- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.8.1-2.8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
受相思折磨的狄奥尼修斯以自由为赏赐命普兰贡劝诱卡利罗厄,但卡利罗厄誓死不从。然而普兰贡发现卡利罗厄怀上了夏里亚斯的孩子,绝望的卡利罗厄试图自残堕胎,被普兰贡拦下。
Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος· οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον· οὔτε δι’ ἀπειλῆς ἢ βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται. Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν “τὰ μὲν πρῶτά σοι” φησὶν “ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος· ἐκεῖνο δέ με σέσωκεν ἢ ἀπολώλεκε. Σκόπει οὖν πῶς γυνὴ γυναικὸς περιγένῃ, σύμμαχον ἔχουσα κἀμέ. Γίνωσκε δὲ ἐλευθερίαν σοι προκειμένην ἆθλον καὶ ὃ πέπεισμαί σοι πολὺ ἥδιον εἶναι τῆς ἐλευθερίας, τὸ ζῆν Διονύσιον.”1 Κελευσθεῖσα δὲ ἡ Πλαγγὼν πᾶσαν πεῖραν καὶ τέχνην προσέφερεν· ἀλλ’ ἡ Καλλιρρόη πανταχόθεν ἀήττητος ἦν καὶ ἔμενε Χαιρέᾳ μόνῳ πιστή.
女人们离开了,但这一吻犹如毒液潜入狄奥尼修斯的五脏六腑,他已既不能视也不能听,四面受困,寻不得医治相思之法:既不能通过赠礼,因他看出了那女子的清高孤傲;也不能通过威胁或强力,因他深信她宁愿自决也不愿受辱。于是他将普兰贡视作唯一的救星,将她召来并说道:“你的头一番谋略已然奏效,我为那记亲吻感谢你;但那一吻要么救了我,要么毁了我。所以你要考虑,身为女人当如何制胜女人,且有我作你的盟友。你要知道,摆在你面前的奖赏是自由,以及我深信对你而言远胜于自由之物——即狄奥尼修斯得以活命。”普兰贡领命之后施展了百般手段与技巧;然而卡利罗厄在各方面都坚不可摧,始终只对夏里亚斯忠贞不渝。
Κατεστρατηγήθη ὑπὸ τῆς τύχης, πρὸς ἣν μόνην οὐδὲν ἰσχύει λογισμὸς ἀνθρώπου· φιλόνεικος γὰρ ἡ δαίμων, καὶ οὐδὲν ἀνέλπιστον παρ’ αὐτῇ. Καὶ τότ’ οὖν πρᾶγμα παράδοξον, μᾶλλον δὲ ἄπιστον κατώρθωκεν· ἄξιον δὲ ἀκοῦσαι τὸν τρόπον.
然而她终被命运算计了,唯独面对命运,凡人的心智无能为力;因为这位女神生性好胜,在她那里绝无不可能之事。就在那时,她成就了一件匪夷所思、甚或令人难以置信之事;其经过甚值得一听。
Ἐπεβούλευσεν ἡ τύχη τῇ σωφροσύνῃ τῆς γυναικός· ἐρωτικὴν γὰρ ποιησάμενοι τὴν πρώτην σύνοδον τοῦ γάμου Χαιρέας καὶ Καλλιρρόη, παραπλησίαν ἔσχον ὁρμὴν πρὸς τὴν ἀπόλαυσιν ἀλλήλων, ἰσόρροπος δὲ ἐπιθυμία τὴν συνουσίαν ἐποίησεν οὐκ ἀργήν.2
命运向这女子的贞操设下了圈套。夏里亚斯与卡利罗厄在新婚初次交合时极其热烈,彼此享乐的冲动旗鼓相当,平等的欲望使得那次结合并未落空。
Ὀλίγον οὖν πρὸ τοῦ πτώματος3 ἡ γυνὴ συνέλαβεν. Ἀλλὰ διὰ τοὺς κινδύνους καὶ τὴν ταλαιπωρίαν τὴν ὕστερον οὐ ταχέως συνῆκεν ἐγκύμων γενομένη·4 τρίτου δὲ μηνὸς ἀρχομένου, προύκοπτεν ἡ γαστήρ· ἐν δὲ τῷ λουτρῷ συνῆκεν ἡ Πλαγγών, ὡς ἂν ἤδη πεῖραν ἔχουσα τῶν γυναικείων.
因此,就在横祸降临前不久,这女子便怀了身孕。但由于其后的重重凶险与苦难,她未能很快察觉自己已有身孕;但到了第三个月初,小腹渐见隆起。普兰贡在浴室中看了出来,因她本就对妇人之事经验老到。
Εὐθὺς μὲν οὖν ἐσίγησε διὰ τὸ πλῆθος τῶν θεραπαινίδων· περὶ δὲ τὴν ἑσπέραν σχολῆς γενομένης, παρακαθίσασα ἐπὶ τῆς κλίνης “ἴσθι” φησίν, “ὦ τέκνον, ὅτι ἐγκύμων ὑπάρχεις.” Ἀνέκλαυσεν ἡ Καλλιρρόη καὶ ὀλολύζουσα καὶ τίλλουσα τὴν κεφαλὴν “ἔτι καὶ τοῦτό μου” φησὶ “ταῖς συμφοραῖς, ὦ Τύχη, προστέθεικας, ἵνα καὶ τέκω δοῦλον.” Τύπτουσα δὲ τὴν γαστέρα εἶπεν “ἄθλιον πρὸ τοῦ γεννηθῆναι γέγονας· ἐν τάφῳ καὶ χερσὶ λῃστῶν παρεδόθης. Εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις ἐλπίσι μέλλω σε κυοφορεῖν, ὀρφανὲ καὶ ἄπολι καὶ δοῦλε; Πρὸ τῆς γενέσεως πειράθητι θανάτου.” Κατέσχε δὲ αὐτῆς τὰς χεῖρας ἡ Πλαγγών, ἐπαγγειλαμένη τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.
当时因侍女众多,她立刻保持了缄默;到了傍晚闲暇之时,她坐在床榻旁说道:“孩子,你要知道,你有身孕了。”卡利罗厄放声大哭,哀号着撕扯自己的头发:“命运啊,难道你还要将这桩事加在我的灾难之上,好让我生下一个奴隶吗?”她捶打着自己的腹部说道:“你未出世就已注定不幸;你被交托在坟墓中与强盗之手。你将步入何等样的人生?我当怀着怎样的希望孕育你,你这孤儿、无家邦者兼奴隶啊!在降生之前,且先尝尝死亡吧!”但普兰贡拉住了她的双手,许诺次日为她安排更为轻省的堕胎。
- 2.8.2τὸ ζῆν Διονύσιον
同格冠词不定词短语,用以具体说明关系代词 ὃ(“远胜于自由之物”)的实质内容。Διονύσιον 为不定词 ζῆν 的宾格意义主语,意为“狄奥尼修斯得以活命”。
- 2.8.4οὐκ ἀργήν
双重否定/缓叙法(litotes),字面意为“非无成效的”,引申指该次交合成功受孕、开花结果。
- 2.8.5πρὸ τοῦ πτώματος
介词 πρό 接属格名词 πτώματος。πτῶμα 字面意为“倒下、摔落”,此处语境特指卡利罗厄遭遇的那场“浩劫/惨剧”(即被夏里亚斯踢中而假死入葬的灾难)。
- 2.8.5οὐ ταχέως συνῆκεν ἐγκύμων γενομένη
表示觉察的动词 συνῆκεν(συνίημι 的不定过去时)支配与主语一致的补充主格分词 γενομένη,意为“她并未很快意识到自己已经受孕”。
