- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.7.1-2.7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为让狄奥尼修斯接近卡利罗厄,普兰贡谎称丈夫触怒了主人并恳求卡利罗厄出面求情。狄奥尼修斯顺水推舟宽恕了他们,并在普兰贡机敏的一推下顺理成章地亲吻了卡利罗厄。
Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τοῖς χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν· ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως.1
事情的发展是这样的。狄奥尼修斯在庄园里逗留不去,每次都托辞不同,但真实的原因是他既不能离开卡利罗厄,又不愿带她同行;因为她一旦露面必将举世瞩目,其美貌定会使整个伊奥尼亚倾倒臣服,艳名甚至会传至大王那里。
Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν· τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε δὲ καιρὸν ἡ Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς· λαβομένη δὲ τῶν γονάτων αὐτῆς “δέομαί σου” φησίν, “κυρία, σῶσον ἡμᾶς· τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος· φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος.
在留居期间,他更仔细地清查产业事务,并在某处对管家福卡斯有所谴责;但谴责并未进一步发展,不过是口头言辞而已。普兰贡却抓住了机会,撕扯着自己的头发,万分恐慌地奔向卡利罗厄;她抱住她的双膝说道:“女主人,我求求您,救救我们吧!狄奥尼修斯对我丈夫大发雷霆;他生性虽然仁厚,却也极其暴躁。
Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς ἢ μόνη σύ· παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.” Ὤκνει μὲν οὖν ἡ Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ’ αὐτῆς.2 Ἵν’ οὖν μὴ ἀχάριστος δοκῇ “κἀγὼ μὲν” φησὶν “εἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη· γένοιτο δὲ ἡμᾶς τυχεῖν.” Ἐπεὶ δὲ ἦλθον, ἐκέλευσεν ἡ Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν “ἡκέτω” φησί.
除了您一人之外,无人能救我们;因为狄奥尼修斯欣然会为您这初次相求而赐予恩惠。”卡利罗厄起初固然犹豫要不要前往他那里,但见她一再哀求哭诉,无法推脱,因为她先前早已因对方的恩惠而欠下情分。为了不显得忘恩负义,她说道:“我也只是一介女奴,毫无直言进谏的权利;但如果您以为我也能有所作为,我愿与您一同祈求;但愿我们能够如愿以偿。”当她们走来时,普兰贡便吩咐门房向主人通报卡利罗厄已到。狄奥尼修斯此时正因悲伤而瘫倒在床,身体也日渐消瘦。一听卡利罗厄到来,他顿时哑口无言,这出人意料之事让他眼前一阵晕眩,好不容易回过神来,才说道:“让她进来。”
Στᾶσα δὲ ἡ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ’ ὅμως ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι· φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.”
卡利罗厄走近站定,垂下头去,起初满脸飞红,但好不容易还是开了口:“我深知对这位普兰贡欠有恩情;因为她视我如亲生女儿般疼爱。主人,我恳求您,切勿对她的丈夫动怒,请宽恕他,免其一死。”
Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς οὖν ὁ Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνος “ὀργίζομαι μὲν” εἶπε, “καὶ οὐδεὶς ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι3 Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας· χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.” Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν ἡ Πλαγγών, καὶ Διονύσιος ἔφη “τοῖς Καλλιρρόης προσπίπτετε γόνασιν, αὕτη γὰρ ὑμᾶς ἔσωσεν.” Ἐπεὶ δὲ ἡ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷ “σὺ οὖν” εἶπε “χάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳ” καὶ ἅμα ὤθησεν αὐτήν. Ἡ δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι,4 προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.
她还想再说,却再也说不出话来。狄奥尼修斯看穿了普兰贡的机谋,便说道:“我固然满腔怒火,他们做出这等事来,天下本无一人能救得福卡斯与普兰贡免于毁灭;但我欣然将他们宽宥于你。你们要明白,是因卡利罗厄你们才得保全。”普兰贡跪伏在他膝前,狄奥尼修斯却说道:“去跪伏在卡利罗厄膝前吧;因为是她救了你们。”普兰贡见卡利罗厄喜笑颜开,对此赐恩欢欣不已,便说道:“那么,请您替我们向狄奥尼修斯致谢吧,”说着顺势将她往前一推。卡利罗厄不知怎的跌倒,恰好扑在狄奥尼修斯的右手上;狄奥尼修斯表面上故作推辞不肯伸手的样子,却顺势将她拉近身前吻了她,随后立刻放手,以免这番心计遭人生疑。
- 2.7.1ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως
动词 ἔμελλε(本将、势必)统辖三个不定式(ἔσεσθαι、δουλαγωγήσειν、ἀναβήσεσθαι),但其逻辑主语在中途发生了转换。首个不定式 ἔσεσθαι 承接前文主语(由主格表语 περιβόητος ὀφθεῖσα“一旦被目睹便声名显赫”所体现),而其后的两个不定式的主语则分别转变为宾格名词短语 τὸ κάλλος(美貌)与 τὴν φήμην(声名)。
- 2.7.3προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ’ αὐτῆς
动词 προενεχυριάζω(预先质押、扣作人质)的完成时被动分词,此为比喻用法,意为“因对方施加的恩惠而预先被扣为人质(背负了无法推辞的恩义)”。与格 ταῖς εὐεργεσίαις 表示手段或原因。
- 2.7.6οὐδεὶς ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι
含有防止、救免意味的动词 ῥύομαι 接带有冗余否定词 μή 的不定式(μὴ ἀπολέσθαι)。直陈式过去时 ἐρρύσατο 具有虚拟假定的意味(虽无 ἄν),表示“世上本没有任何人能救他们免于毁灭”。
- 2.7.7ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι
小词组合 ὡς δῆθεν(虚晃地假装成仿佛……)后接分词 ἀπαξιῶν(认为不配、拒绝),用以表明伪装的姿态:他表面上装出不屑于伸手去扶的模样,实则借势顺水推舟将她拉入怀中亲吻。
