- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.2.1-3.2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯前来面见卡利罗厄,表明依正礼迎娶她的决心,并在她的要求下向诸神立誓。尽管被情欲所催逼,他依然保持理性,决定为她举行公开盛大的婚礼,以防日后面对西西里方面的寻访与问责。
Ἀναδραμὼν δὲ εἰς τὰ ὑπερῷα τὸ μὲν πρῶτον ὥρμησε τοῖς Καλλιρρόης γόνασι προσπεσεῖν, κατέσχε δ’ ὅμως ἑαυτὸν καὶ καθεσθεὶς εὐσταθῶς “ἦλθόν σοι” φησίν, “ὦ γύναι, χάριν γνῶναι περὶ τῆς ἐμαυτοῦ σωτηρίας· ἄκουσαν μὲν γὰρ οὐκ ἔμελλόν σε βιάσεσθαι, μὴ τυχὼν δὲ ἀποθανεῖν διεγνώκειν. Ἀναβεβίωκα διὰ σέ. Μεγίστην δέ σοι χάριν ἔχων ὅμως τι καὶ μέμφομαι· σὺ γὰρ ἠπίστησας ὅτι ἕξω σε γαμετὴν παίδων ἐπ’ ἀρότῳ1 κατὰ νόμους Ἑλληνικούς. Εἰ γὰρ μὴ ἤρων, οὐκ ἂν εὐξάμην τοιούτου γάμου τυχεῖν. Σὺ δέ, ὡς ἔοικε, μανίαν μου κατέγνωκας, εἰ δόξω δούλην τὴν εὐγενῆ καὶ ἀνάξιον υἱὸν ἐμαυτοῦ τὸν Ἑρμοκράτους ἔγγονον.
他奔上楼房,起初想要扑倒在卡利罗厄膝前,但还是克制住了自己,安稳地坐下说道:“夫人,我来到你这里,是为自己的得救向你致谢。因为违背你的心意,我绝不会强迫你;但若得不到你,我本已决意赴死。因你之故,我重新获得了生命。我虽对你感激至深,却也有一事想要怪罪:你竟然不信我会依据希腊法则娶你为正妻,以繁衍合法后代。若非出于爱意,我断不会祈求得到这样的婚姻。可你似乎判定我失去了理智,以为我会将一位贵妇视同奴婢,将赫尔谟克拉忒斯的后嗣看作不配做我儿子的后代。
ʽΒούλευσαιʼ λέγεις. Βεβούλευμαι. Φοβῇ φίλους ἐμοὺς ἡ φιλτάτη πάντων. Τολμήσει δὲ τίς εἰπεῖν ἀνάξιον τὸν ἐξ ἐμοῦ γεννώμενον, κρείττονα τοῦ πατρὸς ἔχοντα τὸν πάππον;” Ταῦτα ἅμα λέγων καὶ δακρύων προσῆλθεν αὐτῇ· ἡ δὲ ἐρυθριάσασα ἠρέμα κατεφίλησεν αὐτὸν καὶ “σοὶ μὲν” εἶπε “πιστεύω, Διονύσιε, ἀπιστῶ δὲ τῇ ἐμῇ τύχῃ, καὶ γὰρ πρότερον ἐκ μειζόνων ἀγαθῶν δι’ αὐτὴν κατέπεσον.
你说‘请熟思’,我早已熟思周全。最亲爱的人啊,你是在畏惧我的朋友们。可从我而生的孩子拥有一位比父亲更为显赫的祖父,又有谁敢说他不配呢?”他一边说着,一边流下泪水向她走去;她羞红了脸,轻轻吻了他,说道:“狄奥尼修斯,我相信你,但我信不过自己的命运;因为先前我就是因命运之故,从更大的福乐中坠落深渊。
Φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται.2 Σὺ τοίνυν, καίπερ ὢν χρηστὸς καὶ δίκαιος, μάρτυρας ποίησαι τοὺς θεοὺς οὐ διὰ σαυτόν, ἀλλὰ διὰ τοὺς πολίτας καὶ συγγενεῖς, ἵνα μή τις ἔτι κακοηθέστερον εἰς ἐμέ τι συμβουλεῦσαι δυνηθῇ, γινώσκων ὅτι ὀμώμοκας. Εὐκαταφρόνητόν ἐστι γυνὴ μόνη καὶ ξένη.” “Ποίους” φησὶ “θέλεις ὅρκους θεῶν; ἕτοιμος γὰρ ὀμνύναι, εἰ δυνατόν, εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ ἁψάμενος αὐτοῦ τοῦ Διός.” “Ὄμοσόν μοι” φησὶ “τὴν θάλασσαν τὴν κομίσασάν με πρός σε καὶ τὴν Ἀφροδίτην τὴν δείξασαν μέ σοι καὶ τὸν Ἔρωτα τὸν νυμφαγωγόν.” Ἤρεσε ταῦτα καὶ ταχέως.
