- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.2.1-4.2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯雷阿斯与波利哈尔摩斯在卡里亚沦为苦役奴隶,因其他囚犯的逃亡哗变而险遭连坐钉上十字架;但波利哈尔摩斯绝望中喊出的卡利罗厄之名震动了总督米特拉达梯,使二人得以暂免于死并接受审问。
Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. Σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη· πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ὁ ἔρως. Ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται.
就这样,卡利罗厄在米利都埋葬着凯雷阿斯,而凯雷阿斯却在卡里亚戴着枷锁劳作。他在掘土劳役中身体迅速衰竭;因为压迫着他的苦难太多了:疲劳、缺乏照料、锁链,而比这些更沉重的则是爱欲。尽管他一心求死,但一丝微弱的希望——或许有朝一日还能再见到卡利罗厄——却不容许他死去。
Πολύχαρμος οὖν, ὁ συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλον “χωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον, ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ· τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὸς ἡμέραν.” Πείθεται καὶ δίδωσιν.
于是,与他一同被俘的朋友波利哈尔摩斯见凯雷阿斯无法劳作,反遭鞭笞与可耻的辱骂,便对工监说道:“请为我们单独划分出一块地段,免得你把其他囚犯的懈怠算在我们账上;我们自己会按日交出应缴的份额。”工监被说服了,便分给了他们。
Ὁ δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον.
而波利哈尔摩斯生性刚毅,又未曾屈从于爱欲这位残酷的暴君,几乎独自一人承担了两人份的劳作,甘愿在辛劳中承担更多,好保全自己的朋友。
Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν· ὁ δὲ Μιθριδάτης ὁ σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ’ ὠχρός τε καὶ λεπτός, οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ γλυκύ.
就在他们陷于这等灾厄之中,迟来地重新领会自由的可贵时,总督米特拉达梯回到了卡里亚,其神态已不再似他前往米利都时的模样,而是面色苍白、形容枯槁,仿佛灵魂深处遭受了滚烫而甜蜜的创伤。
Τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας.1 Τῶν ἐργατῶν τινὲς τῶν ἅμα Χαιρέᾳ δεδεμένων (ἓξ καὶ δέκα δ’ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ καθειργμένοι) νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφαξαν, εἶτα δρασμὸν ἐπεχείρουν.
他备受对卡利罗厄的爱火煎熬,若非碰上如下这般的一桩慰藉,必定早已命丧黄泉。与凯雷阿斯一起被囚禁的劳工中——他们共计十六人,被关押在一间阴暗的小屋里——有几个人在夜间砍断了锁链,刺杀了监工,企图逃跑。
Ἀλλ’ οὐ διέφυγον, οἱ γὰρ κύνες φυλάσσοντες ἐμήνυσαν αὐτούς. Φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ̓ ἡμέραν δὲ ὁ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς οὐδὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἓξ καὶ δέκα τοὺς ὁμοσκήνους ἀνασταυρῶσαι.
但他们并未逃脱,因为看门犬告发了他们。于是他们在当夜便告败露,全都被更严实地锁在了木枷中;天亮后管事向主人禀报了所发生的事,主人甚至未曾见他们一面,亦未听取他们的申辩,便当即下令将同屋的十六人全部钉在十字架上。
Προήχθησαν οὖν πόδας τε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε· τῇ δὲ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθηκαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν ἀπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζων “διὰ σὲ” φησίν, “ὦ Καλλιρρόη, ταῦτα πάσχομεν.
于是他们双脚和颈项被串绑在一起押送出来,每人各自背负着十字架;行刑者为了给同类之人树立威吓的鉴戒,在不可免除的刑罚之外,还平添了阴森可怖的外在场面。凯雷阿斯被押送时默默无言,波利哈尔摩斯背负着十字架说道:“卡利罗厄啊,为了你,我们才遭此横祸!
Σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία.” Τοῦτον δὲ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις.2 Ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. Ὁ δὲ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν· ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο.
你正是我们一切灾难的罪魁祸首。”管事听闻此言,以为定有某个女人参与了这场胆大包天的密谋。为了使那女人也受到惩处并彻查这桩叛谋,他迅速将波利哈尔摩斯从共同的锁链上解下,带到了米特拉达梯面前。米特拉达梯正独自躺在一座园林中,心烦意乱,在心中勾勒着卡利罗厄服丧时的容貌;因完全沉浸在那番思绪中,他极不悦地看着仆人。
“Τί γὰρ” φησὶν “παρενοχλεῖς;” “Ἀναγκαῖον” εἶπεν, “ὦ δέσποτα· τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος ὁ κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ.” Ἀκούσας οὖν ὁ Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπων “λέγε” φησὶ “τὴν συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.” Ὁ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. Μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ “λέγε” φησὶ “τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν.” Καλλιρρόην εἶπεν ὁ Πολύχαρμος.
