← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§3.5.1-3.5.9

使节战船的出航与凯雷阿斯的决别

尽管冬日渡海凶险,使节战船依然整装待发;在双亲绝望的挽留、凯雷阿斯投海轻生获救以及好友波吕查摩斯暗中登船后,战船终于启航驶向大海。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι· τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι· Χαιρέας δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα, ζεύξας σχεδίαν εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι.1

对其余众人而言,等待通航时节、待初春微明时出航似乎是最好的选择;因为彼时严冬尚在,要横渡伊奥尼亚海看似全然不可能。然而凯雷阿斯却急不可待,因爱之驱使,他甚至甘愿扎起木筏投身远海,任由狂风吹卷漂泊。

§3.5.2

Οὔκουν οὐδὲ οἱ πρέσβεις ἤθελον βραδύνειν ὑπ’ αἰδοῦς τῆς τε πρὸς ἐκεῖνον καὶ μάλιστα πρὸς Ἑρμοκράτην, ἀλλ’ ἡτοιμάζοντο πλεῖν. Συρακούσιοι δὲ δημοσίᾳ τὸν στόλον ἐξέπεμψαν, ἵνα καὶ τοῦτο εἰς ἀξίωμα προστεθῇ τῆς πρεσβείας.

因此,使节们出于对他、尤其是对赫谟克拉忒斯的敬重,亦不愿迁延,遂着手准备起航。锡拉库萨人以公费资助了这支船队,以便也为此番出使增添威仪。

§3.5.3

Καθείλκυσαν οὖν ἐκείνην τὴν τριήρη τὴν στρατηγικήν, ἔχουσαν ἔτι τὰ σημεῖα τῆς νίκης. Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῆς ἀναγωγῆς ἡμέρα, τὸ πλῆθος εἰς τὸν λιμένα συνέδραμεν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες, καὶ ἦσαν ὁμοῦ εὐχαί, δάκρυα, στεναγμοί, παραμυθία, φόβος, θάρσος, ἀπόγνωσις, ἐλπίς. Ἀρίστων δέ, ὁ Χαιρέου πατήρ, ἐσχατογήρως καὶ νόσῳ παρειμένος, περιέφυ τῷ τραχήλῳ τοῦ παιδὸς καὶ ἀνακρεμάμενος αὐτοῦ κλάων ἔλεγε “τίνι με καταλείπεις, ὦ τέκνον, ἡμιθνῆτα πρεσβύτην; ὅτι μὲν γὰρ οὐκέτι σε ὄψομαι δῆλον.

于是他们将那艘仍保留着胜利标志的旗舰三列桨座战船推下水去。当定好的启航之日来临,群众奔集港口,不仅有男子,还有妇人和孩童;祈祷、泪水、叹息、安慰、恐惧、勇气、绝望与希望交织在一起。 凯雷阿斯的父亲阿里斯同因极度年迈与疾病而极度虚弱,他抱住儿子的脖子,依附在他身上哭泣着说:“我的孩子,你竟把我这样一个半死的老人弃给何人?因为我再也见不到你,已是昭然若揭。

§3.5.5

Περίμεινον δὲ κἂν ὀλίγας ἡμέρας, ὅπως ἐν ταῖς χερσὶ ταῖς σαῖς ἀποθάνω· θάψον δέ με καὶ ἄπιθι.” Ἡ δὲ μήτηρ τῶν γονάτων αὐτοῦ λαβομένη “ἐγὼ δὲ σου δέομαι” φησίν, “ὦ τέκνον, μή με ἐνταῦθα καταλίπῃς ἔρημον, ἀλλ’ ἐμβαλοῦ τριήρει φορτίον κοῦφον· ἂν δὲ ὦ βαρεῖα καὶ περιττή, ῥίψατέ με εἰς τὴν θάλασσαν, ἣν σὺ πλεῖς.” Ταῦτα λέγουσα περιέρρηξε τὸ στῆθος καὶ προτείνουσα τὰς θηλὰς· “τέκνον” φησί, "τάδ’ αἴδεο καί μ’ ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον.2" Κατεκλάσθη Χαιρέας πρὸς τὰς τῶν γονέων ἱκεσίας καὶ ἔρριψεν ἑαυτὸν ἀπὸ τῆς νεὼς εἰς τὴν θάλασσαν, ἀποθανεῖν θέλων, ἵνα φύγῃ δυοῖν θάτερον, ἢ τὸ μὴ ζητεῖν Καλλιρρόην ἢ τὸ λυπῆσαι τοὺς γονεῖς· ταχέως δὲ ἀπορρίψαντες οἱ ναῦται μόλις αὐτὸν ἀνεκούφισαν.3