我担心它至今尚未与我和解。因此,你纵然仁善公正,也请你立神明为证;这并非为了你自己,而是为了城中的公民与亲属,好让别人在知晓你已起誓后,无人再敢对我进谗中伤。一个无依无靠的异乡女子是极易为人轻慢的。”他说:“你想要指着哪些神明起誓?只要可能,我甚至愿意升入苍穹,抚摸宙斯亲自起誓。”她说:“请你指着将我带到你身边的海洋起誓,指着让我与你相见的阿佛洛狄忒起誓,指着婚礼的引路人厄罗斯起誓。”这些话深得他心,很快[便立下了誓言]。
Ἐγένετο μὲν οὖν ἐρωτικὸν πάθος· ἔσπευδε δὲ καὶ ἀναβολὴν οὐκ ἐπέτρεπε τοῖς γάμοις· ταμιεύεσθαι γὰρ δύσκολον ἐξουσίαν ἐπιθυμίας. Διονύσιος δὲ ἀνὴρ πεπαιδευμένος κατείληπτο μὲν ὑπὸ χειμῶνος καὶ τὴν ψυχὴν ἐβαπτίζετο, ὅμως δ’ ἀνακύπτειν ἐβιάζετο καθάπερ ἐκ τρικυμίας τοῦ πάθους.
于是炽烈的爱情油然而生。他急切不已,不容婚事有丝毫拖延;因为欲望的力量一旦放任,便难以自我约束。狄奥尼修斯身为知书达理之士,虽被狂风巨浪所困、灵魂似被沉入水底,却依然竭力从激情的狂涛中探出头来。
Καὶ τότε οὖν ἐπέστησε τοιούτοις λογισμοῖς “ἐν ἐρημίᾳ μέλλω γαμεῖν ὡς ἀληθῶς ἀργυρώνητον. Οὐχ οὕτως εἰμὶ ἀχάριστος, ἵνα μὴ ἑορτάσω τοὺς Καλλιρρόης γάμους. Ἐν τούτῳ πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. Φέρει δέ μοι ἀσφάλειαν καὶ πρὸς τὰ μέλλοντα· πάντων γὰρ πραγμάτων ὀξύτατόν ἐστιν ἡ φήμη· δι’ ἀέρος ἄπεισιν ἀκωλύτους ἔχουσα τὰς ὁδούς· διὰ ταύτην οὐδὲν δύναται παράδοξον λαθεῖν· ἤδη τρέχει φέρουσα τὸ καινὸν εἰς Σικελίαν διήγημα ʽζῇ Καλλιρρόη, καὶ τυμβωρύχοι διορύξαντες τὸν τάφον ἔκλεψαν αὐτήν, καὶ ἐν Μιλήτῳ πέπραται.ʼ Καταπλεύσουσιν ἤδη τριήρεις Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγατέρα. Τί μέλλω λέγειν; ʽΘήρων μοι πέπρακε. ʼΘήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν,3 ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην. Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. Ἄριστον οὖν τότε λέγειν ʽἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ’ ὅπως ἤκουσα· ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα.ʼ
此时他陷入了这番思量:“难道我要在这偏僻幽隐之处,把她真当成买来的女奴草草成婚吗?我不至于这般不知感恩,不去隆重庆祝卡利罗厄的婚礼。在这件事上我首先应当尊重妻子。这也为我的未来带来了安全保障;因为在万事万物之中,传闻是最迅速的。它穿行于虚空,道路毫无阻碍,任何离奇之事都瞒不过它。如今〔传闻〕已在奔走,将这新奇的故事带往西西里:‘卡利罗厄还活着,盗墓贼掘开坟墓劫走了她,如今已被卖到了米利都。’锡拉库萨人的三列桨战船很快就会驶来,赫尔谟克拉忒斯将军定会前来索要女儿。届时我该如何交代?说‘是塞隆把她卖给我的’?可塞隆又在何处?即便别人相信我的实话,我也成了强盗的窝赃者。狄奥尼修斯啊,准备好你的讼辞吧;也许你将来还要在大王面前陈词呢。到那时,最好的辩白莫过于说:‘我不知怎的听闻有一位自由身女子侨居于此;当她在此城公开依据法则将自己许配时,我明媒正娶迎娶了她。’”
- 3.2.2παίδων ἐπ’ ἀρότῳ
古希腊关于合法婚姻的传统程式用语,字面意为“为了子女的耕作”,引申为“为了繁衍合法后代”。在希腊法律与习俗中,该短语用以明确迎娶正妻(γαμετή)的合法目的,与纳妾行为相区别。
- 3.2.4Φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται
接在表示担忧的动词(φοβοῦμαι)之后的 μή 从句中使用了完成时直陈式(διήλλακται)而非虚拟式。这表示所担心的并非未来可能发生的未定之事,而是过去延续至现在的某种既成事实(“我担心命运至今仍未与我和解”)。
- 3.2.8Κἂν πιστευθῶ τὴν ἀλήθειαν
由主动语态中带与格人和宾格物的结构(πιστεύω τινί τι,“相信某人的某事”)转化而来的被动人称句。人称间接宾语转变为主语(πιστευθῶ),而被相信的事情则继续保留为受格(保留宾格 τὴν ἀλήθειαν),意为“即便众人相信我所说出的实情”。
