- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.4.1-3.4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知载有卡利罗厄随葬品的小船归来,市民们涌向海边;在母亲的哀号之后,赫谟克拉忒斯提议在剧场召开大会,黑衣的凯雷阿斯陈述始末,受审的塞隆则隐瞒姓名、坚称无辜。
Προεπεδήμησε δὲ ἡ φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων, πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε γὰρ αὐτοὺς τὸ καινὸν διήγημα.
然而谣言本性迅速,此刻更是急切地先一步传入城中,报告这诸多奇异而新奇的事端。于是众人纷纷奔向海边,哭泣者、惊叹者、打探者、难以置信者百感交集,因为这奇特的故事使他们震惊不已。
Ἰδοῦσα δὲ ἡ μήτηρ τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώκυσεν “ἐπιγινώσκω πάντα· σύ, τέκνον, μόνη λείπεις. Ὢ καινῶν τυμβωρύχων· τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην ἔκλεψάν μου τὴν θυγατέρα.” Συνήχησαν δὲ αἰγιαλοὶ καὶ λιμένες κοπτομέναις ταῖς γυναιξί,1 καὶ γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς.
母亲一见到女儿的随葬品便放声痛哭:“我全认得出来;唯独你,我的孩子,不在这里!啊,闻所未闻的盗墓贼:他们留下了衣物和黄金,却单单偷走了我的女儿!”岸滩与港湾因捶胸顿足的妇人们而轰鸣,哭号声充塞了大地与海洋。
Ἑρμοκράτης δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμων “οὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιεῖσθαι τὴν ἀνάκρισιν. Ἀπίωμεν εἰς τὴν ἐκκλησίαν. Τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.”
赫谟克拉忒斯是一位具有将帅之略且精通政事的人物,他说道:“我们不该在此处查究,而应进行更符合法度的审问。我们去民众大会吧,谁知道是否还需要法官到场呢。”
Οὔπω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον.2 Ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες.3 Ὁ μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν, οἷος ἐπὶ τὸν τάφον ἠκολούθησε τῇ γυναικί, καὶ ἐπὶ μὲν τὸ βῆμα οὐκ ἠθέλησεν ἀναβῆναι, κάτω δέ που στὰς τὸ μὲν πρῶτον ἐπὶ πολὺν ἔκλαε χρόνον καὶ φθέγξασθαι θέλων οὐκ ἐδύνατο· τὸ δὲ πλῆθος ἐβόα “θάρρει καὶ λέγε.” Μόλις οὖν ἀναβλέψας “ὁ μὲν παρὼν” εἶπε “καιρὸς οὐκ ἦν δημηγοροῦντος ἀλλὰ πενθοῦντος, ἐγὼ δὲ ὑπὸ τῆς ἀνάγκης καὶ λέγω καὶ ζῶ, μέχρις ἂν ἐξεύρω Καλλιρρόης τὴν ἀναίρεσιν. Διὰ τοῦτο δὲ ἐντεῦθεν ἐκπλεύσας οὐκ οἶδα πότερον εὐτυχῆ τὸν πλοῦν ἢ δυστυχῆ πεποίημαι.
话音未落,剧场便已座无虚席;甚至妇女们也参加了那次大会。民众正悬心静坐之际,凯雷阿斯第一个走了进来,身着黑衣,面色苍白,形容枯槁,正如他当年送妻子去坟墓时一般。他不愿登上讲坛,只是站在下方的某处,起初哭了很久,虽欲发声却不能言;群众便高呼:“振作起来,说吧!” 于是他勉强抬起头来说道:“眼下这个时刻本不是演说之时,而是哀悼之期;但在迫不得已之下,我既开口说话,亦苟延残喘,直至查明卡利罗厄究竟如何被带走。为此我从这里扬帆出海,却不知自己此番航程是福是祸。
Πλοῖον γὰρ ἐθεασάμην ἐν εὐδίᾳ πλανώμενον, ἰδίου χειμῶνος γέμον καὶ βαπτιζόμενον ἐν γαλήνῃ. Θαυμάσαντες ἤλθομεν πλησίον. Ἔδοξα τὸν τῆς ἀθλίας μου γυναικὸς τάφον ἰδεῖν, πάντα ἔχοντα τὰ ἐκείνης, πλὴν ἐκείνης. Νεκρῶν μὲν ἦν πλῆθος, ἀλλοτρίων δὲ πάντων, ὅδε δέ τις ἐν αὐτοῖς ἡμιθνὴς εὑρέθη. Τοῦτον ἐγὼ μετὰ πάσης ἐπιμελείας ἀνεκτησάμην καὶ ὑμῖν ἐτήρησα.”
