← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§3.4.10-3.4.18

塞隆招供受刑与派遣使团之决议

塞隆虚伪的申辩被一名渔夫的证言戳穿,他在酷刑下供出卡利罗厄尚在人世并被卖往米利都,随后被判处十字架刑。锡拉库萨大会决议派遣包括凯雷阿斯在内的使团前往营救。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.10

Ταῦτα λέγοντος1 οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη, καὶ τάχ’ ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ δαίμων τις τιμωρὸς Καλλιρρόης ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς·2 ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι πάντων πραγμάτων, πεισθῆναι Συρακουσίους ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν ὁ μόνος σωθεὶς δι᾽ ἀσέβειαν, ἵνα ἐπὶ πλέον κολασθῇ.

当他如此哀戚地陈词时,怜悯之情涌入了群众心中;若非卡利罗厄的某个复仇神灵对他的不义辩说感到震怒,他很可能已说服众人,甚至获得盘缠了。因为,倘若锡拉库萨人竟相信那唯独因不敬神而幸存(以便遭受更大惩罚)之人乃是唯独因虔敬而得救,这将是世间万事中最令人愤慨之事。

§3.4.11

Καθεζόμενος οὖν ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώρισεν αὐτὸν καὶ ἡσυχῆ πρὸς τοὺς καθεζομένους εἶπε “τοῦτον ἐγὼ καὶ πρότερον εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.” Ταχέως οὖν ὁ λόγος εἰς πλείονας διεδόθη, καί τις ἐξεβόησε “ψεύδεται.” Πᾶς οὖν ὁ δῆμος ἐπεστράφη, καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον εἰπόντα· ἀρνουμένου δὲ Θήρωνος ὁ ἁλιεὺς μᾶλλον ἐπιστεύθη. Βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες προσεφέροντο τῷ δυσσεβεῖ· καόμενος δὲ καὶ τεμνόμενος ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ δεῖν3 ἐνίκησε τὰς βασάνους.

坐在人群中的一名渔夫认出了他,便悄声对邻座的人说:“我先前就见过这个人在我们的港口周围游荡。”这话迅速传给了更多人,有人高喊道:“他在撒谎!”于是全体民众都转过身来,长官们命令那第一个说话的人走下前来。虽然塞隆矢口否认,但人们更相信渔夫。他们立即召来行刑者,皮鞭便落在这不敬之徒身上;他虽遭灼烧切割,却依旧苦撑,几乎战胜了酷刑。

§3.4.13

Ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς ἡ ἀλήθεια· μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ̓ ὡμολόγησεν ὁ Θήρων. Ἤρξατο οὖν διηγεῖσθαι “πλοῦτον θαπτόμενον ἰδὼν συνήγαγον λῃστάς.

然而,良知对每个人都是强大的,真理更是无所不能;塞隆虽艰难而迟缓,但终究招认了。于是他开始叙述道:“我见到巨富入葬,便召集了强盗。

§3.4.14

Ἠνοίξαμεν τὸν τάφον· εὕρομεν ζῶσαν τὴν νεκράν· πάντα συλήσαντες ἐνεθήκαμεν τῷ κέλητι· πλεύσαντες εἰς Μίλητον μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ διεκομίζομεν εἰς Κρήτην· ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον ὑπὸ ἀνέμων ἃ πεπόνθαμεν καὶ ὑμεῖς ἑωράκατε.” Πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ πριαμένου.

我们打开了坟墓;我们发现那具‘死尸’还活着;我们劫掠了一切装入小船;航行至米利都,我们仅将那女子卖掉,而将余物运往克里特;然而被狂风逼入伊奥尼亚海后我们所遭遇的一切,诸位也都亲眼目睹了。”他说尽了一切,唯独没有提及买主的名字。

