- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.3.1-3.3.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯雷阿斯在锡拉库萨前往墓地时发现坟墓被盗且遗体失踪,悲恸中认定是神明夺走了妻子并出海搜寻;与此同时,盗墓贼在卖掉卡利罗厄后乘船遭遇风暴,在海上漂泊受难。
Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί· Χαιρέας δὲ φυλάξας αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν· οὐ γὰρ ὑπέμενε Καλλιρρόης ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ πένθους ἰατρὸν ἐνόμιζε· παραγενόμενος δὲ εὗρε τοὺς λίθους κεκινημένους καὶ φανερὰν τὴν εἴσοδον.
原来,盗墓贼因在夜色中匆忙行事,将坟墓草草封闭;而凯雷阿斯守到黎明破晓时分来到墓前,表面上是为了献上花冠和奠酒,实则打算自尽;因为他无法忍受与卡利罗厄分离,认为唯有死亡才是医治悲痛的良药;然而到达之后,他却发现石块被挪开,墓门大开。
Ὁ μὲν οὖν ἰδὼν ἐξεπλάγη καὶ ὑπὸ δεινῆς ἀπορίας κατείχετο τοῦ γεγονότος χάριν· ἄγγελος δὲ φήμη ταχεῖα Συρακουσίοις ἐμήνυσε τὸ παράδοξον. Πάντες οὖν συνέτρεχον ἐπὶ τὸν τάφον, ἐτόλμα δὲ οὐδεὶς ἔνδον παρελθεῖν, πρὶν ἐκέλευσεν Ἑρμοκράτης.
他见状大惊失色,因眼前发生的事而陷入极度的困惑之中;飞快的流言如信使一般,迅速将这一奇事传遍了锡拉库萨人。于是众人纷纷奔向坟墓,但在赫尔莫克拉特斯下令之前,无一人敢踏入其中。
Ὁ δ’ εἰσπεμφθεὶς πάντα ἀκριβῶς ἐμήνυσεν. Ἄπιστον ἐδόκει τὸ μηδὲ τὴν νεκρὰν κεῖσθαι. Τότ’ οὖν ἠξίωσε Χαιρέας αὐτὸς ἐπιθυμίᾳ τοῦ πάλιν Καλλιρρόην ἰδεῖν κἂν νεκράν· ἐρευνῶν δὲ τὸν τάφον οὐδὲν εὑρεῖν ἐδύνατο.
被派进去的人将一切实情详尽汇报。甚至连尸体都不在其中,这让人觉得难以置信。于是凯雷阿斯本人出于即使卡利罗厄已死也想再见她一面的渴望,请求亲自进去;但他搜遍了坟墓,一无所获。
Πολλοὶ μετ’ αὐτὸν εἰσῆλθον ὑπ’ ἀπιστίας· ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἑστὼς “τὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον· ἡ νεκρὰ δὲ ποῦ;” Λογοποιίαι πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας “τίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ’ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας;·
许多人出于难以置信也跟着走了进去;困惑攫住了所有人,有人站着说道:“随葬品被洗劫一空,这是盗墓贼的行径;但尸体去哪儿了?”各种各样的流言蜚语在人群中传播开来。凯雷阿斯则仰望上苍,展开双手呼喊道:“究竟是哪位神明成了我的情敌,把卡利罗厄劫走,如今违背她的意愿将她据为己有,让她屈服于更强横的命运?
Διὰ τοῦτο καὶ αἰφνίδιον ἀπέθανεν, ἵνα μὴ νοήσῃ. Οὕτω καὶ Θησέως Ἀριάδνην ἀφείλετο Διόνυσος καὶ Σεμέλην ὁ Ζεύς. Μὴ γὰρ ᾔδειν1 ὅτι θεὰν εἶχον γυναῖκα καὶ κρείττων ἦν ἢ καθ’ ἡμᾶς. Ἀλλ’ οὐκ ἔδει ταχέως αὐτὴν οὐδὲ μετὰ τοιαύτης προφάσεως ἐξ ἀνθρώπων ἀπελθεῖν.
正因如此她才猝然死去,以免察觉。狄奥尼修斯也曾这样夺走了忒修斯的阿里阿德涅,宙斯夺走了塞墨勒。我难道能知道自己娶了一位女神为妻,而她是超越我们凡夫俗子的吗?但她绝不该这么快离开人间,更不该借着这样的托词离去。
Ἡ Θέτις θεὰ μὲν ἦν, ἀλλὰ Πηλεῖ παρέμεινε καὶ υἱὸν ἔσχεν ἐκεῖνος ἐξ αὐτῆς, ἐγὼ δὲ ἐν ἀκμῇ τοῦ ἔρωτος ἀπελείφθην. Τί πάθω; τί γένωμαι δυστυχής; ἐμαυτὸν ἀνέλω; καὶ μετὰ τίνος ταφῶ; ταύτην γὰρ εἶχον ἐλπίδα τῆς συμφορᾶς· εἰ θάλαμον μετὰ Καλλιρρόης κοινὸν οὐκ ἐτήρησα, τάφον αὐτῇ κοινὸν εὑρήσω.
