← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§3.2.9-3.2.17

盛大婚礼的筹备与卡利罗厄的祈愿

狄奥尼修斯下令在城中大办盛大婚礼以确立正夫地位,卡利罗厄则向阿佛洛狄忒祈祷使瞒天过海之计得以保全腹中胎儿,随后她在全城百姓狂热的赞叹与拥戴中步入婚礼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.9

Πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός εἰμι τῶν γάμων. Καρτέρησον, ψυχή, προθεσμίαν σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς ἀσφαλοῦς ἡδονῆς. Ἰσχυρότερος γενήσομαι πρὸς τὴν κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.”

“而且这样一来,我也能更好地向岳父证明,我并非配不上这场婚姻。灵魂啊,且忍耐这短暂的限期,以便在更长久的时间里安享稳固的欢悦。依凭丈夫之道而非主人的法则行事,我面对审判时自会更加理直气壮。”

§3.2.10

Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶν “ἄπιθι” φησὶν “εἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι· σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω· δημοσίᾳ τὴν πόλιν εὐωχῆσαι προῄρημαι.” Πάντα διατάξας ἐπιμελῶς τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο τὴν πορείαν, τὴν δὲ Καλλιρρόην (οὐδέπω γὰρ ἐβούλετο δεικνύναι πολλοῖς) ἐκέλευσε περὶ τὴν ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας, ἥτις ἦν ἐπ’ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου· Πλαγγόνι δὲ τὴν ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε.

拿定主意后,他召来莱奥纳斯说道:“你回城去,把婚事所需之物筹备得盛大体面。驱赶畜群,经由陆路与海路运送粮食和美酒;我决意要在全城大宴宾客。”他将一切安排得井井有条,次日便乘车启程;但他下令将卡利罗厄——因他尚不愿过早将她示于众人——在傍晚时分用渡船送至位于所谓多基莫斯港边的宅邸,并将照料她的事托付给了普兰戈恩。

§3.2.12

Μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν ἡ Καλλιρρόη τῇ Ἀφροδίτῃ πρῶτον ἐπεύξατο καὶ εἰσελθοῦσα εἰς τὸν νεὼν πάντας ἐκβαλοῦσα ταῦτα εἶπε πρὸς τὴν θεὸν “δέσποινα Ἀφροδίτη, μέμψωμαί σοι δικαίως ἢ χάριν γνῶ;1 σύ με οὖσαν παρθένον ἔζευξας Χαιρέᾳ καὶ νῦν μετ’ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς.

临离乡间之际,卡利罗厄首先向阿佛洛狄忒祈祷;她走进神庙,支开众人,对女神说道:“女主人阿佛洛狄忒啊,我究竟应当依理责备你,还是应当向你致谢?当我还是处子时,你让我与凯雷阿斯结为夫妻;如今在他之后,你又将我引作他人的新娘。

§3.2.13

Οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή με προύδωκε τοῦτο τὸ βρέφος,” δείξασα τὴν γαστέρα. “Ἱκετεύω δέ σε” φησὶν “οὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ̓ ὑπὲρ τούτου. Ποίησόν μου λαθεῖν τὴν τέχνην.2 Ἐπεὶ τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου παιδίον, τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.” Βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι· προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ἡ ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ τῇ ἕῳ πᾶσα ἦν ἡ πόλις ἐστεφανωμένη.

若非这婴儿出卖了我,”她指着自己的腹部说道,“我断不会答应指着你和你的儿子起誓。我向你哀求,”她说,“不是为了我自己,而是为了这个孩子。求你让我的计策瞒过众人。既然这孩子没有亲生父亲,便让他被认作狄奥尼修斯的孩子吧;因为只要养育成人,他也会找到生父。”当水手们看见她从圣地走向海边时,无不惊骇失色,仿佛是阿佛洛狄忒亲自前来登船一般,众人纷纷争相跪拜叩首;在划桨手们的奋力划行下,船儿比说话还快地驶入了港口。天刚破晓,全城便已遍饰花冠。

§3.2.15

Ἔθυεν ἕκαστος πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς. Λογοποιίαι δὲ ἦσαν τίς ἡ νύμφη· τὸ δὲ δημωδέστερον πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον τῆς γυναικὸς ὅτι Νηρηὶς ἐκ θαλάσσης ἀναβέβηκεν ἢ ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυσίου κτημάτων· τοῦτο γὰρ οἱ ναῦται διελάλουν. Μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. Τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν.3 Ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν, ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν “ἡ Ἀφροδίτη γαμεῖ.” Πορφυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ’ οὐδ’ ἐν αὐτοῖς τοῖς λιμέσι· μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ’ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν ὁ βάσκανος δαίμων ἐκεῖνος· ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.

人们不仅在各座神庙里,也在各自门前献祭。关于新娘究竟是何人,流言四起;而寻常百姓因这女子的绝色容貌与神秘莫测,深信是一位涅瑞伊得斯仙女自大海升起,或是哪位女神降临于狄奥尼修斯的庄园;因为水手们一路都在这般传扬。众人的唯一愿望便是亲眼一睹卡利罗厄,人群聚集在和睦神庙四周,依照祖制,新郎们正是在那里迎娶新娘。自出坟墓以来,她此时第一次梳妆打扮;因为一旦决意出嫁,她便将美丽视作自己的故土与门第。当她穿上米利都式华服,戴上新娘的花冠,便将目光投向人群。于是所有人齐声惊呼:“阿佛洛狄忒出嫁了!”人们在她脚下铺上紫袍、玫瑰与紫罗兰,在她行进时洒下香膏;屋宅之中无一孩童、无一老者留守,甚至连港口码头亦空无一人;拥挤不堪的人群甚至爬上了屋顶瓦片。然而,那个善妒的恶灵在这一天又再度心生嫉恨;至于详情如何,我稍后再述。但我首先想讲讲同一时间在锡拉库萨发生的事情。

语法注3 条
  1. 3.2.12μέμψωμαί σοι δικαίως ἢ χάριν γνῶ;

    由不定过去时虚拟语气 μέμψωμαι 与 γνῶ 构成的商讨性虚拟语气(deliberative subjunctive),表达说话者“我该责备你,还是该感谢你?”的内心矛盾与自问。

  2. 3.2.13Ποίησόν μου λαθεῖν τὴν τέχνην

    表示使役的祈使语气 ποίησον 后接不定式结构。μου 虽可在句法上视为不定式的逻辑主语,但结合语境,更自然的是作为定语从属属格修饰 τὴν τέχνην(“我的计谋”),而让 τὴν τέχνην 充当不及物不定式 λαθεῖν(“隐蔽、不被察觉”)的主语。

  3. 3.2.16κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν

    动词 ἐνόμισεν 带双重宾格结构(将 A 视为 B)。直接宾语是后置的 τὸ κάλλος(“美貌”),而 καὶ πατρίδα καὶ γένος(“既是祖国也是门第”)作为谓语性宾格前置以示强调。分词 κρίνασα 表时间或原因(“既然已决意出嫁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.2.9-3.2.17