← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§2.5.1-2.5.12

卡利罗厄吐露身世与狄奥尼修斯的承诺

狄奥尼修斯在圣所与卡利罗厄相会并探询其真实身世。卡利罗厄道出自己是叙拉古将军赫尔墨克拉忒斯之女,并哀求获释返乡;狄奥尼修斯虽感自身欲求无望而暗自神伤,仍应允将以女主人之礼隆重款待她。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.1

决议既定,次日,狄奥尼修斯带同友人、被释奴以及家仆中最堪信任者前往圣所,以便有人在场作证;他并未疏忽自己的仪容,而是略加修饰身体,宛如将与意中人相会一般。

§2.5.2

Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει “Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.

他本就生得俊美修长,望之尤具威仪。莱奥纳斯则带上普兰贡以及平日伺候卡利罗厄的女仆们来到她面前说道:“狄奥尼修斯大人是一位极为公正且恪守法度之人。

§2.5.3

Ἧκε τοίνυν εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν· τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.” Ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρρόη, θαρροῦσα δ᾽ ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.

因此,夫人,请移步圣所,将您的实情与身世如实告知于他;您绝不会得不到公正的救助。只要坦诚地同他交谈,对实情休要隐瞒;因为这更会激发起他对您的仁爱之怀。”卡利罗厄虽非情愿,但因谈话是在圣所中进行,心中稍觉宽慰,便举步前往。

§2.5.4

Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. Καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.

当她抵达时,众人对她愈发惊叹。狄奥尼修斯惊愕得说不出话来。良久的沉默之后,他才艰难地开口道:“夫人,关于我的一切对您想必皆已明了。我是狄奥尼修斯,米利都乃至几乎整个爱奥尼亚的首要人物,以虔敬与仁爱著称。

§2.5.5

Δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν· οἱ μὲν γὰρ πωλήσαντές σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.” Ἠρυθρίασεν ἡ Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα εἶπεν “ἐγὼ νῦν πρῶτον πέπραμαι· Σύβαριν δὲ οὐκ εἶδον.” “Ἔλεγόν σοι” φησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶν “ὅτι οὐκ ἔστι δούλη· μαντεύομαι δὲ ὅτι καὶ εὐγενής.” “Εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν.” “Καλλιρρόη” φησίν (ἤρεσε Διονυσίῳ καὶ τοὔνομα), τὰ δὲ λοιπὰ ἐσιώπα. Πυνθανομένου δὲ λιπαρῶς “δέομαί σου” φησίν, “ὦ δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν.

您将关于自己的实情相告,亦是理所应当;因为变卖您的人声称您是叙巴里斯女子,因女主人的嫉妒而从彼处被卖出。”卡利罗厄面泛红晕,低垂臻首轻声说道:“我如今是初次被变卖;叙巴里斯我更从未见过。”“我同你讲过,”狄奥尼修斯转视莱奥纳斯道,“她绝非奴隶;我料定她必定出身高贵。”“夫人,请告诉我一切,首先是您的芳名。”“卡利罗厄,”她回答道(狄奥尼修斯连这名字也深为倾心),至于其余的事,她却缄口不言。面对他再三敦请,她说道:“主人,我恳求您,容我对自己的遭遇保持沉默。

§2.5.7

Ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν ὃ γέγονα, δούλη καὶ ξένη.” Ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν· προήχθη δὲ ὁ Διονύσιος κλάειν καὶ πάντες οἱ περιεστηκότες· ἔδοξε δ’ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι.2 Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ “ταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην.

往事如梦如幻,如今我已沦落为现在的模样——一个异乡的女奴。”说这话时,她虽竭力掩饰,泪水却已顺着双颊滚落;狄奥尼修斯与周围伫立的众人皆不由潸然泪下;人们甚至会觉得连阿佛洛狄忒自身也变得神色凄然。狄奥尼修斯更进一步追问,恳求道:“我向您求取这第一桩恩惠:

§2.5.8

Διήγησαί μοι, Καλλιρρόη, τὰ σεαυτῆς. Οὐ πρὸς ἀλλότριον ἐρεῖς· ἔστι γάρ τις καὶ τρόπου συγγένεια. Μηδὲν φοβηθῇς, μηδ’ εἰ πέπρακταί σοί τι δεινόν.” Ἠγανάκτησεν ἡ Καλλιρρόη πρὸς τοῦτο καὶ “μή με ὕβριζε” εἶπεν, “οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον.3 Ἀλλ̓ ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης, οὐ θέλω δοκεῖν ἀλαζὼν οὐδὲ λέγειν διηγήματα ἄπιστα τοῖς ἀγνοοῦσιν· οὐ γὰρ μαρτυρεῖ τὰ προτοῦ τοῖς νῦν.” Ἐθαύμασεν ὁ Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶ “συνίημι” φησὶν “ἤδη, κἂν μὴ λέγῃς· εἰπὲ δ’ ὅμως· οὐδὲν γὰρ περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν.

