← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§4.3.1-4.3.12

米特拉达梯营救凯雷阿斯与卡利罗厄再婚的消息

米特拉达梯从波利哈尔摩斯口中得知被判刑的友人正是凯雷阿斯,遂在刑场上千钧一发之际将他救下并盛情款待;然而当他透露卡利罗厄已改嫁他人时,凯雷阿斯陷入绝望,求死并痛斥妻子的不贞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.1

Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. Ἀλλ’ ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος.

于是波利哈尔摩斯开始陈述道:“我们这两个囚徒,按出身是叙拉古人。然而另一位青年,曾因声名、财富和俊美而在西西里首屈一指;而我出身低微,却是他的同学和挚友。

§4.3.2

Καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δι’ ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρρόην τοὔνομα, ἥν, δόξας ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς, τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. Τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ λῃστής.

于是我们抛下父母出海离乡,我是为了他,他则是为了一个名叫卡利罗厄的女子。他以为妻子已死,便隆重地安葬了她;盗墓贼却发现她还活着,将她卖到了爱奥尼亚。海盗塞隆在受公家严刑拷问时,将此事告知了我们。

§4.3.3

Ἔπεμψεν οὖν ἡ πόλις Συρακουσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. Ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. Ἡμεῖς μὲν οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν· ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες.

叙拉古城邦便派遣了一艘三列桨座战船和使者去搜寻这位女子。这艘战船夜间停泊时,蛮族人纵火烧船,屠杀了大多数人,将我和朋友绑起来卖到了这里。我们本来克制地忍受着这番灾厄;但与我们绑在一起的其他几个人——我们根本不认识他们——挣断了锁链犯下杀人之罪,在您的命令下,我们全都被押往十字架。

§4.3.4

Ὁ μὲν οὖν φίλος οὐδὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί, προήχθην1 δὲ αὐτῆς μνημονεῦσαι καὶ τῶν κακῶν αἰτίαν εἰπεῖν ἐκείνην, δι’ ἣν ἐπλεύσαμεν.” Ἔτι λέγοντος αὐτοῦ Μιθριδάτης ἀνεβόησε “Χαιρέαν λέγεις.”

我的朋友即便临死也没有怨怪妻子,我却忍不住提及了她,并指认我们为之出航的那个女人正是一切祸患的根源。”他还在说着,米特拉达梯便失声大呼:“你说的是凯雷阿斯!”

§4.3.5

“Τὸν φίλον” εἶπεν ὁ Πολύχαρμος· “ἀλλὰ δέομαί σου, δέσποτα, κέλευσον τῷ δημίῳ μηδὲ τοὺς σταυροὺς ἡμῶν διαζεῦξαι.” Δάκρυα καὶ στεναγμὸς ἐπηκολούθησε τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης ἐπὶ Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. Εὗρον δὲ τοὺς μὲν ἄλλους ἀνῃρημένους, ἄρτι δ’ ἐκεῖνον ἐπιβαίνοντα τοῦ σταυροῦ.

“正是我的朋友,”波利哈尔摩斯说,“但我恳求您,主人,请吩咐行刑者,甚至不要将我们的十字架分开。”述说之后伴随着泪水与叹息,米特拉达梯派出所有人赶往凯雷阿斯那里,免得他抢先丧命。他们发现其他人已被处死,而凯雷阿斯正刚刚踏上十字架。

§4.3.6

Πόρρωθεν οὖν ἐκεκράγεσαν ἄλλος ἄλλο τι “φεῖσαι, κατάβηθι, μὴ τρώσῃς, ἄφες.” Ὁ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν· Χαιρέας δὲ λυπούμενος κατέβαινε τοῦ σταυροῦ· χαίρων γὰρ ἀπηλλάσσετο βίου πονήρου καὶ ἔρωτος ἀτυχοῦς. Ἀγομένῳ δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος εἶπεν “ἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι2 διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ̓ ἄκαιρόν σου σιωπήν.” Εὐθὺς οὖν προσέταξε τοῖς οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι, λουσαμένοις δὲ περιθεῖναι χλανίδας Ἑλληνικὰς πολυτελεῖς· αὐτὸς δὲ γνωρίμους ἐς τὸ συμπόσιον παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. Πότος ἦν μακρὸς καὶ ἡδεῖα φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν ἐνέδει.

