- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.3.11-3.3.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在漂流的盗贼船上,同伙皆因干渴而死,头目塞隆靠偷饮剩水苟全性命,随后被搜寻的凯雷阿斯战船发现。凯雷阿斯认出卡利罗厄的随葬品后失声恸哭,获救的塞隆则隐瞒身份编造谎言。
μακρὸν αὐτοῖς ποιῶν τὸ ναυάγιον. Γῆ μὲν οὖν τοὺς ἀνοσίους οὐκ ἐδέχετο, θαλαττεύοντες δὲ πολὺν χρόνον ἐν ἀπορίᾳ κατέστησαν τῶν ἀναγκαίων, μάλιστα δὲ τοῦ ποτοῦ, καὶ οὐδὲν αὐτοὺς ὠφέλει πλοῦτος ἄδικος, ἀλλὰ διψῶντες ἀπέθνησκον ἐν χρυσῷ. Βραδέως μὲν οὖν μετενόουν ἐφ’ οἷς ἐτόλμησαν, ὅτε οὐδὲν ὄφελος ἐγκαλοῦντες ἀλλήλοις.
使他们的海难痛苦迁延日久。大地不肯收纳这群不义之徒,他们在海上漂泊多时,陷入生活必需品尤其是饮水的匮乏之中;不义之财对他们毫无益处,他们反倒在黄金之中因干渴而死。他们虽然悔恨自己所作的大胆恶行,但为时已晚,此时彼此指责已无济于事。
Οἱ μὲν οὖν ἄλλοι πάντες ἔθνησκον ὑπὸ δίψους, Θήρων δὲ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πανοῦργος ἦν· ὑποκλέπτων γὰρ τοῦ ποτοῦ1 καὶ τοὺς συλλῃστὰς ἐλῄστευεν. ᾬετο μὲν οὖν τεχνικόν τι πεποιηκέναι, τὸ δὲ ἄρα τῆς προνοίας ἔργον ἦν βασάνοις καὶ σταυρῷ τὸν ἄνδρα τηρούσης.
其余所有人便都因干渴而咽气,唯有塞隆即便在那样的关头仍心怀奸诈:他暗自偷喝水,连同伙的强盗也一并劫夺。他本以为自己行事巧妙,殊不知这乃是天意使然,将他留存下来以受严刑与十字架之诛。
Ἡ γὰρ τριήρης ἡ Χαιρέαν κομίζουσα πλανωμένῳ τῷ κέλητι περιπίπτει καὶ τὸ μὲν πρῶτον ὡς πειρατικὸν ἐξένευσεν. Ἐπεὶ δ’ ἀκυβέρνητος ἐφάνη, πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς εἰκῆ φερόμενος, ἐκ τῆς τριήρους τις ἀνέκραγεν “οὐκ ἔχει τοὺς ἐμπλέοντας, μὴ φοβηθῶμεν, ἀλλὰ πλησιάσαντες ἱστορήσωμεν τὸ παράδοξον.”
因为载着凯雷阿斯的三列桨战船恰好撞见了这艘漂流的小船,起初以为是海盗船而避开了。但见它无人掌舵、任凭波涛冲撞而随处漂移,战船上便有人高喊:“船上没有活人乘驾,我们不必害怕,靠过去探个究竟吧。”
Ἤρεσε τῷ κυβερνήτῃ· Χαιρέας γὰρ ἐν κοίλῃ νηὶ ἐγκεκαλυμμένος ἔκλαεν. Ἐπεὶ δὲ ἐπλησίασαν, τὸ μὲν πρῶτον τοὺς ἔνδον ἐκάλουν· ὡς δὲ ὑπήκουεν οὐδείς, ἀνέβη τις ἀπὸ τῆς τριήρους, εἶδε δὲ οὐδὲν ἕτερον ἢ χρυσὸν καὶ νεκρούς. Ἐμήνυσε τοῖς ναύταις· ἔχαιρον, εὐτυχεῖς ἐνόμιζον ἑαυτούς, ὡς ἐν θαλάσσῃ θησαυρὸν εὑρόντες.
掌舵者赞同了这个建议,因为凯雷阿斯当时正蒙头在舱底痛哭。他们靠近之后,起初向里面的人呼喊;然而无人回应,战船上便有一人登上了小船,看到的唯有黄金和死尸。他向水手们通报了此事;水手们欢欣鼓舞,自以为交了好运,宛如在海上寻得了一处宝藏。
Θορύβου δὲ γενομένου Χαιρέας ἤρετο τίς ἡ αἰτία. Μαθὼν οὖν καὶ αὐτὸς ἐβουλήθη τὸ καινὸν θεάσασθαι. γνωρίσας δὲ τὰ ἐντάφια περιερρήξατο καὶ μέγα καὶ διωλύγιον ἀνεβόησεν “οἴμοι, Καλλιρρόη· ταῦτά ἐστι τὰ σά. Στέφανος οὗτος, ὃν ἐγώ σοι περιέθηκα· τοῦτο ὁ πατήρ σοι δέδωκε, τοῦτο ἡ μήτηρ· αὕτη στολὴ νυμφική. Τάφος σοι γέγονεν ἡ ναῦς.
