- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.7.1-3.7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
管家福卡斯引蛮族焚毁凯雷阿斯的战船,致使其被卖至卡利亚服苦役;卡利罗厄在梦中得见丈夫落难后哀恸不已,狄奥尼修斯好言宽慰,随后她诞下凯雷阿斯的骨肉并在家中确立了女主人的地位。
Ἐν δὲ τῷ μεταξὺ Φωκᾶς, ὁ οἰκονόμος Διονυσίου, θεασάμενος τριήρη ναύμαχον, οὐκ ἀδεὴς καθειστήκει· ναύτην δέ τινα ὑποκορισάμενος μανθάνει παῤ αὐτοῦ τὴν ἀλήθειαν, τίνες εἰσὶ καὶ πόθεν καὶ διὰ τίνα πλέουσι. Συνῆκεν οὖν ὅτι μεγάλην συμφορὰν ἡ τριήρης αὕτη κομίζει Διονυσίῳ καὶ οὐ βιώσεται Καλλιρρόης ἀποσπασθείς.
在此期间,狄奥尼修斯的管家福卡斯看见一艘作战用的三列桨座战船,心中满是忧惧;他好言诱导一名水手,从他口中探听到了实情:他们是谁、从何处来、又是为了谁航行至此。于是他明白过来,这艘战船将给狄奥尼修斯带来灭顶之灾,而且若是卡利罗厄被人夺走,他的主人将无法活下去。
Οἷα δὲ φιλοδέσποτος ἐθελήσας προλαβεῖν τὸ δεινὸν καὶ σβέσαι πόλεμον μέγαν μέν, οὐ κοινὸν, ἀλλὰ τῆς Διονυσίου μόνης οἰκίας, διὰ τοῦτο ἀφιππευσάμενος εἴς τι φρουρίον βαρβάρων, ἀνήγγειλεν ὅτι τριήρης πολεμία λανθάνει τάχα μὲν ἐπὶ κατασκοπὴν τάχα δὲ καὶ διὰ λῃστείαν ὑφορμοῦσα,1 συμφέρει δὲ τοῖς βασιλέως πράγμασιν ἀνάρπαστον αὐτὴν γενέσθαι πρὶν ἀδικεῖν.
出于对主人的忠心,他决心先发制人以消除凶险,扑灭一场虽非关公事、却直接降临于狄奥尼修斯一家的巨大战祸。为此,他策马奔赴一座蛮族的要塞,通报说有一艘敌方的战船正在秘密停泊,或是为了刺探军情,或是为了行劫海盗之事,若能在其为非作歹前将其一举捕获,正符合国王的利益。
Ἔπεισε τοὺς βαρβάρους καὶ συντεταγμένους ἤγαγεν. Ἐπιπεσόντες οὖν μέσῃ νυκτὶ καὶ πῦρ ἐμβαλόντες τὴν μὲν τριήρη κατέφλεξαν, ὅσους δὲ ζῶντας ἔλαβον, δήσαντες εἰς τὸ φρουρίον ἀνήγαγον. Νεμήσεως δὲ τῶν αἰχμαλώτων γενομένης ἱκέτευσαν Χαιρέας καὶ Πολύχαρμος ἑνὶ δεσπότῃ πραθῆναι. Καὶ ὁ λαβὼν αὐτοὺς ἐπώλησεν εἰς Καρίαν. Ἐκεῖ δὲ πέδας σύροντες παχείας εἰργάζοντο τὰ Μιθριδάτου.
他说服了蛮族人,并带领他们整队前往。他们在午夜突袭,纵火焚毁了战船,并将所有生擒者尽数捆绑,押解到了要塞。在瓜分俘虏时,凯雷阿斯与波吕查摩斯央求将他们卖给同一个主人。得到他们的人随后将他们转卖到了卡利亚。在那里,他们拖着沉重的铁镣,在米特里达梯的庄园里服劳役。
Καλλιρρόῃ δὲ ὄναρ ἐπέστη Χαιρέας δεδεμένος καὶ θέλων αὐτῇ προσελθεῖν, ἀλλὰ μὴ δυνάμενος· ἀνεκώκυσε δὲ μέγα καὶ διωλύγιον ἐν τοῖς ὕπνοις “Χαιρέα, δεῦρο.” Τότε πρῶτον Διονύσιος ἤκουσεν ὄνομα Χαιρέου. Τῆς γυναικὸς οὖν ταραχθείσης ἐπύθετο “τίς, ὃν ἐκάλεις;” Προύδωκε δὲ αὐτὴν τὰ δάκρυα καὶ τὴν λύπην οὐκ ἐδυνήθη κατασχεῖν, ἀλλ̓ ἔδωκε παρρησίαν τῷ πάθει.
与此同时,卡利罗厄梦见凯雷阿斯身负锁链,想要走向她却力不能及;她在睡梦中放声凄厉地恸哭道:“凯雷阿斯,到这里来!”狄奥尼修斯这时才第一次听到了凯雷阿斯的名字。见妻子如此惊惶不安,他便追问道:“你方才呼唤的人是谁?”眼泪出卖了她,她再也无法抑制心中的悲戚,便任由悲痛宣泄出来。
“Δυστυχὴς” φησὶν “ἄνθρωπος, ἐμὸς ἀνὴρ ἐκ παρθενίας, οὐδὲ ἐν τοῖς ὀνείροις εὐτυχής· εἶδον γὰρ αὐτὸν δεδεμένον. Ἀλλὰ σὺ μέν, ἄθλιε, τέθνηκας ζητῶν ἐμὲ (δηλοῖ γὰρ θάνατόν σου τὰ δεσμά), ἐγὼ δὲ ζῶ καὶ τρυφῶ, κατάκειμαι δὲ ἐπὶ χρυσηλάτου κλίνης μετὰ ἀνδρὸς ἑτέρου. Πλὴν οὐκ εἰς μακρὰν ἀφίξομαι πρὸς σέ.