因为我见到一艘船在晴好的天气中漂流,自身满载风暴,在平静的海面上下沉。我们在惊异中靠近;我仿佛看到了我那可怜妻子的坟墓,拥有属于她的一切,唯独缺少了她本人。船上死尸累累,却全是陌生人,而此人就在其中被发现,已是半死不活。我用尽一切照料救活了他,并将他为诸位留存了下来。”
Μεταξὺ δὲ οἰκέται δημόσιοι τὸν Θήρωνα δεδεμένον εἰς τὸ θέατρον ἦγον μετὰ πομπῆς ἐκείνῳ πρεπούσης· ἐπηκολούθει γὰρ αὐτῷ τροχὸς καταπέλτης καὶ πῦρ καὶ μάστιγες, ἀποδιδούσης αὐτῷ τῆς προνοίας τὰ ἔπαθλα τῶν ἀγώνων.
与此同时,公奴们将五花大绑的塞隆押入剧场,排场与他极为相称:车轮、刑架、烈火与皮鞭紧随其后,天意正将他那些“较量”的报偿赐还予他。
Ἐπεὶ δὲ ἐν μέσῳ ἔστη, τῶν ἀρχόντων εἷς ἀνέκρινεν αὐτὸν “τίς εἶ;” “Δημήτριος.” “Εἰπὲ πόθεν;” “Κρής.” “Τί οἶδας; εἰπέ.” “πρὸς ἐμαυτοῦ ἀδελφὸν πλέων εἰς Ἰωνίαν ἀπελείφθην νεώς, εἶτα κέλητος ἐπέβην παραπλέοντος. Τότε μὲν οὖν ὑπελάμβανον ἐμπόρους εἶναι, νῦν δὲ τυμβωρύχους.
当他被押到中央站定,一位长官便审讯他道:“你是谁?”“德墨特里俄斯。”“说,从哪里来?”“克里特人。”“你知道些什么?说。”“我乘船前往伊奥尼亚投奔我的兄弟,被原本的船抛下了;后来我登上一艘恰好经过的小船。那时我还以为他们是商人,如今方知是盗墓贼。
Θαλαττεύοντες δὲ χρόνον μακρὸν οἱ μὲν ἄλλοι πάντες διεφθάρησαν ἀπορίᾳ τοῦ ποτοῦ, μόνος δὲ ἐγὼ σέσωσμαι διὰ τὸ μηδὲν ἐν τῷ βίῳ δεδρακέναι πονηρόν. Μὴ οὖν ὑμεῖς, ὦ Συρακούσιοι, δῆμος ἐπὶ φιλανθρωπίᾳ περιβόητος, γένεσθέ μοι καὶ δίψους καὶ θαλάσσης ἀγριώτεροι.”
在海上漂泊良久,其余所有人皆因缺水而丧命,唯独我得以生还,只因我一生未曾作恶。因此,锡拉库萨人啊,以仁慈闻名的城邦子民,请莫要对我比干渴和大海还要残酷。”
- 3.4.2κοπτομέναις ταῖς γυναιξί
与动词 συνήχησαν(同声共鸣、回响)连用的与格,表伴随或关涉。指岸滩与港口随着妇女捶胸痛哭的悲鸣而引起共鸣回响。
- 3.4.4Οὔπω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον
由 οὔπω... καί... 构成的并列结构,表达两件事紧密相接:“话音未落,剧场便已……”,相当于拉丁语中的 vix... cum... 句型。
- 3.4.4ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες
动词 ἄγω(举行、参与)支配宾格 ἐκείνην τὴν ἐκκλησίαν,意为“妇女们甚至也参加了那次大会”。这突出了事件的非同寻常,因为在通常情况下女性不参加城邦的民众大会。
