← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§4.1.1-4.1.12

修建凯雷阿斯的衣冠冢与葬礼游行

狄奥尼修斯说服卡利罗厄在米利都海滨为凯雷阿斯修建衣冠冢并举行隆重葬礼。出殡游行中,身着黑衣的卡利罗厄以绝世美貌倾倒全场军民与波斯总督,并悲痛欲绝地拥抱丈夫的塑像哀叹二人离奇的命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.1

Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα· μικρὸν δὲ καταδραθοῦσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας,1 ἐμπιμπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ βοηθοῦσαν ἑαυτήν.

于是那一夜,卡利罗厄便在哀恸中度过,悼念着其实尚在人世的凯雷阿斯;她稍微打了个盹,在梦中看见一伙蛮族海盗手执火把,战船烈焰腾腾,而她自己正赶去搭救凯雷阿斯。

§4.1.2

Ὁ δὲ Διονύσιος ἐλυπεῖτο μὲν ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται,2 λυσιτελεῖν δὲ ὑπελάμβανε εἰς τὸν ἴδιον ἔρωτα, τὸν πρότερον ἄνδρα βεβαίως αὐτὴν ἀπογνῶναι.

狄奥尼修斯见妻子憔悴不堪,一面心生忧伤,唯恐她损及容貌,一面又认为她彻底对前夫绝望,对自己的爱情大有裨益。

§4.1.3

Θέλων οὖν ἐνδείξασθαι στοργὴν καὶ μεγαλοψυχίαν ἔφη πρὸς αὐτὴν “ἀνάστηθι, ὦ γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. Τί τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγκαίων; νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν ʽθάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω.ʼ καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς τάφοις κοσμεῖν.”

于是,他为了表现深情与宽宏,便对她说道:“起来吧,妻子,为那个可怜人修筑一座坟墓吧。你为何执着于不可能之事,却荒废了分内必办之务?你要想作是他正站在你身旁说道:‘埋葬我吧,好让我尽快跨入哈得斯的门槛。’即便寻不见那位不幸者的尸骨,但这乃是希腊人的古老习俗,让不知所终之人亦能享坟墓之荣。”

§4.1.4

Ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν ἡ συμβουλία. Φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν ἡ λύπη, καὶ ἐξαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ᾧ ποιήσει τὸν τάφον. Ἤρεσε δ’ αὐτῇ πλησίον τοῦ νεὼ τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὖθις ἔχειν ἔρωτος ὑπόμνημα.

他很快说服了她,因为这番建议正合她的心意。随着新的操劳涌上心头,悲痛得以纾解,她从床榻上起身,巡视何处可作筑墓之所。她相中了阿佛洛狄忒神庙附近的一块地,好让后世之人也能留存他们爱情的纪念。

§4.1.5

Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. Θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι “βαδίζωμεν, ὦ γύναι” φησὶν “εἰς ἄστυ, κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον, ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. Καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακούσιοι πολλάκις. Οὔκουν οὐδὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις.”

然而狄奥尼修斯不愿让凯雷阿斯享有这等临近之所,想将此地留给自己。因此,他既为了给这件操劳之事拖延时日,便说道:“妻子,我们进城去吧,在那城前修一座巍峨显赫的坟墓,好让大海上的人远远便能望见。米利都的港口优美,叙拉古人也常常在此泊舟停靠。这样,你的深情美意在同胞之中亦不致默默无闻。”

§4.1.6

Ὁ λόγος ἤρεσε Καλλιρρόῃ, καὶ τότε μὲν ἐπέσχε τὴν σπουδήν· ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος ὑψηλῆς ᾐόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος, τὴν πολυτέλειαν, καὶ οὗτος δέ, ὡς ἐκεῖνος, ζῶντος.3 Ἐπεὶ δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ ταχέως τὸ ἔργον ἠνύσθη, τότε ἤδη καὶ τὴν ἐκκομιδὴν ἐμιμήσατο τὴν ἐπ’ αὐτῷ.

这番话合了卡利罗厄的心意,她当时便按捺住了急迫之心;及至来到城里,她开始在一处高耸的海滨修筑坟墓,其形状、大小与豪华程度皆与她在叙拉古自身的坟墓毫无二致;而这一座坟墓,正如那一座一样,也是属于活人的坟墓。由于挥金如土且工匠众多,工程迅速告竣,这时她便又模仿了为他举行的出殡之礼。

§4.1.7

Προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. Παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ Φαρνάκης δὲ ὁ Λυδίας.

