- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.8.1-3.8.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡利罗厄请求释放掌握自己隐秘的普兰戈恩,并在产后康复后与狄奥尼修斯前往阿佛洛狄忒的神庙还愿。在狄奥尼修斯公开献上感恩的祈祷后,卡利罗厄独对神像,流泪哀求神明息怒和解,并庇佑怀中这名承载着凯雷阿斯模样的幼子。
Ἀγωνιῶσα δὲ Καλλιρρόη μὴ προδοθῇ τὸ ἀπόρρητον αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παρ’ αὐτῆς.1 “Ἄσμενος” εἶπεν ὁ Διονύσιος “ἀμείβομαι Πλαγγόνα διακονίας ἐρωτικῆς.
卡利罗厄惟恐自己的隐秘败露,便请求释放普兰戈恩——她是唯一知晓自己怀着身孕来到狄奥尼修斯处的人——好使自己不仅能从她的心意上,更能从她的处境中获得忠诚。狄奥尼修斯说道:“我很乐意奖赏普兰戈恩为我们的爱情所效的劳。
Ἄδικον δὲ ποιοῦμεν εἰ τὴν θεραπαινίδα τετιμήκαμεν, οὐκ ἀποδώσομεν δὲ τὴν χάριν τῇ Ἀφροδίτῃ, παρ’ ᾗ πρῶτον ἀλλήλους εἴδομεν.” “Κἀγὼ” φησὶν ἡ Καλλιρρόη “σοῦ θέλω μᾶλλον· ἔχω γὰρ αὐτῇ μείζονα χάριν. Νῦν μὲν οὖν λεχὼ ἔτι εἰμί, περιμείναντες δὲ ὀλίγας ἡμέρας ἀσφαλέστερον ἄπιμεν εἰς τοὺς ἀγρούς.”
但如果我们尊奖了女仆,却不向我们最初相见的阿佛洛狄忒献上谢意,那就是不义之举了。”“而我,”卡利罗厄说道,“比你更想如此;因为我欠她更大的恩德。不过现在我尚在产褥中,等上几天再去往乡间庄园,会更为稳妥。”
Ταχέως δὲ αὑτὴν ἀνέλαβεν ἐκ τοῦ τόκου καὶ κρείττων ἐγένετο καὶ μείζων, οὐκέτι κόρη, ἀλλὰ γυναικὸς ἀκμὴν προσλαβοῦσα. Παραγενομένων δὲ αὐτῶν εἰς τὸν ἀγρὸν μεγαλοπρεπεῖς θυσίας παρεσκεύασε Φωκᾶς· καὶ γὰρ πλῆθος ἐπηκολούθησεν ἐξ ἄστεος. Καταρχόμενος οὖν ὁ Διονύσιος ἑκατόμβης “δέσποινα” φησὶν “Ἀφροδίτη, σύ μοι πάντων ἀγαθῶν αἰτία.
她从分娩中迅速恢复过来,出落得更为健美标致,不再是懵懂少女,而是平添了成熟妇人的风韵与光彩。当他们抵达庄园时,福卡斯已筹备好了宏大的祭祀;因为城里也有大批民众尾随而来。狄奥尼修斯主持百牲祭的开端,说道:“阿佛洛狄忒女主人啊,您是我一切福泽的源泉。
Παρὰ σοῦ Καλλιρρόην ἔχω, παρὰ σοῦ τὸν υἱόν, καὶ ἀνήρ εἰμι διὰ σὲ καὶ πατήρ. Ἐμοὶ μὲν ἤρκει Καλλιρρόη καὶ πατρίδος μοι καὶ γονέων γλυκυτέρα, φιλῶ δὲ τὸ τέκνον ὅτι μοι τὴν μητέρα βεβαιοτέραν πεποίηκεν. Ὅμηρον ἔχω τῆς εὐνοίας τῆς πρὸς αὐτήν. Ἱκετεύω σε, δέσποινα, σῶζε ἐμοὶ μὲν Καλλιρρόην, Καλλιρρόῃ δὲ τὸν υἱόν.” Ἐπευφήμησε τὸ πλῆθος τῶν περιεστηκότων καὶ οἱ μὲν ῥόδοις οἱ δὲ ἴοις οἱ δὲ αὐτοῖς στεφάνοις ἐφυλλοβόλησαν αὐτούς, ὥστε πλησθῆναι τὸ τέμενος ἀνθέων. Διονύσιος μὲν οὖν πάντων ἀκουόντων εἶπε τὴν εὐχήν, Καλλιρρόη δὲ μόνη ἠθέλησε πρὸς τὴν Ἀφροδίτην λαλῆσαι.