“你为何来打扰我?”他问道。仆人答道:“这是不得已的,主人;因为我查出了那桩大逆不道行径的源头,这个该死的家伙知道一个参与杀人的可恶女人。”米特拉达梯闻言双眉紧锁,目光严厉地说道:“说出那个参与并与你们共谋罪行的女人是谁。”波利哈尔摩斯却断然否认知情,声称自己根本未曾参与那桩罪行。于是人们索要皮鞭,取来火种,准备好刑具,有人已经伸手抓按住他的身体,说道:“说出那个女人的名字,你刚才招认她是你的灾祸之源!”波利哈尔摩斯说道:“卡利罗厄。”
Ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν ὁμωνυμίαν ἔχειν ἐκείνῃ γυναῖκα. Οὐκέτι οὖν προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα· τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων “ἡκέτω” φησὶ “Καλλιρρόη.” Παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. Ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς Ἑρμοκράτους τοῦ στρατηγοῦ.” Ταῦτα ἀκούσας Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προύπεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. Ὀψὲ δὲ καὶ μόλις ὁ Μιθριδάτης συναγαγὼν ἑαυτὸν “τί δὲ σοὶ” φησὶ “πρᾶγμα πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;” Ὁ δὲ ἀπεκρίνατο “μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός μοι.
这个名字震动了米特拉达梯,他以为某个女人恰好与那位佳人有着不幸的同名。因此,他唯恐被迫侮辱那至为甜美的名字,再也不愿急切地审问下去;然而在朋友与仆从们纷纷敦请进行更详尽的追查下,他说道:“让卡利罗厄来吧。”于是众人一面殴打波利哈尔摩斯,一面盘问她究竟是谁、应从何处押她来。这个可怜人陷入进退维谷之境,不愿诬告任何人,便说道:“你们何必徒然骚动,苦苦搜求一个不在此地的人呢?我所提到的是叙拉古的卡利罗厄,统帅赫尔莫克拉特斯的女儿。”听到这些话,米特拉达梯满面通红,内心冷汗直冒,泪水竟不由自主地夺眶而出,以致波利哈尔摩斯止住了言语,在场众人皆茫然失措。过了良久,米特拉达梯勉强镇定下来,问道:“你与那位卡利罗厄究竟有何干系,为何临死之际要提及她?”他回答道:“主人,这是一段漫长的话头,对我而言已无任何用处。
Οὐκ ἐνοχλήσω δέ σε ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ ὁ φίλος·3 θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν.” Ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ ὁ θυμὸς εἰς ἔλεον μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶ “μὴ δέδιθι” φησίν, “οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος· ἔχω γὰρ ψυχὴν φιλάνθρωπον. Λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς, τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διὰ τί σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρρόης καὶ τίς ὁ φίλος.”
我不想用不合时宜的胡言乱语来扰乱你,同时我也担心,若我耽搁太久,我的朋友便会先我而死;我也想与他一同死去。”听者们的怒气平息了,愤恨转为了怜悯;米特拉达梯的心情比所有人都更加激荡,说道:“不要害怕,因为你的叙述不会扰乱我;因为我怀有一颗仁慈之心。坦然说出一切,切莫遗漏任何事:你是谁,来自何方,如何来到卡里亚,又为何戴着锁链掘土;而最要紧的是,向我细说关于卡利罗厄的事,以及你的朋友是谁。”
- 4.2.5πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας
表示与过去事实相反的虚拟条件句。归结节使用 ἄν 搭配不定过去时直陈式(ἐτελεύτησεν),表示已完成的事态(“必定早已丧命”);而条件从句则使用未完成过去时直陈式(ἐτύγχανε),用以表示某种持续的状态或情境(“若非碰上并处于这般的慰藉之中”)。
- 4.2.8ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις
动词 ἔδοξεν(主语为 ὁ οἰκονόμος,意为“以为、认为”)后接带宾格的不定式结构(εἶναί τινα γυναῖκα)。带定冠词的分词 τὴν συνειδυῖαν 作叙述性说明,限定 τινα γυναῖκα,意为“以为存在某个知晓(通谋)这桩大胆暴行的女人”。
- 4.2.14δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ ὁ φίλος
由表示惧怕的动词 δέδοικα 引出的 μή 从句中,嵌入了表示未来假设的条件从句 ἐὰν βραδύνω(“如果我拖延”)。动词 φθάνω 带宾格(με),意为“走在某人前面、抢先于某人”,此处指担心朋友先于自己赴死。