§3.4.15

Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε· χαρὰ μὲν ὅτι ζῇ Καλλιρρόη, λύπη δὲ ὅτι πέπραται. Θήρωνι μὲν οὖν θανάτου ψῆφος ἠνέχθη, Χαιρέας δὲ ἱκέτευε μηδέπω θνήσκειν τὸν ἄνθρωπον, “ἵνα μοι” φησὶν “ἐλθὼν μηνύσῃ τοὺς ἀγοράσαντας. Λογίσασθέ μου τὴν ἀνάγκην· συνηγορῶ τῷ πωλήσαντί μου τὴν γυναῖκα.” Τοῦτο Ἑρμοκράτης ἐκώλυσε γενέσθαι “βέλτιον” εἰπὼν “ποιήσασθαι τὴν ζήτησιν ἐπιπονωτέραν ἢ λυθῆναι τοὺς νόμους. Δέομαι δὲ ὑμῶν, ἄνδρες Συρακούσιοι, μνησθέντας στρατηγίας τῆς ἐμῆς καὶ τροπαίων ἀποδοῦναί μοι τὴν χάριν εἰς τὴν θυγατέρα. Πέμψατε πρεσβείαν ὑπὲρ αὐτῆς· τὴν ἐλευθέραν ἀπολάβωμεν.” Ἔτι λέγοντος ὁ δῆμος ἀνεβόησε “πάντες πλεύσωμεν,” ἐκ δὲ τῆς βουλῆς ὑπέστησαν ἐθελονταὶ τὸ πλεῖστον μέρος· ὁ δὲ Ἑρμοκράτης “τῆς μὲν τιμῆς” ἔφη “χάριν ἐπίσταμαι πᾶσιν, ἀρκοῦσι δὲ πρεσβευταὶ δύο μὲν ἀπὸ τοῦ δήμου, δύο δὲ ἀπὸ τῆς βουλῆς· πλεύσεται δὲ Χαιρέας πέμπτος αὐτός.”4

这些话一说出,欢喜与悲痛同时涌入众人心头:欢喜的是卡利罗厄尚在人世,悲痛的是她已被卖为奴。塞隆被判处死刑,凯雷阿斯却恳求莫要立刻处死此人,“以便他前去,”他说,“向我指出那些买主。请诸位体谅我的迫切处境:我竟在为出卖我妻子的人辩护!”赫谟克拉忒斯阻止了这事的发生,说道:“搜寻变得更为艰辛,也比法律遭到废弛要好。锡拉库萨的男人们,我恳求你们念及我的统帅之功与战胜纪念,将这份恩情回报在我的女儿身上。请为她派遣使团,让我们迎回这位自由之身的女子吧!”言犹未尽,民众便齐声高呼:“我们全体起航!”议事会的大多数成员也自愿报名;但赫谟克拉忒斯说:“对于这份厚意,我心领全体的恩情;但使节有民众两人、议事会两人足矣;凯雷阿斯本人将作为第五人同行。”

§3.4.18

Ἔδοξε ταῦτα καὶ ἐκυρώθη, διέλυσέ τε ἐπὶ τούτοις τὴν ἐκκλησίαν. Ἀπαγομένῳ δὲ Θήρωνι μέγα μέρος τοῦ πλήθους ἐπηκολούθησεν. Ἀνεσκολοπίσθη δὲ πρὸ τοῦ Καλλιρρόης τάφου καὶ ἔβλεπεν ἀπὸ τοῦ σταυροῦ τὴν θάλασσαν ἐκείνην, δι’ ἧς αἰχμάλωτον ἔφερε τὴν Ἑρμοκράτους θυγατέρα, ἣν οὐκ ἔλαβον οὐδὲ Ἀθηναῖοι.

这些提议获得决议并通过,随后他解散了大会。当塞隆被押走时,群众的大部分紧随其后。他在卡利罗厄的墓前被钉上木桩,从十字架上凝望着那片大海——正是通过这片海,他曾把连雅典人都未能俘获的赫谟克拉忒斯之女掠为俘虏。

语法注4 条
  1. 3.4.10Ταῦτα λέγοντος

    独立属格结构,但逻辑主语(Θήρωνος 或 αὐτοῦ)被省略,由紧邻的上下文可明确推知指代刚刚陈词申辩的塞隆。

  2. 3.4.10ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς

    动词 νεμεσάω(义愤)遵循“人称与格”(αὐτῷ)搭配“原因属格”(τῆς ἀδίκου πειθοῦς)的句式,表示因某事而对某人感到愤慨。

  3. 3.4.12μικροῦ δεῖν

    习语性的绝对不定式短语,意为“几乎”、“差一点”,与直陈式过去时(ἐνίκησε)连用,表达某种结果几乎达成却未达成的含义。

  4. 3.4.17πέμπτος αὐτός

    代词 αὐτός 与序数词连用的希腊语习惯表达,意为“本人算作第五人”或“包括其本人共五人”,表明凯雷阿斯将作为第五位成员与选出的四名使节同行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.4.10-3.4.18