- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.9.1-3.9.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡利罗厄从女祭司口中得知曾有肖似凯雷阿斯的青年到访,遂巧借狄奥尼修斯的妒意促其追查;在酷刑威逼下,福卡斯向主人全盘托出伏击西西里战船的经过以及凯雷阿斯未明之生死。
Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἱέρειαν· ἡ δὲ πρεσβῦτις ὑπακούσασα “τί κλάεις” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν1 ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.”
于是,她稍候片刻便唤来了女祭司。老妇人应声前来说道:“我的孩子,身处如此福泽之中,你为何哭泣呢?如今连异乡客都已将你奉若女神般顶礼膜拜了。前些日子有两位英俊的青年航海经由此地,其中一人一见你的画像,几乎气绝倒地。阿佛洛狄忒竟使你出落得这般光彩照人。”
Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;” Δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατο “μόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.” “Ποταποὺς εἶδες;
这话重重击中了卡利罗厄的心,她宛如发了狂一般,定睛凝视,厉声呼喊道:“那些异乡人是谁?他们自何处航行而来?对你说了些什么?”老妇人吓坏了,起初哑口无言地呆立着,好不容易才开口道:“我只是见到了他们,什么也没听见。”“他们长相如何?
ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.” Ἔφρασεν ἡ γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δ’ ὅμως ἐκείνη τὴν ἀλήθειαν· ὃ γὰρ βούλεται τοῦθ’ ἕκαστος καὶ οἴεται. Βλέψασα δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν “ὁ δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”
快回想一下他们的容貌。”老妇人虽描述得不够真切,但卡利罗厄依然猜出了真相;因为人人都会将自己所盼望的信以为真。她转向普兰戈恩说道:“不幸的凯雷阿斯很有可能在漂泊中来到了这里。究竟发生了什么事?我们得去寻找他,但切要隐秘行事。”
Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας· ἠπίστατο γὰρ ὅτι φύσει περίεργόν ἐστιν ἔρως κἀκεῖνος δι’ ἑαυτὸν πολυπραγμονήσει περὶ τῶν γεγονότων. Ὅπερ οὖν καὶ συνέβη. Πυθόμενος γὰρ ὁ Διονύσιος εὐθὺς ἐνεπλήσθη ζηλοτυπίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν ὑποπτεύειν, ἔδεισε δὲ ἄρα μή τις λανθάνῃ κατὰ τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική· πάντα γὰρ ὑποπτεύειν αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός.
于是她来到狄奥尼修斯面前,仅将从女祭司处听闻之事据实相告;因为她深知爱情生性多疑善探,他自会为了自身而细加追查事情的原委。事实果然如此。狄奥尼修斯听闻后顿时妒火中烧,他虽远未怀疑到凯雷阿斯身上,却唯恐庄园中藏匿着某种奸情图谋;因为妻子的绝世美貌促使他怀疑并畏惧一切。
Ἐφοβεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. Καλέσας τοίνυν Φωκᾶν διηρεύνα “τίνες εἰσὶν οἱ νεανίσκοι καὶ πόθεν; ἆρά γε πλούσιοι καὶ καλοί; διὰ τί δὲ τὴν ἐμὴν Ἀφροδίτην προσεκύνουν; τίς ἐμήνυσεν αὐτοῖς;
他不仅惧怕来自凡人的暗算,甚至料想天上的神明或许也会降临下来作为情敌与他相争。于是他召来福卡斯盘问道:“那两名青年是谁,来自何方?是否富有俊美?他们为何朝拜我的阿佛洛狄忒?是谁向他们通报的?
τίς ἐπέτρεψεν;” Ὁ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν, οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρρόη καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη περὶ τῶν γεγονότων. Ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι τινάς, οὐκ εἰδὼς ὁ Διονύσιος τὴν αἰτίαν ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ’ ἑαυτοῦ συνίστασθαι.
又是谁准许他们进来的?”但福卡斯隐瞒了真相,并非由于惧怕狄奥尼修斯,而是明知卡利罗厄若探知事情始末,必将置他与他的全家于死地。既然他坚决否认有人曾至,不知就里的狄奥尼修斯便怀疑有更严重的阴谋正在针对自己暗中酝酿。
Διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος ζητεῖν. Αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε δεινοῦ καὶ λέγων καὶ σιωπῶν “σοὶ” φησί, “δέσποτα, ἐρῶ μόνῳ τὴν ἀλήθειαν.” Ὁ δὲ Διονύσιος πάντας ἀποπέμψας “ἰδοὺ” φησὶ “μόνοι γεγόναμεν. Μηδὲν ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον ᾖ.” “Φαῦλον μὲν” εἶπεν “οὐδέν ἐστιν, ὦ δέσποτα, μεγάλων γὰρ ἀγαθῶν φέρω σοι διηγήματα· εἰ δὲ σκυθρωπότερά ἐστιν αὐτῶν τὰ πρῶτα, διὰ τοῦτο μηδὲν ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον, ἕως οὗ πάντα ἀκούσῃς· χρηστὸν γὰρ ἔχει τὸ τέλος.” Μετέωρος οὖν ὁ Διονύσιος πρὸς τὴν ἐπαγγελίαν γενόμενος καὶ ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως2 “μὴ βράδυνε” φησὶν “ἀλλ’ ἤδη διηγοῦ.” Τότ’ οὖν ἤρξατο λέγειν “τριήρης ἐνθάδε κατέπλευσεν ἐκ Σικελίας καὶ πρέσβεις Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων.”3