众人便在远处纷纷喊道,有的喊这,有的喊那:“住手!下来!别伤他!放开他!”行刑者于是止住了动作;凯雷阿斯却满心哀伤地走下十字架,因为他本欣慰于能摆脱这痛苦的生命和不幸的爱恋。当他被带回时,米特拉达梯迎上前去,拥抱着他说:“兄弟、朋友啊,由于你克制却不合时宜的沉默,你差一点就陷我于犯下不敬神的大罪了!” 他随即命令仆人带他们去沐浴、护理身体,并在沐浴后给他们换上华贵的希腊斗篷;他自己则邀请熟识之人赴宴,并为凯雷阿斯的获救献上感恩祭。饮宴持续了很久,款待亲切宜人,欢愉之情无一欠缺。

§4.3.8

Προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς Μιθριδάτης οἴνῳ καὶ ἔρωτι “μὴ γὰρ τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου,3 Χαιρέα” φησίν, “ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῃρέθης.” Ἐκπλαγεὶς οὖν ὁ Χαιρέας ἀνέκραγε “ποῦ γὰρ σὺ Καλλιρρόην εἶδες τὴν ἐμήν;” “Οὐκέτι σὴν” εἶπεν ὁ Μιθριδάτης, “ἀλλὰ Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν· ἤδη δὲ καὶ τέκνον ἐστὶν αὐτοῖς.” Οὐκ ἐκαρτέρησεν ὁ Χαιρέας ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼν “ἱκετεύω σε, πάλιν, ὦ δέσποτα, τὸν σταυρόν μοι ἀπόδος. Χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ διηγήματι ζῆν ἀναγκάζων.

随着盛宴渐入高潮,米特拉达梯在酒与爱欲的催热下说道:“凯雷阿斯啊,我怜悯的不是你的锁链和十字架,而是你被夺走了这样一位妻子。”凯雷阿斯大惊失色,喊道:“你在何处见过我的卡利罗厄?”“她已不再属于你了,”米特拉达梯说,“而是已依法嫁给了米利都的狄奥尼修斯;如今他们甚至已有了一个孩子。” 凯雷阿斯闻言再也无法忍受,扑倒在米特拉达梯的膝前说道:“主人啊,我哀求您,再次把十字架还给我吧!逼我在听到这般消息后苟活,是对我更残酷的折磨。

§4.3.10

Ἄπιστε Καλλιρρόη καὶ πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες ἐμοῦ δεδεμένου. Οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου Χαιρέου ζῶντος,4 γέγονας δὲ καὶ μήτηρ.” Κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. Μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν τι περὶ Καλλιρρόης, ἵνα δοκῇ φίλῳ βοηθεῖν.5 “Ἄρτι μὲν οὖν” ἔφη, “νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ’ ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων· δεῖται γὰρ ἡ σκέψις σχολῆς μακροτέρας.” Ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο, καθάπερ ἦν ἔθος αὐτῷ, τοῖς δὲ Συρακουσίοις νεανίσκοις θεραπείαν τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.

负心的卡利罗厄,一切女人中最不贞敬的女人!我为了你被卖为奴、掘土劳作、背负十字架并被交到行刑者手中,而你却在享受奢华,在我身陷缧绁之时操办婚礼献祭!在凯雷阿斯尚在人世时成为别人的妻子还不够,你竟然还做了母亲!” 众人皆痛哭起来,宴席化作一片凄凉的景象。对此唯独米特拉达梯暗自欣喜,心中萌生了情爱的希望,以为借着帮助朋友的名义,自己如今已能就卡利罗厄之事说话行事了。 “现在既然是夜晚,”他说,“我们且先散去;明天清醒时我们再商议此事,因为这番考量需要更从容的余暇。”说完这些话,他起身解散了宴席,自己如往常一样去歇息,同时给那两位叙拉古青年指定了贴身侍从和一所独立的宅邸。

语法注5 条
  1. 4.3.4προήχθην

    προήχθην 为动词 προάγω 的被动不定过去时,意为“被促使、致使”。此处与不定式 μνημονεῦσαι 连用,表示“我忍不住提及她”或“我被迫说出她的名字”。

  2. 4.3.6μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι

    μικροῦ(省略了 ἔδει 等动词的属格短语)后接直陈式不定过去时(ἐνήδρευσας),为表示“险些、差一点……”的习惯用法。ἐνεδρεύω(设陷阱、陷害)后带宾格 με 以及作结果或补充说明的不定式短语 ἔργον ἀσεβὲς ἐργάσασθαι,意为“你差点害得我犯下不虔不敬的罪行”。

  3. 4.3.8μὴ γὰρ τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου

    μὴ γάρ 用于引出反诘或强烈的否定陈述(“我可不是在怜悯你的锁链……”),与后文的 ἀλλ’ ὅτι...(“而是因为……”)形成对比,构成“我所怜悯的并非你的外在苦刑,而是你失去了那样的妻子”这一论理结构。

  4. 4.3.10Χαιρέου ζῶντος

    由专有名词 Χαιρέου 与现在分词 ζῶντος 构成的属格独立结构,表时间或让步(“当凯雷阿斯还活着的时候”/“尽管凯雷阿斯尚在人世”),以此突显其再婚的不忠行为。

  5. 4.3.12ἵνα δοκῇ φίλῳ βοηθεῖν

    由 ἵνα 引出并接虚拟式 δοκῇ 的目的从句,意为“好显得是在帮助朋友”。它嵌套在带 ὡς 的分词短语(ὡς δυνάμενος...)之内,揭示了米特拉达梯打算以帮助朋友为伪装借口、实则伺机接近卡利罗厄的主观图谋。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.3.1-4.3.12