← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§3.10.1-3.10.8

凯雷阿斯死讯的伪报与卡利罗厄的哀悼

狄奥尼修斯隐瞒了自身谋略与幸存者的实情,指使农夫陈述伪证,卡利罗厄得知凯雷阿斯的死讯后陷入绝望,独处房中悲痛哀悼并痛斥阿佛洛狄忒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.1

Προστάξας δὲ Φωκᾶν τὰ μὲν ἄλλα τῶν γεγονότων φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν,1 τὸ ἴδιον στρατήγημα καὶ ὅτι ἐκ τῆς τριήρους τινὲς ἔτι ζῶσι, παραγίνεται πρὸς Καλλιρρόην σκυθρωπός· εἶτα συγκαλέσας πεισθέντας τοὺς ἀγροίκους, ἵνα ἡ γυνὴ πυθομένη τὰ συμβάντα βεβαιοτέραν ἤδη λάβῃ περὶ Χαιρέου τὴν ἀπόγνωσιν.

狄奥尼修斯吩咐福卡斯公开陈述所发生事件的其他经过,但对自设的计策以及战船上尚有人生还这两件事守口如瓶,随后便面带戚容来到卡利罗厄面前。接着,他召来已受指使的庄稼汉们,好让妻子得知所发生的事后,对凯雷阿斯产生更确凿的绝望。

§3.10.2

Ἐλθόντες δὲ διηγοῦντο ʽπάντες δὲ ᾔδεσαν’ ὅτι “βάρβαροί ποθεν λῃσταὶ νυκτὸς καταδραμόντες ἐνέπρησαν Ἑλληνικὴν τριήρη τῆς προτεραίας ὁρμισθεῖσαν ἐπὶ τῆς ἀκτῆς· καὶ μεθ’ ἡμέραν εἴδομεν αἵματι μεμιγμένον ὕδωρ καὶ νεκροὺς ὑπὸ τῶν κυμάτων φερομένους.” Ἀκούσασα ἡ γυνὴ τὴν ἐσθῆτα περιερρήξατο, κόπτουσα δὲ τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἀνέδραμεν εἰς τὸν οἶκον, ὅποι τὸ πρῶτον εἰσῆλθε πραθεῖσα. Διονύσιος δὲ ἐξουσίαν ἔδωκε τῷ πάθει, φοβούμενος μὴ γένηται φορτικός, ἂν ἀκαίρως παρῇ. Πάντας οὖν ἐκέλευσεν ἀπαλλαγῆναι, μόνην δὲ προσεδρεύειν Πλαγγόνα, μή τι ἄρα δεινὸν αὑτὴν ἐργάσηται.

他们前来进行陈述——所有人都熟知这套说辞——说道:“不知从何处来的蛮族海盗在夜间突袭,烧毁了一艘前一日停泊在海滩上的希腊三列桨战船;天亮后,我们看见海水混杂着鲜血,尸体正被波浪冲刷漂荡。”妇人听闻此言,撕裂了自己的衣裳,捶打着双眼和双颊,奔回当初被贩卖来时最初进入的那间屋子。狄奥尼修斯任由她的悲痛发泄,唯恐自己在不合时宜之时在场会招致厌烦。于是他命令所有人退下,只让普兰戈恩一人从旁照看,以免她做出某种可怕的自残之举。

§3.10.4

Καλλιρρόη δὲ ἠρεμίας λαβομένη, χαμαὶ καθεσθεῖσα καὶ κόνιν τῆς κεφαλῆς καταχέασα, τὰς κόμας σπαράξασα τοιούτων ἤρξατο γόων “ἐγὼ μὲν προαποθανεῖν ἢ συναποθανεῖν εὐξάμην σοι, Χαιρέα· πάντως δέ μοι κἂν ἐπαποθανεῖν2 ἀναγκαῖον· τίς γὰρ ἔτι λείπεται ἐλπὶς ἐν τῷ ζῆν με κατέχουσα;

卡利罗厄获得独处的片刻,便瘫坐在地,将尘土倾倒在头上,撕扯着头发,开始如此哀恸:“凯雷阿斯啊,我本祈求先于你死或与你同死;但无论如何,我追随你而死亦已势在必行;因为还有什么希望留存下来,能将我维系于生?

§3.10.5

Δυστυχοῦσα μέχρι νῦν ἐλογιζόμην ʽὄψομαί ποτε Χαιρέαν καὶ διηγήσομαι αὐτῷ πόσα πέπονθα δι’ ἐκεῖνον· ταῦτά με ποιήσει τιμιωτέραν αὐτῷ. Πόσης ἐμπλησθήσεται χαρᾶς, ὅταν ἴδῃ τὸν υἱόν.ʼ Ἀνόνητά μοι πάντα γέγονε, καὶ τὸ τέκνον ἤδη περισσόν· προσετέθη γάρ μου τοῖς κακοῖς ὀρφανός.

