← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§2.11.1-2.11.6

卡利罗厄为子隐忍与答应婚事

卡利罗厄对着客瑞阿斯的画像倾诉,为了腹中胎儿决意忍辱求生,牺牲贞节。她向普兰贡表明了决意,普兰贡承诺会让狄奥尼修斯立誓以保全其名分,随后前去操办婚事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1

Ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον ἡ Καλλιρρόη καὶ συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ προσέθηκε καὶ “ἰδοὺ” φησὶ “τρεῖς γεγόναμεν, ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. Βουλευσώμεθα περὶ τοῦ κοινῇ συμφέροντος. Ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν γνώμην ἀποφαίνομαι· θέλω γὰρ ἀποθανεῖν Χαιρέου μόνου γυνή. Τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν.1

卡利罗厄登上楼上的房间,关紧房门,将客瑞阿斯的画像贴在腹部,说道:“瞧啊,我们已有三人了:丈夫、妻子和孩子。让我们商量一下对大家都有益的事吧。我首先表明自己的意见:因为我只愿作为客瑞阿斯一人的妻子死去。对我而言,不经受另一个男人的沾染,这比父母、祖国乃至孩子都更令人欣悦。

§2.11.2

Σὺ δέ, παιδίον, ὑπὲρ σεαυτοῦ τί αἱρῇ; φαρμάκῳ τελευτῆσαι, πρὶν τὸν ἥλιον ἰδεῖν, καὶ μετὰ τῆς μητρὸς ἐρρῖφθαι, τάχα δὲ μηδὲ ταφῆς ἀξιωθῆναι, ἢ ζῆν καὶ δύο πατέρας ἔχειν, τὸν μὲν Σικελίας τὸν δὲ Ἰωνίας πρῶτον; Ἀνὴρ δὲ γενόμενος γνωρισθήσῃ ῥᾳδίως ὑπὸ τῶν συγγενῶν· πέπεισμαι γὰρ ὅτι ὅμοιόν σε τέξομαι τῷ πατρί· καὶ καταπλεύσεις λαμπρῶς ἐπὶ τριήρους Μιλησίας, ἡδέως δὲ Ἑρμοκράτης ἔγγονον ἀπολήψεται, στρατηγεῖν ἤδη δυνάμενον. Ἐναντίαν μοι φέρεις, τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν. Πυθώμεθά σου καὶ τοῦ πατρός. Μᾶλλον δὲ εἴρηκεν· αὐτὸς γάρ μοι παραστὰς ἐν τοῖς ὀνείροις ʽπαρατίθεμαί σοιʼ φησὶ ʽτὸν υἱόν.ʼ Μαρτύρομαί σε, Χαιρέα, σύ με Διονυσίῳ νυμφαγωγεῖς.”2 Ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ οὐ δι’ αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν· τῆς δὲ ὑστεραίας ἐλθοῦσα ἡ Πλαγγὼν πρῶτον μὲν καθῆστο σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς ἐπεδείξατο, σιγὴ δὲ ἦν ἀμφοτέρων. Ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος, ἡ Πλαγγὼν ἐπύθετο “τί σοι δέδοκται; τί ποιῶμεν; καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν.” Καλλιρρόη δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλάουσα καὶ συγκεχυμένη, μόλις δὲ εἶπε “τὸ τέκνον με προδίδωσιν ἀκούσης ἐμοῦ· σὺ πρᾶττε τὸ συμφέρον· δέδοικα δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μᾶλλον ἢ γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου γεννώμενον κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.” Ἔτι λεγούσης ἡ Πλαγγὼν ὑπολαβοῦσα “ἔγωγε” φησὶ “περὶ τούτων προτέρα σοῦ βεβούλευμαι· σὲ γὰρ τοῦ δεσπότου μᾶλλον ἤδη φιλῶ. Πιστεύω μὲν οὖν Διονυσίου τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν· ἐξορκιῶ δ’ ὅμως αὐτόν, κἂν δεσπότης ᾖ· δεῖ πάντα ἡμᾶς ἀσφαλῶς πράττειν. Καὶ σύ, τέκνον, ὅπως ἀντευποιήσεις.3 Ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομιοῦσα.”

而你,我的孩子,为你自己选择什么呢?是在见到太阳之前便死于药物,与母亲一同被遗弃,甚至可能得不到体面的安葬;还是活下去并拥有两位父亲,一位是西西里第一人,另一位是爱奥尼亚第一人?当你长大成人,自会轻易被亲族认出;因为我深信,我生下的你定会酷似你的父亲。你将乘着米利都的三列桨座战船光荣返航,而赫尔莫克拉忒斯定会欣然迎回一位已能领兵为帅的外孙。孩子,你投了与我相反的一票,不允许我们去死。我们再问问你父亲吧。或者说,他已经说过了;因为他曾在梦中来到我身旁,说道:‘我将儿子托付于你。’客瑞阿斯,我请你作证:是你引我作新娘嫁给狄奥尼修斯的。”于是在那一天一夜里,她便沉浸在这些思绪中,决意活下去,不是为了自己,而是为了腹中的婴儿。次日普兰贡前来,先是面容严肃地坐着,流露出同情的神态,两人相对无言。过了良久,普兰贡便问道:“您意下如何?我们要怎么做?因为这不是拖延的时候。”卡利罗厄哭泣着,心乱如麻,无法立刻回答,只是艰难地说道:“这孩子违背我的心愿,出卖了我。你去行有利之事吧。然而我担心,即使我忍受了这一屈辱,狄奥尼修斯也会蔑视我的处境,视我为妾而非妻,不愿抚养别人所生的孩子,而我却徒然丧失了贞节。”她还在说着,普兰贡便打断道:“我自己早就在你之前考虑过这些事了;因为如今比起主人,我更疼惜你。我固然信赖狄奥尼修斯的品性,因为他为人正直;但尽管他是主人,我仍要让他起誓;我们必须万无一失地行事。至于你,孩子,可要懂得报恩。我这就去完成这桩使命。”

语法注3 条
  1. 2.11.1πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν

    此不定式短语作前句指示代词 τοῦτο(“这比……更令我欣悦”)的同位语,具体补足其内容。依据不定式的否定规则,此处使用否定词 μή 而非 οὐ。

  2. 2.11.3σύ με Διονυσίῳ νυμφαγωγεῖς

    动词 νυμφαγωγεῖν 本义指在婚礼上护送新娘(宾格)前往新郎家(与格)。此处以丈夫客瑞阿斯(σύ)为主语,με 为宾格,Διονυσίῳ 为与格,极富讽刺与悲凉地表达了由丈夫亲自充当引路人将妻子送给另一个男人的悖论情形。

  3. 2.11.6ὅπως ἀντευποιήσεις

    连词 ὅπως 搭配将来时直陈式(ἀντευποιήσεις),属于省略了主句祈使动词(如 ὅρα 或 σκόπει)的独立祈使句(省略构式),表达有力的嘱托:“务必懂得报恩”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.11.1-2.11.6