← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§2.9.1-2.9.6

卡利罗厄的挣扎与抚育孩子的决意

普兰贡盘算利用胎儿促成主人狄奥尼修斯的爱意,而卡利罗厄在谋求堕胎与怜子之情间辗转反侧,最终在梦中受夏里亚斯亡灵的托付,决意将孩子抚养成人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.1

Γενομένη δὲ καθ’ ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν ἰδίους ἐλάμβανε λογισμούς· ἡ μὲν Πλαγγών, ὅτι καιρὸς ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν ἔρωτα τῷ δεσπότῃ, συνήγορον ἔχουσα τὸ κατὰ γαστρός· “εὕρηται πειθοῦς ἐνέχυρον· νικήσει σωφροσύνην γυναικὸς μητρὸς φιλοστοργία.” Καὶ ἡ μὲν πιθανῶς τὴν πρᾶξιν συνετίθει·

两个女人各自独处时,都陷入了自己的思量之中。普兰贡认为,在腹中胎儿的相助下,为主人达成情愿的良机已经显现:“说服的质押已经到手;母亲的慈爱必将压倒女人的贞德。”于是她精心地策划起这套计谋。

§2.9.2

Καλλιρρόη δὲ τὸ τέκνον ἐβουλεύετο φθεῖραι, λέγουσα πρὸς ἑαυτὴν “ἀλλ’ ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔγγονον καὶ προενέγκω παιδίον,1 οὗ μηδεὶς οἶδε πατέρα. Τάχα δὲ ἐρεῖ τις τῶν φθονούντων ʽἐν τῷ λῃστηρίῳ Καλλιρρόη συνέλαβεν.ʼ Ἀρκεῖ μόνην ἐμὲ δυστυχεῖν.

卡利罗厄则盘算着打掉这个孩子,自言自语道:“难道我要为一个主人诞下赫尔莫克拉忒斯的孙儿,生出一个无人知晓其父的孩子吗?或许心怀嫉妒之人还会说:‘卡利罗厄是在贼窝里怀上的。’仅仅我一人命途多舛便已足够。

§2.9.3

Οὐ συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν, ὃν ἔδει καὶ γεννώμενον φυγεῖν.2 Ἄπιθι ἐλεύθερος, ἀπαθὴς κακῶν. Μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς διηγημάτων.” Πάλιν δὲ μετενόει καί πως ἔλεος αὐτὴν τοῦ κατὰ γαστρὸς εἰσῄει. “Βουλεύῃ τεκνοκτονῆσαι, πασῶν ἀσεβεστάτη, καὶ Μηδείας λαμβάνεις λογισμούς;

孩子啊,跨入这凄惨的生命对你并无益处,你本该自降生之初便避开它。作为自由之身离去吧,莫要沾染苦难!莫要听闻任何关于你母亲的故事。”但随即她又后悔起来,不知怎的对腹中胎儿泛起怜悯:“天下最不虔敬的女人啊,你竟图谋杀子,动了美狄亚的心思吗?

§2.9.4

Ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις· ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου τέκνον θέλεις ἀποκτεῖναι καὶ μηδὲ ὑπόμνημα τοῦ περιβοήτου γάμου καταλιπεῖν. Τί δ’ ἂν υἱὸς ᾖ; τί δ’ ἂν ὅμοιος τῷ πατρί; τί δ’ ἂν εὐτυχέστερος ἐμοῦ; Μήτηρ ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ λῃστῶν;

甚至你会显得比那斯基泰女人还要凶狠;因为她是与丈夫反目成仇,而你却要杀死夏里亚斯的孩子,连那场闻名遐迩的婚礼的一点留念也不留下!若是儿子又当如何?若他像父亲又当如何?若他比我更幸运又当如何?做母亲的难道要杀死从坟墓与强盗手中幸免的孩子吗?

§2.9.5

Πόσων ἀκούομεν θεῶν παῖδας καὶ βασιλέων ἐν δουλείᾳ γεννηθέντας ὕστερον ἀπολαβόντας τὸ τῶν πατέρων ἀξίωμα, τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα καὶ Κῦρον; Πλεύσῃ μοι καὶ σύ, τέκνον, εἰς Σικελίαν· ζητήσεις πατέρα καὶ πάππον καὶ τὰ τῆς μητρὸς αὐτοῖς διηγήσῃ. Ἀναχθήσεται στόλος ἐκεῖθεν ἐμοὶ βοηθῶν. Σύ, τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς.” Ταῦτα λογιζομένῃ δι’ ὅλης νυκτὸς ὕπνος ἐπῆλθε πρὸς ὀλίγον. Ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ εἰκυῖα, καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο.3 Ἑστὼς δὲ “παρατίθεμαί σοι” φησίν, “ὦ γύναι, τὸν υἱόν.” Ἔτι δὲ βουλομένου λέγειν ἀνέθορεν ἡ Καλλιρρόη, θέλουσα αὐτῷ περιπλακῆναι. Σύμβουλον οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε.

我们听说过多少神明与君王之子,虽降生于奴籍,后来却重获了父辈的尊荣——策托斯、安菲翁还有居鲁士?我的孩子,你也必将为我扬帆驶向西西里;你将寻访父亲与外祖父,向他们诉说母亲的遭遇。一支舰队将从那里启航前来相助;我的孩子,你必将让双亲重新团聚。” 她彻夜思忖这些事情,短时间地入睡了。夏里亚斯的幻影出现在她面前,在身形、美丽的明眸和声音上都与他全无二致,身上也穿着同样的衣裳。他伫立着说道:“妻子啊,我将儿子托付于你。”他还欲继续倾诉,卡利罗厄便一跃而起,想要拥抱他。于是她深信丈夫已为自己指点迷津,遂决意抚养这个孩子。

语法注3 条
  1. 2.9.2ἀλλ’ ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔγγονον καὶ προενέγκω παιδίον

    虚拟式(τέκω 与 προενέγκω)用于带有强烈愤慨与抗拒语气的商榷/疑虑疑问句(deliberative subjunctive),表示反诘:“难道我应当为主人诞下……并生出一个孩子吗?”

  2. 2.9.3ὃν ἔδει καὶ γεννώμενον φυγεῖν

    无人称动词 ἔδει 搭配不定式 φυγεῖν,表达未曾实现的应然(“本该……避开”)。分词 γεννώμενον 作时间状语,与 καί 连用表示“即使在降生之际 / 自降生之初便”。

  3. 2.9.6πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ εἰκυῖα, καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο

    化用了荷马《伊利亚特》卷二十三第66–67行(帕特洛克罗斯亡灵显现)的史诗名句。宾格形式 πάντα, μέγεθος, ὄμματα καλά, φωνήν 均为限定(关系)宾格,修饰完成时分词 εἰκυῖα;末句 ἕστο 是动词 ἕννυμι 的史诗体过去完成时,统辖宾格 τοῖα εἵματα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.9.1-2.9.6