哪怕只等上区区数日吧,好让我死在你的臂弯之中;安葬了我,你再去吧。”母亲则抱住他的双膝,“我的孩子,我也恳求你,”她说,“切莫把我独自抛在这里,请将我当作一件轻便的辎重带上战船吧;若我成了沉重多余的累赘,你们便将我扔进你所航行的海中去吧。”说着这些,她扯裂衣襟露出胸膛,伸出乳房说道:“孩子, 倘若我曾以消忧解愁的乳汁哺育过你,请敬重这些,并怜悯我自身吧!” 凯雷阿斯被双亲的哀求击垮了,他从船上纵身跃入大海,甘愿求死,以便逃避两难中的其一——要么是不去寻觅卡利罗厄,要么是令双亲痛心。然而水手们迅速跃入水中,好不容易才将他拉了上来。

§3.5.7

Ἐνταῦθα Ἑρμοκράτης ἀπεσκέδασε τὸ πλῆθος καὶ ἐκέλευσε τῷ κυβερνήτῃ λοιπὸν ἀνάγεσθαι. Συνέβη δέ τι καὶ ἄλλο φιλίας ἔργον οὐκ ἀγεννές. Πολύχαρμος γάρ, ἑταῖρος τοῦ Χαιρέου, παραυτὰ μὲν οὐκ ὤφθη ἐν τῷ μέσῳ, ἀλλὰ καὶ πρὸς τοὺς γονεῖς ἔφη “φίλος μέν, φίλος Χαιρέας, οὐ μὴν ἄχρι τούτου γε ὥστε καὶ περὶ τῶν ἐσχάτων αὐτῷ συγκινδυνεύειν.

此时,赫谟克拉忒斯驱散了人群,命令舵手即刻启航。与此同时,还发生了另一桩高尚的友谊之举。凯雷阿斯的密友波吕查摩斯当时并未在众人面前露面,甚至还对自己的双亲说:“朋友固然是朋友,凯雷阿斯确是朋友,但绝未至于要同他一道冒生死之险。

§3.5.8

Διόπερ, ἕως ἀποπλεῖ, ὑπεκστήσομαι.” Ἡνίκα δὲ ἀπεσάλευσε τῆς γῆς τὸ πλοῖον, ἀπὸ τῆς πρύμνης αὐτοὺς ἀπησπάσατο, ἵνα μηκέτι αὐτὸν δύνωνται κατασχεῖν.

因此,在他启航前,我且避而不见。”然而当船已离开陆地在波涛中摇曳时,他却从船尾向双亲挥手告别,使他们再也无法拦阻他。

§3.5.9

Ἐξελθὼν δὲ τοῦ λιμένος Χαιρέας καὶ ἀποβλέψας εἰς τὸ πέλαγος “ἄγε με” φησίν, “ὦ θάλασσα, τὸν αὐτὸν δρόμον, ὃν καὶ Καλλιρρόην ἤγαγες. Εὔχομαί σοι, Πόσειδον, ἢ κἀκείνην μεθ’ ἡμῶν ἢ μηδὲ ἐμὲ χωρὶς ἐκείνης ἐνταῦθα.4 Εἰ μὴ γὰρ δύναμαι τὴν γυναῖκα τὴν ἐμὴν ἀπολαβεῖν, θέλω κἂν δουλεύειν μετ’ αὐτῆς.”

驶出港口后,凯雷阿斯凝望着外海说道:“大海啊,请带我走上你曾带走卡利罗厄的同一条航道吧!波塞冬啊,我向你祈求,要么也将她与我们一同带回,要么没有她便连我也不要带回这里。因为若我无法夺回我的妻子,我也甘愿同她一起为奴。”

语法注4 条
  1. 3.5.1ζεύξας σχεδίαν εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι

    不定式短语 ἑαυτὸν ἀφεῖναι 依附于形容词 ἕτοιμος,被动不定式 φέρεσθαι 接在与格 τοῖς ἀνέμοις 之后,表示结果或目的(“任凭风浪吹卷漂泊”)。分词 ζεύξας 为修饰主语的状语性分词。

  2. 3.5.6τάδ’ αἴδεο καί μ’ ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον

    直接引用自荷马《伊利亚特》第22卷82–83行(赫卡柏哀求赫克托耳之处)。τάδε 为中性复数宾格,作 αἴδεο 的宾语(“敬重这些[乳房]”),μ’ (με) 则与强调同位语 αὐτήν 连用,意为“怜悯我自身”。

  3. 3.5.6ταχέως δὲ ἀπορρίψαντες οἱ ναῦται μόλις αὐτὸν ἀνεκούφισαν

    主动分词 ἀπορρίψαντες 省略了反身代词 ἑαυτούς(“水手们迅速跳入海中”),此用法承前文 ἔρριψεν ἑαυτὸν 而来,呈现不及物化的动词意义。

  4. 3.5.9ἢ κἀκείνην μεθ’ ἡμῶν ἢ μηδὲ ἐμὲ χωρὶς ἐκείνης ἐνταῦθα

    祷告语境中省略了祈愿的谓语动词(如 ἄγειν、κομίζειν 或 ἐπανάγειν)。宾格 κἀκείνην 与 ἐμέ 作为隐含动词的宾语,表达二选一的祈求:“要么也将她与我们一同带回,要么没有她便连我也不要带回这里”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.5.1-3.5.9