← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§3.6.1-3.6.8

阿佛洛狄忒神庙的塑像与凯雷阿斯的绝望

凯雷阿斯一行抵达伊奥尼亚海岸;他在走访阿佛洛狄忒神庙时见到了卡利罗厄的纯金塑像,得悉她已成为显贵狄奥尼修斯的妻子,顿陷绝望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

Πνεῦμα δὲ φορὸν ὑπέλαβε τὴν τριήρη καὶ ὥσπερ κατ’ ἴχνος τοῦ κέλητος ἔτρεχεν. Ἐν δὲ ταῖς ἴσαις ἡμέραις εἰς Ἰωνίαν ἧκον καὶ ὡρμίσαντο ἐπὶ τῆς αὐτῆς ἀκτῆς ἐν τοῖς Διονυσίου χωρίοις.

一阵顺风托住了三列桨座战船,它如循着轻舟的航迹般奔驰。在同样的天数内,他们抵达了伊奥尼亚,并停泊在狄奥尼修斯庄园所在的同一片海岸上。

§3.6.2

Οἱ μὲν οὖν ἄλλοι κεκμηκότες ἐκβάντες εἰς τὴν γῆν περὶ τὴν ἀνάληψιν ἠπείγοντο τὴν ἑαυτῶν, σκηνάς τε πηγνύμενοι καὶ παρασκευάζοντες εὐωχίαν, Χαιρέας δὲ μετὰ Πολυχάρμου περινοστῶν “πῶς νῦν” φησὶ “Καλλιρρόην εὑρεῖν δυνάμεθα; μάλιστα μὲν γὰρ φοβοῦμαι μὴ Θήρων ἡμᾶς διεψεύσατο1 καὶ τέθνηκεν ἡ δυστυχής. Εἰ δ’ ἄρα καὶ ἀληθῶς πέπραται, τίς οἶδεν ὅποι·

其他人精疲力竭,登岸后便急于恢复体力,支起帐篷,准备宴席;然而凯雷阿斯与波吕查摩斯一同四处踱步,说道:“如今我们怎样才能找到卡利罗厄呢?因为我最担心的莫过于塞隆欺骗了我们,而那不幸的人儿已经死去了。但若她果真被卖掉了,又有谁知道卖去了何处呢?

§3.6.3

πολλὴ γὰρ ἡ Ἀσία.” Μεταξὺ δὲ ἀλύοντες περιέπεσον τῷ νεῷ τῆς Ἀφροδίτης. Ἔδοξεν οὖν αὐτοῖς προσκυνῆσαι τὴν θεόν, καὶ προσδραμὼν τοῖς γόνασιν αὐτῆς Χαιρέας “σύ μοι, δέσποινα, πρώτη Καλλιρρόην ἔδειξας ἐν τῇ σῇ ἑορτῇ· σὺ καὶ νῦν ἀπόδος, ἣν ἐχαρίσω·” μεταξὺ ἀνακύψας εἶδε παρὰ τὴν θεὸν εἰκόνα Καλλιρρόης χρυσῆν, ἀνάθημα Διονυσίου. Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.2

因为亚细亚何其辽阔。”正当他们忧心忡忡地漫步时,偶然撞见了阿佛洛狄忒的神庙。于是他们决定向女神祈拜,凯雷阿斯奔至女神的膝前说道:“女主人啊,是您在您自己的节日里最早将卡利罗厄引见于我;如今也请您将您曾赐予的人还给我吧!”在此期间,他猛一抬头,看见女神身旁有一尊卡利罗厄的纯金塑像,乃是狄奥尼修斯的献礼。刹那间,他的双膝与心胸都瘫软了。

§3.6.4

Κατέπεσεν οὖν σκοτοδινιάσας· θεασαμένη δὲ αὐτὸν ἡ ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον εἶπε “θάρρει, τέκνον, καὶ ἄλλους πολλοὺς ἡ θεὸς ἐξέπληξεν· ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν ἑαυτὴν ἐναργῶς. Ἀλλ’ ἀγαθοῦ μεγάλου τοῦτ’ ἔστι σημεῖον. Ὁρᾷς εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν ἦν, ἡ δὲ Ἀφροδίτη πάντων ἡμῶν κυρίαν πεποίηκεν αὐτήν.” “Τίς γάρ ἐστιν” ὁ Χαιρέας εἶπεν “αὕτη;” “Ἡ δέσποινα τῶν χωρίων τούτων, ὦ τέκνον, Διονυσίου γυνή, τοῦ πρώτου τῶν Ἰώνων.” Ἀκούσας ὁ Πολύχαρμος, οἷα δὴ σωφρονῶν αὐτός,3 οὐδὲν εἴασεν ἔτι τὸν Χαιρέαν εἰπεῖν, ἀλλ’ ὑποβαστάσας ἐξήγαγεν ἐκεῖθεν, οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί, πρὶν ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς ἀλλήλους.

