- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.1.1-3.1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
绝望中决意绝食自尽的狄奥尼修斯迎来了普兰贡,得知卡利罗厄提出以正妻身份完婚的条件,他由此重燃生机与希望。
Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος, μηκέτι φέρων ἀποκαρτερεῖν1 ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν ὁ θεράπων κεκελευσμένος μηδένα δέχεσθαι.
狄奥尼修斯因得不到卡利罗厄的爱,再也无法忍受,决意绝食自尽,正在写下最后的遗嘱,吩咐如何安葬自己。他在信中恳求卡利罗厄,即使面对尸体也请来看看他。此时普兰贡想要进去见主人,却被奉命不得让任何人进来的仆人阻拦。
Μαχομένων δὲ αὐτῶν πρὸς ταῖς θύραις ἀκούσας ὁ Διονύσιος ἤρετο τίς ἐνοχλοίη. Τοῦ δὲ θεράποντος εἰπόντος ὅτι Πλαγγών, “ἀκαίρως μὲν” εἶπε “πάρεστιν” ʽοὐκέτι γὰρ οὐδὲ ὑπόμνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν’ “κάλεσον δ’ ὅμως.” Ἀνοίξασα δὲ ἐκείνη τὰς θύρας “τί κατατρύχῃ” φησίν, “ὦ δέσποτα, λυπῶν σεαυτὸν ὡς ἀποτυγχάνων. Καλλιρρόη γάρ σε ἐπὶ τὸν γάμον παρακαλεῖ. Λαμπρειμόνει, θῦε, προσδέχου νύμφην, ἧς ἐρᾷς.” Ἐξεπλάγη πρὸς τὸ ἀνέλπιστον ὁ Διονύσιος καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου· κωκύσασα δὲ ἡ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ̓ ὅλης τῆς οἰκίας ὡς τεθνεὼς ὁ δεσπότης ἐπενθεῖτο.
狄奥尼修斯听到他们在门前争吵,便问是谁在打扰。仆人回答说是普兰贡,他说:“她来得真不是时候”——因为他甚至连激起自己欲念的痕迹都不愿再见到——“不过,还是叫她进来吧。”她推开门说道:“主人,你为何如此消沉,把自个儿折磨得如同遭受了挫败一般?卡利罗厄正邀你去办婚礼呢。快换上华服,献上祭品,迎接你所深爱的新娘吧!”狄奥尼修斯被这突如其来的意外消息惊呆了,双眼一阵昏黑;由于极度虚弱,他甚至显出了死亡的征象。普兰贡发出的哀号引得众人纷纷赶来,整座宅邸都像主人已死一般陷入哀悼。
Οὐδὲ Καλλιρρόη τοῦτο ἤκουσεν ἀδακρυτί. τοσαύτη ἦν, ὥστε2 κἀκείνη Διονύσιον ἔκλαε τὸν ἄνδρα. Ὀψὲ δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇ “τίς με δαιμόνων” φησὶν “ἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς προκειμένης ὁδοῦ; ὕπαρ ἢ ὄναρ ταῦτα ἤκουσα; θέλει μοι Καλλιρρόη γαμηθῆναι, ἡ μὴ θέλουσα μηδὲ ὀφθῆναι;”
卡利罗厄听闻此事也没有不落泪的;这番悲痛是如此强烈,以致她也为将成为丈夫的狄奥尼修斯哭泣。良久,他才好不容易苏醒过来,用微弱的声音说道:“究竟是哪位神明在欺骗我,想让我从既定的道路上折回?我听到的这些是清醒时的真事还是梦境?连见我一面都不肯的卡利罗厄,竟然愿意嫁给我吗?”
