μου τῶν γραμμάτων δάκρυα καὶ φιλήματα.
米特拉达梯施予了我一切恩惠,但抵过这一切的是,他竟将你的婚事告诉了我,这使我悲痛欲绝;因为身为凡人我本预料到死亡,却万万未料到你的婚事。但我哀求你,回心转意吧!我在这封信上洒下了泪水与亲吻。
Ἐγὼ Χαιρέας εἰμὶ ὁ σὸς ἐκεῖνος, ὃν εἶδες παρθένος εἰς Ἀφροδίτην βαδίζουσα, δι᾽ ὃν ἠγρύπνησας. Μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς πεῖραν ἐλάβομεν. Ἀλλ’ ἐζηλοτύπησα. Τοῦτο ἴδιόν ἐστι φιλοῦντος. Δέδωκά σοι δίκας.
我就是你的那个凯雷阿斯,你在少女时代走向阿佛洛狄忒神庙时所见到的、并曾为之夜不能寐的那个人。请记起那间洞房与那神秘的良宵,在那里你初识男人,我初识女人。然而我嫉妒了,这是深爱之人的常情。我已向你抵偿了罪愆。
Ἐπράθην, ἐδούλευσα, ἐδέθην. Μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς· κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. Εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον· εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν.
我被出卖,沦为奴隶,戴上枷锁。请不要记恨我那轻率的一踢;因为我也为了你登上十字架,未曾对你有半点怨尤。倘若你如今仍念记着我,我所受的苦难便算不得什么;但若你另有心意,你便是在向我宣判死刑。”
- 4.4.2μὴ γὰρ ἂν μηδὲ Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν
间接引语中 ἄν 搭配不定式(ἐμμένειν)的结构,转述原想法中的虚拟或潜在语气(带 ἄν)。不定式的主语为宾格 Καλλιρρόην。μὴ ... μηδέ 双重否定构成强烈否定,分词 ἰδοῦσαν 带有条件从属意味(“若看见他”)。
- 4.4.4ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ
由感知动词 αἰσθάνομαι 支配的补充成分分词结构。阳性单数宾格分词 ἐπιβουλεύοντα 与省略的宾语“你”(σε)保持一致,指凯雷阿斯(“若狄奥尼修斯察觉到[你]正在图谋危害他的婚姻”)。
- 4.4.5ὅς κεν ὀπυίῃ
由关系代词 ὅς 搭配史诗小词 κεν(相当于雅典方言的 ἄν)及虚拟式 ὀπυίῃ 构成的结构。此处化用了荷马史诗(《奥德赛》15.21)的惯用诗句,在散文叙述中带入史诗语调。