因着您我拥有了卡利罗厄,因着您有了儿子;全因您我才成为丈夫与父亲。对我而言,卡利罗厄一人足矣,她胜过我的故土与双亲,但我疼爱这孩子,因他使母亲与我的羁绊更为稳固。我由此得到了她对我情意的抵押。女主人,我恳求您:为我保全卡利罗厄,并为卡利罗厄保全她的儿子。”围拢的人群齐声喝彩,有人抛洒玫瑰,有人抛洒紫罗兰,有人直接投掷花冠,整座圣所落英缤纷。狄奥尼修斯当着众人的面作了祈祷,而卡利罗厄却想要单独向阿佛洛狄忒倾诉。
Πρῶτον μὲν οὖν τὸν υἱὸν εἰς τὰς αὑτῆς ἀγκάλας ἐνέθηκε, καὶ ὤφθη θέαμα κάλλιστον, οἷον οὔτε ζωγράφος ἔγραψεν οὔτε πλάστης ἔπλασεν οὔτε ποιητὴς ἱστόρησε μέχρι νῦν· οὐδεὶς γὰρ αὐτῶν ἐποίησεν Ἄρτεμιν ἢ Ἀθηνᾶν βρέφος ἐν ἀγκάλαις κομίζουσαν ʽἔκλαυσεν ὑφ̓ ἡδονῆς Διονύσιος ἰδὼν καὶ ἡσυχῆ τὴν Νέμεσιν προσεκύνησἐ· μόνην δὲ Πλαγγόνα προσμεῖναι κελεύσασα τοὺς λοιποὺς προύπεμψεν εἰς τὴν ἔπαυλιν.
首先,她将儿子抱在怀中,显出一幅绝美的景象,那是迄今为止任何画师未曾绘就、任何雕塑家未曾塑造、任何诗人未曾述及的;因为他们谁也不曾描画过阿尔忒弥斯或雅典娜怀抱婴儿的模样(狄奥尼修斯见状欣喜若泣,暗暗叩拜了涅墨西斯)。随后她只吩咐普兰戈恩留下,让其余众人先行前往庄园别墅。
Ἐπεὶ δὲ ἀπηλλάγησαν, στᾶσα πλησίον τῆς Ἀφροδίτης καὶ ἀνατείνασα χερσὶ τὸ βρέφος “ὑπὲρ τούτου σοι” φησίν, “ὦ δέσποινα, γινώσκω τὴν χάριν· ὑπὲρ ἐμαυτῆς γὰρ οὐκ οἶδα. Τότ’ ἄν σοι καὶ περὶ ἐμαυτῆς ἠπιστάμην χάριν, εἴ μοι Χαιρέαν ἐτήρησας. Πλὴν εἰκόνα μοι δέδωκας ἀνδρὸς φιλτάτου καὶ ὅλον οὐκ ἀφείλου μου Χαιρέαν.