Παρεστῶσα δὲ ἡ Πλαγγὼν “παῦσαι” φησὶ “μάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν· οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ’ ἔπεμψέ με Καλλιρρόη πρεσβεῦσαι περὶ γάμων.” “Πρέσβευε τοίνυν” εἶπεν ὁ Διονύσιος “καὶ λέγε αὐτὰ τὰ ἐκείνης ῥήματα. Μηδὲν ἀφέλῃς μηδὲ προσθῇς, ἀλλ’ ἀκριβῶς μνημόνευσον.” “Ἐγὢ φησὶν ʽοἰκίας οὖσα τῆς πρώτης ἐν Σικελίᾳ δεδυστύχηκα μέν, ἀλλ’ ἔτι τὸ φρόνημα τηρῶ· πατρίδος, γονέων ἐστέρημαι, μόνην οὐκ ἀπολώλεκα τὴν εὐγένειαν. Εἰ μὲν οὖν ὡς παλλακὴν θέλει με Διονύσιος ἔχειν καὶ τῆς ἰδίας ἀπολαύειν ἐπιθυμίας, ἀπάγξομαι μᾶλλον ἢ ὕβρει δουλικῇ παραδώσω τὸ σῶμα· εἰ δὲ γαμετὴν κατὰ νόμους,3 κἀγὼ γενέσθαι θέλω μήτηρ, ἵνα διάδοχον ἔχῃ τὸ Ἑρμοκράτους γένος.
站在一旁的普兰贡说:“别再徒然折磨自己、怀疑自己的好运了;我绝不会欺骗我的主人,是卡利罗厄派我来商议婚事的。”狄奥尼修斯说:“那你就传达吧,如实说出她的原话。不可删减,也不可增添,务必准确地复述。”普兰贡说:“她说:‘我出身于西西里第一显贵之家,虽遭逢不幸,却依然保持着傲骨;我虽失去了祖国和父母,唯独没有丧失高贵的出身。因此,狄奥尼修斯若想把我当做侍妾占为己有并满足私欲,我宁可悬梁自尽,也绝不让这具身躯遭受奴隶般的屈辱;但若是依据法律娶我为正妻,我也愿为人母,好让赫尔谟克拉忒斯的家族有继承之人。
Βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις ὕστερον εἴπῃ πρὸς αὐτὸν ʽσὺ θρέψεις παιδία ἐκ τῆς ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον;ʼ Εἰ μὴ θέλει πατὴρ γενέσθαι, μηδ’ ἀνὴρ ἔστω.” Ταῦτα τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν· ἀνατείνας δὲ τὰς χεῖρας εἰς τὸν οὐρανὸν “εἰ γὰρ ἴδοιμι”4 φησίν, “ὦ Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρρόης· τότε μακαριώτερος δόξω τοῦ μεγάλου βασιλέως. Ἀπίωμεν πρὸς αὐτήν· ἄγε με, Πλαγγόνιον φιλοδέσποτον.”
关于此事,狄奥尼修斯切莫独自一人草率定夺,而应与亲友共同商议,免得日后有人对他说:“难道你要抚养一个买来的女奴所生的孩子,辱没你自己的门楣吗?”如果他不愿做父亲,那也就别做丈夫。’”这些话更激起了狄奥尼修斯的热情,他甚至萌生了一丝虚幻的希望,自以为自己的爱得到了回应。他向着苍天伸出双手说道:“宙斯啊,赫利俄斯啊,但愿我能见到卡利罗厄为我生下的孩子!到那时,我将觉得自己比万王之王还要幸福。我们快去见她吧;带路吧,忠于主人的好普兰贡。”
- 3.1.1ἀποκαρτερεῖν
动词 ἀποκαρτερέω 是一个习语,意为“绝食自尽”。结合上下文中的立遗嘱以及恳求即便化为尸体也来看看他的描写,此处确指通过绝食自杀的决意。
- 3.1.4τοσαύτη ἦν, ὥστε
τοσαύτη 的主语在句中被省略,承接前文全家陷入哀悼(ἐπενθεῖτο)的语境,应补充理解为“那份悲恸”或“骚动”(ἡ λύπη 或 ἡ βοή)如此之大。虽然在语法上也可以把卡利罗厄本人作为主语(“她是如此心善,以致于……”),但指代哀悼声浪之巨更符合前后叙述的衔接。
- 3.1.6εἰ δὲ γαμετὴν κατὰ νόμους
此处与前句“εἰ μὲν οὖν ὡς παλλακὴν θέλει με Διονύσιος ἔχειν”形成紧密对照,省略了谓语部分“θέλει με ἔχειν”(若他希望纳我为……)。宾格 γαμετήν 是该省略的不定词的宾语补足语(谓语性宾格)。
- 3.1.8εἰ γὰρ ἴδοιμι
短语 εἰ γάρ 搭配祈愿语气(此处为不定过去时 ἴδοιμι),用于表达指向未来的、有实现可能的愿望(“但愿我能见到……”)。