“一个不幸的人,”她说道,“是我自少女时代起的结发丈夫,他在梦里也是这般不幸;因为我看见他被铁链锁着。可怜的人啊,你为了寻我而丧命——因为你的锁链正表明了你的死讯;而我却苟活享乐,与另一个男人同卧于贴金的床榻之上。然而,用不了多久我就会到你那里去。
Εἰ καὶ ζῶντες ἀλλήλων οὐκ ἀπελαύσαμεν, ἀποθανόντες ἀλλήλους ἕξομεν.” Τούτων τῶν λόγων ἀκούσας ὁ Διονύσιος ποικίλας ἐλάμβανε γνώμας· ἥπτετο μὲν γὰρ αὐτοῦ ζηλοτυπία διότι καὶ νεκρὸν ἐφίλει Χαιρέαν, ἥπτετο δὲ καὶ φόβος μὴ ἑαυτὴν ἀποκτείνῃ· ἐθάρρει δ’ ὅμως ὅτι ὁ πρῶτος ἀνὴρ ἐδόκει τεθνηκέναι τῇ γυναικί· μὴ γὰρ ἀπολείψειν αὐτὴν Διονύσιον, οὐκ ὄντος ἔτι Χαιρέου.2
即使活着时我们未曾共享彼此,死后我们也必将拥有对方。”狄奥尼修斯听闻这番话,心中百感交集:他嫉恨她即便凯雷阿斯已死也依旧深爱着他,又惊恐于她可能会自尽;然而他又暗自庆幸妻子认定前夫已经死去,因为既然凯雷阿斯已不在人世,她便断不会离弃狄奥尼修斯。
Παρεμυθεῖτο τοίνυν ὡς δυνατὸν μάλιστα τὴν γυναῖκα καὶ ἐπὶ πολλὰς ἡμέρας παρεφύλαττε, μὴ ἄρα τι δεινὸν ἑαυτὴν ἐργάσηται. Περιέσπασε δὲ τὸ πένθος ἐλπὶς τοῦ τάχα ζῆν ἐκεῖνον καὶ ψευδόνειρον αὐτὴν γεγονέναι· τὸ δὲ πλέον ἡ γαστήρ· ἑβδόμῳ γὰρ μηνὶ μετὰ τοὺς γάμους υἱὸν ἔτεκε τῷ μὲν δοκεῖν ἐκ Διονυσίου, Χαιρέου δὲ ταῖς ἀληθείαις. Ἑορτὴν μεγίστην ἤγαγεν ἡ πόλις καὶ πρεσβεῖαι ἀφίκοντο πανταχόθεν Μιλησίοις συνηδομένων3 ὅτι τὸ γένος αὔξει τὸ Διονυσίου. Κἀκεῖνος ὑπὸ τῆς χαρᾶς πάντων παρεχώρησε τῇ γυναικὶ καὶ δέσποιναν αὐτὴν ἀπέδειξε τῆς οἰκίας. Ἀναθημάτων ἐνέπλησε τοὺς νεώς, πανδημεὶ τὴν πόλιν εἱστία θυσίαις.
于是他极尽所能安慰妻子,并在许多天里寸步不离地防范着她,生怕她做出什么可怕的傻事来。然而,那份料想他或许尚在人世、自己的梦境不过是虚妄的微薄希望,冲淡了她的哀思;更主要的则是她隆起的腹部:在婚后第七个月,她诞下了一个男婴,名义上是狄奥尼修斯之子,实则是凯雷阿斯的骨肉。全城举行了盛大的庆典,四面八方的使团纷纷赶来,向米利都人祝贺狄奥尼修斯后继有人。狄奥尼修斯喜不自胜,将一切大权悉数让予妻子,立她为整个家宅的女主人。他用祭品填满了神庙,并以盛大的牺牲宴请了全城百姓。
- 3.7.2λανθάνει τάχα μὲν ἐπὶ κατασκοπὴν τάχα δὲ καὶ διὰ λῃστείαν ὑφορμοῦσα
动词 λανθάνει 与补充副词性分词 ὑφορμοῦσα 连用,表示“秘密停泊”。两个介词短语 ἐπὶ κατασκοπήν(目的)与 διὰ λῃστείαν(原因/动机)通过 τάχα μὲν ... τάχα δὲ καί 构成平行并列,共同修饰分词。
- 3.7.6μὴ γὰρ ἀπολείψειν αὐτὴν Διονύσιον, οὐκ ὄντος ἔτι Χαιρέου
由 γάρ 引出的无主要动词的“宾格加不定式”间接引语结构,承接前文的 ἐθάρρει(感到安心),表达狄奥尼修斯内心的推论。在 αὐτὴν Διονύσιον 中,前一个宾格 αὐτήν 为不定式 ἀπολείψειν 的逻辑主语(卡利罗厄),后一个宾格 Διονύσιον 为其宾语(“她不会离开狄奥尼修斯”)。末尾的 οὐκ ὄντος ἔτι Χαιρέου 为表原因的属格独立结构。
- 3.7.7πρεσβεῖαι ἀφίκοντο πανταχόθεν Μιλησίοις συνηδομένων
分词 συνηδομένων 为属格复数,在此与集合名词主语 πρεσβεῖαι(使节团)按意义一致(constructio ad sensum,即指派出使节的各邦城民),或可视为省略了名词主语的独立属格。与格 Μιλησίοις 由复合动词 συνηδομένων(σύν + ἥδομαι)所支配,表示“与米利多人同乐”。