直至如今,在不幸之中我仍盘算着:‘终有一日我会见到凯雷阿斯,向他倾诉我为了他受了多少苦难;这些必会使我在他眼中更加珍贵。当他见到儿子时,又该充满何等的喜悦!’对我而言,一切皆成徒劳,如今孩子也是多余的了;因为我的不幸之中只是又添了一个孤儿。

§3.10.6

Ἄδικε Ἀφροδίτη, σὺ μόνη Χαιρέαν εἶδες, ἐμοὶ δὲ οὐκ ἔδειξας αὐτὸν ἐλθόντα· λῃστῶν χερσὶ παρέδωκας τὸ σῶμα τὸ καλόν· οὐκ ἠλέησας τὸν πλεύσαντα διὰ σέ. Τοιαύτῃ θεῷ τίς ἄν προσεύχοιτο, ἥτις τὸν ἴδιον ἱκέτην ἀπέκτεινας.3

不公的阿佛洛狄忒,唯独你见到了凯雷阿斯,却不曾让我见到到来的他;你将那具俊美的躯体交到了海盗手中;你没有怜悯那个为了你而航行之人。面对这样的女神,谁还会向其祈祷——你竟然杀害了自己的祈求者!

§3.10.7

Οὐκ ἐβοήθησας ἐν νυκτὶ φοβερᾷ φονευόμενον ἰδοῦσα πλησίον σου μειράκιον καλόν, ἐρωτικόν· ἀφείλου μου τὸν ἡλικιώτην, τὸν πολίτην, τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν νυμφίον.

在一个可怖的黑夜里,你目睹一个英俊多情的青年在你近旁遭人杀害,却未施援手;你夺走了我的同龄人、我的同胞、我的爱人、我的心上人、我的新郎!

§3.10.8

Ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. Τίθημι ὅτι ἐγεννήθημεν ἡμεῖς ἀτυχέστατοι πάντων· τί δὲ καὶ ἡ τριήρης ἠδίκησεν, ὡς βάρβαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; Νῦν ἡμῶν ἀμφοτέρων οἱ γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον κατάπλουν περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθεν ὀφθῇ, λέγουσι ʽΧαιρέας Καλλιρόην ἄγων ἔρχεται,ʼ τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει.4 Θάλασσα μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες φονευθῆναι καὶ ἐμὲ πραθῆναι.”

至少把他的尸体还给我吧!就算我们生来是所有人中最不幸的;可是那艘三列桨战船又有何罪过,竟遭蛮族焚毁——那可是一艘连雅典人也未能制服的战船啊!如今我们双亲正坐在海边,等候我们乘船归来,每当远远看见一艘船,便会说:‘凯雷阿斯带着卡利罗厄回来了!’他们为我们备好新婚的卧榻,新房亦修饰齐备,等待的却是连自己的坟墓都未曾拥有的人。可憎的大海啊,你把凯雷阿斯带到米利都惨遭杀害,又把我带到这里被贩卖!”

语法注4 条
  1. 3.10.1Προστάξας δὲ Φωκᾶν τὰ μὲν ἄλλα τῶν γεγονότων φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν

    动词 προστάσσω 在古典希腊语中通常接“与格人称+不定式”,但在后古典期希腊语中常带“宾格及不定式”(A.c.I.)结构。此处 Φωκᾶν 作为两个不定式 διηγεῖσθαι 和 σιγᾶν 的逻辑主语(主格宾格)。

  2. 3.10.4κἂν ἐπαποθανεῖν

    复合动词 ἐπαποθνῄσκω(随……之后而死/追随殉死)与前文的 προαποθανεῖν(先死)和 συναποθανεῖν(同死)形成了前缀对比。副词性小词 κἂν(= καὶ ἄν)在此与不定式连用,带有让步或限定意味(“至少”、“纵使”),表示“即便追随而死”。

  3. 3.10.6ἥτις τὸν ἴδιον ἱκέτην ἀπέκτεινας

    关系从句中的谓语动词 ἀπέκτεινας 采用了第二人称单数形式。关系代词 ἥτις 本身为第三人称,但其指涉的先行成分是呼格的女神(即第二人称),因此动词依语义(constructio ad sensum)与对话人称保持了一致。

  4. 3.10.8οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει

    关系代词 οἷς 为领属与格。其先行词承接前句隐含的 ἡμῖν(即指凯雷阿斯与卡利罗厄)。ἴδιος 与 τάφος 之间的语序离隔(hyperbaton)突出了强烈的悲剧色彩,与前述布置完备的新房形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.10.1-3.10.8