狄奥尼修斯勃然大怒,下令对福卡斯动用皮鞭与车轮刑具,不仅召集了他,还召集了庄园上的所有人,深信自己正在追查私情。福卡斯意识到无论招认还是沉默,自己都已陷入绝境,便说道:“主人,我只向您一人吐露实情。”狄奥尼修斯屏退众人后说道:“看,现在只有我们两人了。切莫再撒谎,纵然是坏事,也须讲出实情。”福卡斯说:“主人,全无坏事,因为我为您带来的是莫大喜讯的陈述;如果开头听起来颇为阴郁,您切莫为此焦虑悲伤,请耐心听完整个始末;因为结局是极好的。”狄奥尼修斯因这番许诺而悬心吊胆,全神贯注地倾听着,说道:“休要迟疑,速速讲来。”于是福卡斯开口道:“有一艘三列桨战船从西西里驶抵此地,载着叙拉古的使节,要向您索回卡利罗厄。”
Ἐξέθανεν ὁ Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη· φαντασίαν γὰρ ἔλαβεν ὡς ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρρόην ἀποσπῶντος. Ὁ μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα νεκροῦ παριστάς, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει, καλέσαι μὲν οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς γένηται τῶν ἀπορρήτων· μόλις δὲ καὶ κατ’ ὀλίγον αὐτὸς τὸν δεσπότην ἀνεκτήσατο “θάρρει” λέγων, “Χαιρέας τέθνηκεν· ἀπόλωλεν ἡ ναῦς· οὐδεὶς ἔτι φόβος.” Ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ, καὶ κατ’ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην, τὸν μηνύσαντα, πόθεν ἡ τριήρης καὶ διὰ τίνα πλέουσι καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον ἐπὶ τοὺς βαρβάρους, τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον, τὸν φόνον, τὰ δεσμά. Καθάπερ οὖν νέφος ἢ σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον,4 καὶ περιπτυξάμενος Φωκᾶν “σὺ” φησὶν “εὐεργέτης ἐμός, σὺ κηδεμὼν ἀληθὴς καὶ πιστότατος ἐν τοῖς ἀπορρήτοις.
狄奥尼修斯听罢昏死过去,眼前黑夜覆顶;因为他脑海中浮现出凯雷阿斯逼立于前、强行夺走卡利罗厄的景象。他僵卧于地,形色宛若尸体,而福卡斯则陷入进退两难的绝境,既不愿呼唤他人,以免有人成为机密的见证;他只得独自慢慢将主人唤醒,口中连声说道:“振作起来!凯雷阿斯已经死了;船沉人亡;再无后顾之忧了。”这番话让狄奥尼修斯回过气来,渐渐恢复神智后,他巨细靡遗地探问一切。福卡斯便将那个通风报信的水手、战船的来源与为何人而驶、船上有何等人物、自己针对蛮族的计策、黑夜、烈火、海难、杀戮以及被捆绑的俘虏一一细说。于是,正如云翳或黑暗自心灵中消散一般,狄奥尼修斯的心豁然开朗。他拥抱着福卡斯说道:“你是我的大恩人,是我机密之事中真正且最忠诚的守护者。
Διὰ σὲ Καλλιρρόην ἔχω καὶ τὸν υἱόν. Ἐγὼ μὲν οὐκ ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος οὐ μέμφομαι· τὸ γὰρ ἀδίκημα φιλοδέσποτον. Τοῦτο μόνον ἀμελῶς ἐποίησας οὐκ ἐπολυπραγμόνησας πότερον ἐν τοῖς τεθνηκόσι Χαιρέας ἐστὶν ἢ ἐν τοῖς δεδεμένοις. Καὶ ἔδει ζητῆσαι τὸν νεκρόν· καὶ γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον τὸ θαρρεῖν. Οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν διὰ τοὺς δεδεμένους· οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅποι τις αὐτῶν ἐπράθη.”
多亏了你,我才得以保全卡利罗厄和儿子。就我而言,本不会命令你杀害凯雷阿斯;但既然你已行此事,我亦不加责怪,因为这恶行是出于忠君之心。你唯一疏忽之处,在于未曾查清凯雷阿斯是死者之一还是被捆绑的俘虏之一。你本应寻获尸体;这样他既可得其葬身之所,我亦能享有更确凿的安心。然而现在,由于那些被缚之人,我无法无忧无虑地坐享福分;因为我们甚至无从知晓,他们中的何人被贩卖到了何方。”
- 3.9.1μικροῦ δεῖν
表示“几乎”、“差一点”的习惯副词短语。属格 μικροῦ 表示程度或差距(“差一点”),不定式 δεῖν 则作为独立不定式起到补充限定作用。
- 3.9.9ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως
动词 ἀναρτάω(悬挂)与反身代词 ἑαυτόν 搭配,并支配表示依存的属格 τῆς ἀκροάσεως(“将自己悬于倾听之上”),形象地描绘出他屏息凝神、全神贯注地等待下文的情态。
- 3.9.9πρέσβεις Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων
分词 ἀπαιτούντων(索要)为属格复数,在语法上并非与核心词 πρέσβεις(主格复数,使节)一致,而是与起修饰作用的属格名词 Συρακουσίων(叙拉古人的)一致,即“索要卡利罗厄的叙拉古使节”。
- 3.9.11καθάπερ οὖν νέφος ἢ σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον
动词 ἀπεκάλυψε 原意为“揭开、除去”,此处与主格 νέφος ἢ σκότος(云翳或黑暗)连用,支配表示分离的属格 τῆς ψυχῆς(自心灵)及受影响对象的宾格 Διονύσιον,生动传神地表达了“仿佛云雾或黑暗从狄奥尼修斯的心灵中消散”的释然之感。