因为预先公告了确定的日期,届时不仅米利都的民众倾城而出,几乎整个伊奥尼亚的人也都聚集而来。适逢当时逗留此地的两位总督也在场,即卡里亚总督米特拉达梯与吕底亚总督法尔纳客斯。

§4.1.8

Ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, ἡ δὲ ἀλήθεια Καλλιρρόην ἰδεῖν. Ἦν δὲ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρρόης, οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. Τότε δὲ καὶ τῆς δόξης εὑρέθη κρείττων· προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας· ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου.

他们明面上的借口是向狄奥尼修斯致敬,实情则是为了瞻仰卡利罗厄。这位美人的盛名早已传遍整个亚细亚,卡利罗厄的名声甚至上达大王耳中,远胜昔日的阿里阿德涅或勒达。而在那一天,她更显胜于传闻:她身着黑衣,披散着秀发走上前,面庞光彩夺目,袒露的双臂仿佛胜过了荷马笔下的白臂女神与美踝女神。

§4.1.9

Οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ’ οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, καὶ προσεκύνησαν. Ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας ἔπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον.

在场众人无一人能承受那绝世容光的耀眼夺目,人们有的转过身去,宛如被烈日之光刺痛,纷纷俯身敬拜。就连孩童们亦深受震撼。卡里亚总督米特拉达梯则目瞪口呆地瘫倒在地,恰似冷不防被投石击中一般,随从们勉强搀扶着才将他带走。

§4.1.10

Ἐπόμπευε δ᾽ εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν· καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρρόης παρούσης, ἀλλ’ ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν ὀφθαλμούς.

游行队伍中抬着凯雷阿斯根据其戒指上的印章雕刻而成的塑像;然而尽管这尊像美轮美奂,在卡利罗厄在场时却无人顾盼它,唯独她一人吸引了全场的所有目光。

§4.1.11

Πῶς ἄν τις διηγήσαιτο κατ’ ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; Ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ’ αὐτὴν ἡ Καλλιρρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνα “σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις, ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. Μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν· ἀλλήλους ἐθάψαμεν. Οὐκ ἔχει δὲ ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν. Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ τοὺς νεκρούς.” Θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.4

谁能恰如其分地描述这场出殡仪式的终曲呢?当他们来到坟墓近旁,抬棺者放下了灵榻,卡利罗厄登上灵榻,扑上前拥抱凯雷阿斯,吻着那尊塑像呼喊道:“你在叙拉古首先埋葬了我,而我如今又在米利都埋葬了你。我们所遭逢的不仅是巨大的不幸,更是匪夷所思的厄运:我们彼此埋葬了对方!然而我们谁都不曾拥有对方的尸身。嫉妒的命运女神啊,你甚至在我们死后都吝于让我们共覆一抔黄土,竟使我们的遗骸也沦为了亡命异乡的流客!”全场民众爆发出一阵哀嚎,所有人都同情凯雷阿斯,并非因他已死,而是因他被夺去了如此绝代的佳人。

语法注4 条
  1. 4.1.1λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας

    中性集合名词 λῃστήριον(海盗团伙)在此依据语义一致(constructio ad sensum)搭配了阳性宾格复数分词 ἐπιφέροντας,指代构成该团伙的个体成员。

  2. 4.1.2μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται

    由连接词 μή 引导的惧怕/忧虑从句,依附于主句动词 ἐλυπεῖτο(心痛、忧虑)。该动词内含焦虑和担忧的语义,从而直接引出带有虚拟语气的从属分句。

  3. 4.1.6καὶ οὗτος δέ, ὡς ἐκεῖνος, ζῶντος

    此处省略了中心名词 τάφος(坟墓)。完整结构应理解为 οὗτος [ὁ τάφος] δέ, ὡς ἐκεῖνος [ὁ τάφος], ζῶντος [ἀνδρός]。属格分词 ζῶντος 作领属属格,意为“(属于)活人的(坟墓)”。

  4. 4.1.12οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο

    表因果对比的句式(οὐχ ὅτι... ἀλλ' ὅτι...,“非因……乃因……”)。Χαιρέαν 为紧随其后的主句动词 ἠλέουν 的直接宾语(宾格);后半句的 ἀφῄρητο 为中被动态过去完成时,支配分离属格 τοιαύτης γυναικός。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:4.1.1-4.1.12