忒提斯固然是女神,却陪伴在珀琉斯身边,而且他由她得了一子;而我却在爱情的正盛之时被抛弃了。我该承受怎样的苦难?不幸的我又该何去何从?我该自尽吗?但死后我又与谁同葬?因为在不幸之中我原本抱有这样的希望:倘若不能与卡利罗厄共享洞房,我也能在同一座坟墓中与她相伴。
Ἀπολογοῦμαί σοι, δέσποινα, τῆς ἐμῆς ψυχῆς.2 Σύ με ζῆν ἀναγκάζεις· ζητήσω γάρ σε διὰ γῆς καὶ θαλάσσης, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν ἀέρα δύνωμαι. Τοῦτο δέομαί σου; γύναι, σύ με μὴ φύγῃς.” Θρῆνον τὸ πλῆθος ἐξέρρηξεν ἐπὶ τούτοις καὶ πάντες ὡς ἄρτι τεθνεῶσαν Καλλιρρόην ἤρξαντο θρηνεῖν.
女主人啊,关于我苟全性命之事,我向你申辩。是你强迫我活下去;因为我将在大地上和大海上搜寻你,而且倘若能够升入天空本身,〔在那里也要搜寻〕。我向你祈求这件事:妻子啊,请你不要躲避我!”众人听闻此言爆发出一片痛哭,所有人开始哀悼卡利罗厄,仿佛她才刚刚死去。
Τριήρεις εὐθὺς κατεσπῶντο καὶ τὴν ζήτησιν πολλοὶ διενέμοντο· Σικελίαν μὲν γὰρ αὐτὸς Ἑρμοκράτης ἠρεύνα, Χαιρέας δὲ Λιβύην· εἰς Ἰταλίαν τινὲς ἐξεπέμποντο, καὶ ἄλλοι περαιοῦσθαι τὸν Ἰόνιον ἐκελεύσθησαν. Ἡ μὲν οὖν ἀνθρωπίνη βοήθεια παντάπασιν ἦν ἀσθενής, ἡ τύχη δὲ ἐφώτισε τὴν ἀλήθειαν, ἧς χωρὶς ἔργον οὐδὲν τέλειον· μάθοι δ’ ἄν τις ἐκ τῶν γενομένων.
三列桨战船随即被推入海中,众人分头展开搜寻:赫尔莫克拉特斯亲自搜查西西里,凯雷阿斯负责利比亚;有些人被派往意大利,另一些人则奉命渡过伊奥尼亚海。人力的相助固然完全无济于事,然而若无其便无事可成的命运却照亮了真相;人们从发生的事情中便可明了这一点。
Πωλήσαντες γὰρ οἱ τυμβωρύχοι τὸ δυσδιάθετον φορτίον, τὴν γυναῖκα, Μίλητον μὲν ἀπέλιπον, ἐπὶ Κρήτης δὲ τὸν πλοῦν ἐποιοῦντο, νῆσον ἀκούοντες εὐδαίμονα καὶ μεγάλην, ἐν ᾗ τὴν διάπρασιν τῶν φορτίων ἤλπισαν ἔσεσθαι ῥᾳδίαν.
原来,盗墓贼在卖掉难以脱手的货物——那个女子——之后,离开了米利都,扬帆驶向克里特,因为听说那里是一座富庶繁华的大岛,心想在那里出售货物会更容易。
Ὑπολαβὼν δὲ αὐτοὺς ἄνεμος σφοδρὸς εἰς τὸν Ἰόνιον ἐξέωσεν, κἀκεῖ λοιπὸν ἐπλανῶντο ἐν ἐρήμῳ θαλάσσῃ. Βρονταὶ δὲ καὶ ἀστραπαὶ καὶ νὺξ μακρὰ κατελάμβανε τοὺς ἀνοσίους, ἐπιδεικνυμένης τῆς προνοίας ὅτι τότε διὰ Καλλιρρόην εὐπλόουν. Ἐγγὺς γινομένους ἑκάστοτε τοῦ θανάτου ταχέως οὐκ ἀπήλλαττεν ὁ θεὸς τοῦ φόβου,
然而,一阵狂风抓住了他们,将他们吹打进伊奥尼亚海,在那里,他们自此便在荒无人烟的茫茫大海上漂泊。雷电轰鸣、长夜漫漫笼罩着这群不义之徒,天意借此表明,他们先前航行顺利全凭卡利罗厄之故。每当他们临近死亡的边缘,神明却并不迅速免除他们的恐惧,
- 3.3.5Μὴ γὰρ ᾔδειν
此处解作由否定小词 μή 引导的直接修辞反问句,预设否定的回答(“我难道能知道……吗?”)。结合上下文,凯雷阿斯是在申辩自己当时绝不可能预知妻子竟然是超越凡胎的神圣存在。另一种解读是将后古典希腊语中出现的以 μή 代替 οὐ 用于陈述句的纯粹否定(“我确实不知道”)视作其用法;两种解读在表达其以“不知情”作为抗辩的核心意图上完全一致。
- 3.3.7Ἀπολογοῦμαί σοι, δέσποινα, τῆς ἐμῆς ψυχῆς
动词 ἀπολογοῦμαι(辩白、申辩)支配与格 σοι(对象)与属格 τῆς ἐμῆς ψυχῆς(辩由)。该动词通常带介词短语 περί 或 ὑπέρ,此处则直接接司法诉讼动词中常见的“诉由/起因属格”(genitive of cause/charge),表示“就我(未曾立时随你自尽而)苟全性命一事向你赔罪申辩”。