于是他一阵眩晕,倒在地上。看守神庙的女祭司看见他,端来清水并将他救醒,说道:“放心吧,孩子,女神也曾令许多其他人惊骇万分;因为她是显圣之神,真切地彰显自己。然而这是大吉之兆。你看见那尊金像了吗?她曾经是个女奴,阿佛洛狄忒却使她成为了我们众人的女主人。” “那么她到底是谁?”凯雷阿斯问道。“是这些庄园的女主人,孩子,伊奥尼亚首屈一指的人物狄奥尼修斯的妻子。”波吕查摩斯听闻此言,因他自己素来清醒理智,便不容凯雷阿斯再多言一句,而是搀扶着他离开了那里,不愿在他们全面商议妥当并互相定好对策之前,泄露他们是谁的底细。

§3.6.6

Ὁ δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν εἶπεν ἀλλ’ ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα· πόρρω δὲ ἀπελθὼν ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ “ὦ θάλασσα” φησὶ “φιλάνθρωπε, τί με διέσωσας; ἢ ἵνα εὐπλοήσας ἴδω Καλλιρρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι ποτὲ οὐδὲ ἀποθανόντος Χαιρέου.

凯雷阿斯当着女祭司的面一言不发,极力克制着保持缄默,唯有泪水止不住地滚落;但走至远处后,他独自一人扑倒在地上说道:“仁慈的大海啊,你为何救了我的性命?难道是为了让我一路顺风之后,却看见卡利罗厄成了别人的妻子吗?我从未料到会发生这种事,哪怕凯雷阿斯已经死去。

§3.6.7

Τί ποιήσω δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα· νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. Πόσῳ δ’ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν.4 Εἴπω Διονυσίῳ προσελθὼν ʽἀπόδος μοι τὴν γυναῖκα;ʼ τοῦτο δὲ λέγει τίς γεγαμηκότι;

我这不幸的人该如何是好?因为面对一个主人,我本指望将你赎回,也深信能以赎金说服买下你的人;可如今我却发现你腰缠万贯,甚至宛如王后。倘若我发现你身处穷困之中,我该是多么幸运啊!难道我要走上前去对狄奥尼修斯说‘把我的妻子还给我’吗?可是,谁会对一个已经娶了她的人说出这种话呢?

§3.6.8

Ἀλλ’ οὐδ᾽, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ’ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.” Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο Πολύχαρμος.

甚至就算我遇见了你,我也无法靠近你,更不能像同乡公民那样向你致意——这本是最寻常的礼节。我恐怕甚至有因被当作自己妻子的奸夫而丧命的危险!”当他如此悲泣时,波吕查摩斯从旁好言安慰着他。

语法注4 条
  1. 3.6.2φοβοῦμαι μὴ Θήρων ἡμᾶς διεψεύσατο

    表示担忧的动词(φοβοῦμαι)后接从属连词 μή 的句式。此处未采用通常表示对未来事件担忧的虚拟语气,而是使用了直陈语气不定过去时(διεψεύσατο),表示对既成事实的担忧与怀疑:“我担心塞隆(实际上已经)欺骗了我们”。

  2. 3.6.3Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ

    化用了荷马史诗中的著名程式句(参见《奥德赛》5.297等)。λύτο 是动词 λύω 的史诗无连接元音中动相第三人称单数不定过去时。在句法上,先行单数动词 λύτο 与由中性复数 γούνατα 及单数 ἦτορ 构成的复合主语并存,符合就近一致原则(或品达句式)。

  3. 3.6.5οἷα δὴ σωφρονῶν αὐτός

    副词 οἷα(δή)后接分词 σωφρονῶν 的结构,表示基于主语自身特质的客观原因:“鉴于他自身理智清醒/以他的沉着冷静”。αὐτός 起强调主语(波吕查摩斯)自身的作用。

  4. 3.6.7Πόσῳ δ’ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν

    混合型与过去事实相反的虚拟条件句:条件从句(protasis)使用过去完成时 εὑρήκειν(动词 εὑρίσκω 的第一人称单数过去完成时),表示过去未实现的前提(“若我当时发现你……”);主句(apodosis)则使用未完成过去时 ὑπῆρχον 加上 ἄν,表示当前未实现的假设结果(“我现在会是多么幸运”)。Πόσῳ 为表示差额程度的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.6.1-3.6.8