- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.6.1-2.6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
圣所会面后,绝望的狄奥尼修斯拒绝以强力占有卡利罗厄,转而委派普兰贡以优渥礼遇与巧言劝诱去博取她的芳心。
Καὶ ἡ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, ὁ δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν “κατὰ πάντα” φησὶν “ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ ἡ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός· οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι.
于是,卡利罗厄确信自己不致违背心愿而遭受任何侵害,就此离去;狄奥尼修斯则满心忧伤地回到自己府邸,只唤来莱奥纳斯一人说道:“在一切事上我皆是不幸的,且为爱神所憎弃。结发之妻我已埋葬,新买来的女子又将离我而去;我原本企望她是阿佛洛狄忒赐予我的礼物,并曾为自己构想出胜过斯巴达妇人之夫墨涅拉俄斯的幸福生活;因为我以为,即便海伦也不曾这般绝美。
Πρόσεστι δὲ αὐτῇ καὶ ἡ τῶν λόγων πειθώ. Βεβίωταί μοι.1 Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.” Πρὸς τοῦτο ἀνέκραγεν ὁ Λεωνᾶς “μὴ σύ γε, ὦ δέσποτα, μὴ καταράσῃ σεαυτῷ· κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν· ταλάντου γὰρ αὐτὴν ἐπριάμην.” “Ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως,2 ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ’ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ὁ ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων ὁ λῃστής;”
况且她更有辞令的感化之力。我的生命已然终结。就在同一日,卡利罗厄将离开此地,而我将离开人世。”闻听此言,莱奥纳斯高声喊道:“主人,万勿如此,切莫诅咒自身!因为您是她的主人,对她拥有权柄,因而无论她情愿与否,都会照您的心意而行;因为我可是花了一塔兰同将她买下的。”“你买下了一个贵族女子,你这可恶的蠢材?难道你未曾听说过名震遐迩的统领全西西里的赫尔墨克拉忒斯将军吗?波斯国王钦佩并敬爱他,年年向他馈赠厚礼,正因他海战击溃了波斯的大敌雅典人。难道我要对一个自由之身施以暴虐,而以节制著称的狄奥尼修斯,竟要违背一个女子的意愿加以侵犯,而这女子连强盗泰隆都未曾亵渎过吗?”
Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ’ ἀπεγίνωσκε πείσειν ʽφύσει γὰρ εὔελπίς ἐστιν ὁ ἔρωσ̓, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόνα “δέδωκάς μοι” φησὶν “ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς.
他固然对莱奥纳斯这般斥责,然而他也绝未放弃说服她的希望(因为爱情本就容易抱持乐观),而是自信能以关怀备至博取心愿的达成。于是他唤来普兰贡说道:“你已向我充分证明了你的尽心。如今我将自己所有财物中最大、最珍贵者托付于你,就是那位异乡女子。我希望她一无所缺,甚至享尽奢华。
Κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν· ἐπαίνει με παρ’ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. Βλέπε μὴ δεσπότην εἴπῃς.”3 Συνῆκεν ἡ Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής· αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν, ᾤχετο πρὸς τοῦτο. Παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο· καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.
将她视作女主人,侍奉她,装扮她,使她对我们心怀亲爱;在她面前多多称赞我,按照你所熟知的情形描绘我的为人。切记不可称我为主人。”普兰贡领会了意旨,因她天性敏黠;她立刻把心思倾注于此事,随即前去照办。来到卡利罗厄面前时,她并未泄露自己是奉命侍奉她,而是表现出自身的善意,并且极力使自己作为顾问赢得她的信任。
- 2.6.2Βεβίωταί μοι
第三人称完成时被动形式 βεβίωται 搭配动作主体与格 μοι 构成的无人称句,字面意为“活着对于我已被完成”,即“我的生命已然终结”。类似于拉丁语的 vixi(“我已活过”,委婉表示“我已经完了/死了”),是用以宣告生命终结的惯用表达。
- 2.6.3Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως
动词 ἐγχαράσσω(铭刻、镂刻)的完成时被动分词 ἐγκεχαραγμένον 修饰 Ἑρμοκράτην。结合副词 μεγάλως,字面意为“被极大地铭刻”,用以引申表示其赫赫战功与英名“深深刻在人心/历史上,声名远扬”。后接的关系从句(ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει...)进一步阐明其声名之隆。
- 2.6.5Βλέπε μὴ δεσπότην εἴπῃς
由命令式 βλέπε 引导 μὴ 搭配不定过去时主动虚拟语气(εἴπῃς)构成的警诫/禁止结构,意为“当心休要说……”或“切莫称……”。此处狄奥尼修斯严正叮嘱普兰贡,在卡利罗厄面前绝不可将自己称作“主人”,以免勾起对方的奴役感与戒备心理。
