← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§2.10.1-2.10.8

普兰贡摆出两难抉择与卡利罗厄请求宽限

卡利罗厄表示决意抚养孩子,普兰贡便向她摆出非堕胎即冒充狄奥尼修斯之子的两难抉择,卡利罗厄请求宽限至次日再作定夺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.1

Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. Ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν,1 ἀλλ’ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ γύναι, τέκνον θρέψαι παρ’ ἡμῖν· ὁ γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δι’ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβάνεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ, Κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι·2 κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. Ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ.” Βαρέως ἤκουσεν ἡ Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην, δι’ ἧς τὸ παιδίον θρέψει. Πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις, ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας “τὰ μεγάλα” φησὶ “τῶν πραγμάτων, ὦ γύναι, μεγάλαις ἐπινοίαις κατορθοῦται· κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπότην.

次日普兰贡前来时,她向她表明了自己的心意。但普兰贡并未接纳这一不合时宜的决定,反而说道:“夫人,在我们这里为你抚养孩子是不可能的。因为我们的主人爱慕着你,出于自重与得体固然不会违背你的意愿强迫你,但出于嫉妒却绝不会允许你抚养孩子,他若见你对不在眼前之人念念不忘,却轻视眼前在场的他,定会自感蒙受羞辱。因此在我看来,这孩子与其生下后夭折,不如在出生前就死去;因为你将免去徒劳的分娩之痛和毫无用处的怀胎。我是出于对你的关爱才向你进忠言。”卡利罗厄听罢心情沉重,扑倒在她膝前,哀求她共同想出某种计策,好让她能抚养这个孩子。于是普兰贡推辞再三,将答复拖延了两三天,待把她的哀求之情煽动得愈发炽烈、让自己显得更加可信之后,先是让她发誓绝不向任何人泄露这套计策,随后皱起眉头,搓着双手说道:“夫人,大事当以大谋而成;为了对你的情意,我这可是背叛了主人。

§2.10.4

Ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.” “Καὶ τίς οὕτως” εἶπεν “ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται;3 δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.”

因此你要知道,二者必居其一:要么孩子彻底死掉,要么作为爱奥尼亚最富有的人、最显赫家族的继承人降生,并且让你这位母亲得享福乐。选吧,你想要哪一样。”卡利罗厄答道:“有谁会如此愚蠢,竟弃幸福而择杀子?但在我看来,你说的似乎是件不可能且难以置信的事,所以请说得更明白些。”

§2.10.5

Ἤρετο οὖν ἡ Πλαγγὼν “πόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως;” Ἡ δὲ “δύο μῆνας” εἶπεν. “Ὁ χρόνος οὖν ἡμῖν βοηθεῖ· δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι.” Πρὸς τοῦτο ἀνέκραγεν ἡ Καλλιρρόη “μᾶλλον ἀπολέσθω.” Καὶ ἡ Πλαγγὼν κατειρωνεύσατο αὐτῆς “καλῶς, ὦ γύναι, φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. Τοῦτο πράττωμεν· ἀκινδυνότερον γὰρ ἢ ἐξαπατᾶν δεσπότην. Πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα, μηδ’ ἐλπὶς ἔστω σοι πατρίδος. Συνάρμοσαι τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη.” Ταῦτα τῆς Πλαγγόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρρόη, μείραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς· ἀλλ’ ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν ἔσπευδε, τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶ “δός μοι” φησὶ “καιρὸν εἰς σκέψιν· περὶ τῶν μεγίστων γάρ ἐστιν ἡ αἵρεσις, ἢ σωφροσύνης ἢ τέκνου.” Πάλιν τοῦτο ἐπῄνεσεν ἡ Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται τὸ ἕτερον· “πιθανὴ γὰρ εἰς ἑκάτερον ἡ ῥοπή· τὸ μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν. Καιρὸς δ’ οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς, ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως θατέρου ἔχεσθαι,4 πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι.” Συνέθεντο ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων.

普兰贡于是问道:“你估摸自己受孕有多久了?”她答道:“两个月。”“那么时间正有助于我们;因为你可以装作是为狄奥尼修斯生下了七个月的早产儿。”听到这话,卡利罗厄惊呼道:“那还不如让它死掉!”普兰贡便语带讽刺地对她说道:“夫人,你宁愿堕胎,真是想得太周全了。我们就照此办吧;因为这比欺瞒主人更安全。彻底斩断你所有关于高贵出身的记忆吧,也莫要对故土抱任何希望。顺应你当下的命运,踏踏实实做个女奴吧。”面对普兰贡的这番劝诫,卡利罗厄毫无戒心,她出身高贵年轻稚嫩,对奴仆的诡诈手段一无所知;然而那女人越是催促打掉胎儿,她对腹中骨肉就越发心生怜惜,说道:“给我点时间思考吧;因为这抉择关乎至关紧要之事——或是贞节,或是骨肉。”普兰贡再次称赞她没有贸然择取其一:“因为倾向于任何一方都是合情合理的;一方关乎为人妻的忠贞,另一方关乎做母亲的慈爱。然而已无时间长久拖延,在你的身孕败露之前,明日你必须从二者中确定选定其一。”两人商定好这些便各自离去了。

语法注4 条
  1. 2.10.1τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν

    动词 παραλαμβάνω 在此表示“接纳、同意(建议或决议)”。τὸ ἄκαιρον τῆς βουλῆς 指“该决定的不合时宜”或“这一欠妥的计划”。普兰贡并未直接由着卡利罗厄抚养孩子的单纯想法,而是直截了当地指出其在当前处境下的不可行性。

  2. 2.10.2πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι

    由比较级 κρεῖττον 引导的比较句。前项省略了动词不定式 ἀπολέσθαι,完整结构为 κρεῖττον [ἀπολέσθαι] πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι(孩子在出生前[死掉]好过出生之后再死掉)。带冠词的不定式短语 πρὸ τοῦ γεννηθῆναι 与副词性分词 γεννηθέν 形成时间上的鲜明对比。

  3. 2.10.4Καὶ τίς οὕτως ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται;

    副词 οὕτως 之后紧接 ἵνα 引出的虚拟语气(ἕληται),用以表示结果,相当于古典希腊语中 ὥστε 引导的不定式或陈述语气(后期希腊语常见用法):“谁会愚蠢到竟选择杀子而非幸福?”

  4. 2.10.8θατέρου ἔχεσθαι

    中间态动词 ἔχομαι 支配属格,意为“紧抓、执守、决意择取”。θατέρου 是 τοῦ ἑτέρου 的交融形式(crasis),指“两者之一”。在此指卡利罗厄必须在次日就堕胎或冒充二者中彻底选定其一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.10.1-2.10.8