待众人离去后,她站在阿佛洛狄忒神像旁,双手高举婴儿说道:“女主人啊,为了这个孩子,我向您献上感激;因为为了我自己,我并不心怀感激。若您曾为我保全了凯雷阿斯,我那时也会为自己向您心怀感激。不过,您赐予了我挚爱丈夫的身影,并未将凯雷阿斯从我身边彻底夺去。
Δὸς δή μοι γενέσθαι τὸν υἱὸν εὐτυχέστερον μὲν τῶν γονέων, ὅμοιον δὲ τῷ πάππῳ· πλεύσειε δὲ καὶ οὗτος ἐπὶ τριήρους στρατηγικῆς, καί τις εἴποι, ναυμαχοῦντος αὐτοῦ ʽκρείττων Ἑρμοκράτους ὁ ἔγγονος· ἡσθήσεται μὲν γὰρ καὶ ὁ πατὴρ ἔχων τῆς ἀρετῆς διάδοχον,2 ἡσθησόμεθα δὲ οἱ γονεῖς αὐτοῦ καὶ τεθνεῶτες.
求您让我的儿子比他的父母更有福分,且肖似他的外祖父;愿他也乘坐统帅的三列桨战船出海,愿在他海战之时有人赞道:‘赫摩克拉忒斯的外孙胜似其祖!’因为父亲得见武勇的后嗣也将欣喜不已,而我们做父母的,即使已化作鬼魂,亦将同感欣慰。
Ἱκετεύω σε, δέσποινα, διαλλάγηθί μοι λοιπόν· ἱκανῶς γάρ μοι δεδυστύχηται.3 Τέθνηκα, ἀνέζησα, λελῄστευμαι, πέφευγα, πέπραμαι, δεδούλευκα· τίθημι δὲ καὶ τὸν δεύτερον γάμον ἔτι μοι τούτων βαρύτερον. Ἀλλὰ μίαν ἀντὶ πάντων αἰτοῦμαι χάριν παρὰ σοῦ καὶ διὰ σοῦ παρὰ τῶν ἄλλων θεῶν· σῶζέ μου τὸν ὀρφανόν.” Ἔτι βουλομένην λέγειν ἐπέσχε τὰ δάκρυα.
女主人啊,我哀求您,就此与我和解吧;我所遭逢的苦难已足够深重。我死过,复活过,被劫盗过,流亡过,被贩卖过,做过奴隶;而我把这第二次婚姻看得比所有这些还要沉重。然而,我单单求您赐予我一样恩典以代偿这一切,并借着您求告其余诸神:保全我的孤儿吧。”她还欲多言,泪水却哽住了话语。
- 3.8.1ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παρ’ αὐτῆς
介词短语“ἐκ τῆς γνώμης”(出于心意/善意)与“ἐκ τῆς τύχης”(出于处境/境遇)形成对举。普兰戈恩若仍为奴隶,可能因刑求或利诱而泄密;通过重获自由这一“处境”的改变,她从外在身份与利益上也获得了保守秘密的坚实动机。
- 3.8.8ἡσθήσεται μὲν γὰρ καὶ ὁ πατὴρ ἔχων τῆς ἀρετῆς διάδοχον
关于“ὁ πατὴρ”(父亲)的指代存在两种可能:(1) 指前文提到的外祖父(τῷ πάππῳ)即叙拉古将领赫摩克拉忒斯(对卡利罗厄而言为父亲);(2) 指孩子的生父凯雷阿斯。由于紧随其后的分句以复数“ἡσθησόμεθα δὲ οἱ γονεῖς αὐτοῦ”(我们做父母的……亦将欣喜)将卡利罗厄与凯雷阿斯二人并提作为对照,故此处的“ὁ πατὴρ”应取前一种解释,指外祖父赫摩克拉忒斯,继承其武勇(ἀρετή)也与前文的海战将领身份完全吻合。
- 3.8.9ἱκανῶς γάρ μοι δεδυστύχηται
此句为不及物动词δυστυχέω的完成时被动第三人称单数非人称结构,搭配表示施事或利害关系的与格μοι(字面意为“关于我不幸之事已被受够了”,即“我遭受的不幸已足够深重”)。该句作为总括,引领后文一连串列举其历经苦难的完成时与不定过去时动词(τέθνηκα, ἀνέζησα, λελῄστευμαι等)。