嘈杂声起,凯雷阿斯询问缘由。得知情况后,他也想亲自去看看这桩奇事。一认出那些随葬品,他便撕裂自己的衣裳,发出凄厉而痛切的悲号:“哀哉,卡利罗厄!这些都是你的遗物。这是我曾为你戴上的花冠;这是父亲赐予你的,这是母亲给的;这是新娘的礼服。这艘船竟成了你的坟墓!
Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις ἡ νεκρὰ λείπει.” Τούτων ἀκούσας ὁ Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ μὲν οὖν ἐβουλεύσατο μηδ’ ὅλως φωνὴν ἀφιέναι μηδὲ κινεῖσθαι· τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ· φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι βίον ταλαίπωρον.
然而我只见你的器物,你本人又在何处?随葬品中唯独缺少了尸体!”听到这些话,塞隆如同死尸般躺着,事实上他也已半死不活。他多次盘算绝不出声也不动弹,因为后事如何并非他所预料不到;然而人性本能地贪生,即便在极端的绝境中也不放弃转危为安的希望,创世的神明在所有人心中播下了这一机巧,使他们不致因生活的凄苦而自我了断。
Κατεχόμενος οὖν τῷ δίψει ταύτην πρώτην ἀφῆκε φωνὴν “ποτόν”. Ἐπεὶ δὲ αὐτῷ προσηνέχθη καὶ πάσης ἔτυχεν ἐπιμελείας, παρακαθεσθεὶς αὐτῷ ὁ Χαιρέας ἤρετο “τίνες ἐστέ; καὶ ποῖ πλεῖτε; καὶ πόθεν ταῦτα; καὶ τί τὴν κυρίαν αὐτῶν πεποιήκατε;”2 Θήρων δὲ ἐμνημόνευεν ἑαυτοῦ πανοῦργος ἄνθρωπος καὶ “Κρὴς” εἶπεν “εἰμί, πλέω δὲ εἰς Ἰωνίαν· ἀδελφὸν ἐμαυτοῦ ζητῶ στρατευόμενον. Κατελείφθην ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλληνίᾳ· ταχείας δὲ τῆς ἀναγωγῆς γενομένης ἐκεῖθεν ἐπέβην τοῦδε τοῦ κέλητος παραπλέοντος εὐκαίρως. Ἐξαισίοις δὲ πνεύμασιν ἐξεώσθημεν εἰς ταύτην τὴν θάλασσαν, εἶτα γαλήνης μακρᾶς γενομένης δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσεβείας.” Ἀκούσας οὖν ὁ Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους, ἕως εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ.3
于是,在焦渴的逼迫下,他吐出了第一句话:“水!”当水被递给他并获得悉心照料后,凯雷阿斯坐在他身旁问道:“你们是谁?要驶向何方?这些东西从何而来?你们把这些器物的主人怎么样了?”塞隆为人狡黠,仍然神智清醒地答道:“我是克里特人,正乘船前往伊奥尼亚;寻找我当兵的兄弟。我在凯法利尼亚被同船的人抛下了;由于船只匆忙起航,我便从那里搭上了正好路过的这艘小船。然而暴风将我们吹到了这片海域,随后又遇上漫长的无风期,所有人都因干渴而死,唯有我因一贯的虔诚而获救。”凯雷阿斯听后,便下令将这艘小船系在三列桨战船后,直至驶入锡拉库萨人的海港。
- 3.3.12ὑποκλέπτων γὰρ τοῦ ποτοῦ
属格 τοῦ ποτοῦ 在复合动词 ὑποκλέπτω 之后作部分属格(partitive genitive),表示塞隆并非偷走全部饮水,而是“暗中偷喝其中的一部分”。
- 3.3.17τί τὴν κυρίαν αὐτῶν πεποιήκατε;
动词 ποιέω 构成的双宾格结构(ποιέω τινά τι)。其宾语为表示人的宾格(τὴν κυρίαν)与中性疑问代词宾格(τί),表示习惯用法“你们把它们的女主人怎么样了?”。
- 3.3.18ἕως εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ
连词 ἕως 后接不带 ἄν 的虚拟语气(καταπλεύσῃ)。这是后古典期希腊语中常见的句法,在指示未来时间界限的同时带有主语的意图或目的色彩(“直到驶入……为止”)。