卡利罗厄,请向我诉说您的经历。您并非在对一个外人倾诉;因为你我之间性情亦有相通之处。切莫惧怕,即便您曾做过什么可怕之事。”卡利罗厄闻言愤然作色道:“休要辱我;我扪心自问毫无愧怍。但因我过去的身份远比眼下的际遇尊贵,我不愿显得矜夸,亦不愿对懵然不知者讲述令人难信之辞;因为过去与眼下毫无印证之处。”狄奥尼修斯深佩那女子的气节,说道:“纵使您不说,我也已心领神会;但仍请告诉我;因为无论您述说自身何等尊荣,也绝不会超越我们亲眼所见的气度。

§2.5.10

Πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα.” Μόλις οὖν ἐκείνη τὰ καθ’ ἑαυτὴν ἤρξατο λέγειν “Ἑρμοκράτους εἰμὶ θυγάτηρ, τοῦ Συρακουσίων στρατηγοῦ. Γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος ἔθαψαν οἱ γονεῖς πολυτελῶς. Ἤνοιξαν τυμβωρύχοι τὸν τάφον· εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν· ἤνεγκαν ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε Θήρων ἐπ̓ ἐρημίας.” Πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν.

一切光辉的故事在您面前都显得渺小。”于是她方始勉强叙说自己的身世:“我是叙拉古将军赫尔墨克拉忒斯之女。我因突然跌倒而口不能言,父母为我举行了厚葬。盗墓贼掘开了墓穴,发现我已复苏还魂;他们将我带至此处,而泰隆则在荒野中将我转交给了这位莱奥纳斯。”她述说了全部实情,唯独隐瞒了凯瑞阿斯。

§2.5.11

“Ἀλλὰ δέομαί σου, Διονύσιε (Ἕλλην γὰρ εἶ καὶ πόλεως φιλανθρώπου καὶ παιδείας μετείληφας), μὴ γένῃ τοῖς τυμβωρύχοις ὅμοιος μηδὲ ἀποστερήσῃς με πατρίδος καὶ συγγενῶν. Μικρόν ἐστί σοι πλουτοῦντι σῶμα ἐᾶσαι· τὴν τιμὴν οὐκ ἀπολεῖς, ἐὰν ἀποδῷς με τῷ πατρί· Ἑρμοκράτης οὐκ ἔστιν ἀχάριστος. Τὸν Ἀλκίνοον ἀγάμεθα δὴ καὶ πάντες φιλοῦμεν ὅτι εἰς τὴν πατρίδα ἀνέπεμψε τὸν ἱκέτην. Ἱκετεύω δὲ κἀγώ.

“但我恳求您,狄奥尼修斯(因为您是希腊人,出自仁厚之邦,且受过教养),切莫与盗墓贼同流合污,亦切莫剥夺我的祖国与亲人。对于家资富有的您而言,放过一个女子不过是区区小事;只要将我送还家父,您必不会蒙受价款的损失;赫尔墨克拉忒斯并非忘恩负义之辈。我们众人之所以敬仰并爱戴阿尔喀诺俄斯,正是因他将请愿者送回了故土。如今我亦向您哀告。

§2.5.12

Σῶσον αἰχμάλωτον ὀρφανήν. Εἰ δὲ μὲ μὴ δύναμαι ζῆν ὡς εὐγενής, αἱροῦμαι θάνατον ἐλεύθερον.” Τούτων ἀκούων ἔκλαε προφάσει μὲν Καλλιρρόην, τὸ δὲ ἀληθὲς ἑαυτόν·4 ᾐσθάνετο γὰρ ἀποτυγχάνων τῆς ἐπιθυμίας. “Θάρρει δὲ” ἔφη, “Καλλιρρόη, καὶ ψυχὴν ἔχε ἀγαθήν· οὐ γὰρ ἀτυχήσεις ὧν ἀξιοῖς· μάρτυν καλῶ τήνδε τὴν Ἀφροδίτην. Ἐν δὲ τῷ μεταξὺ θεραπείαν ἕξεις παρ’ ἡμῖν δεσποίνης μᾶλλον ἢ δούλης.”

求您拯救一个无依无靠的女囚。但若我无法以高贵之身活下去,我宁愿选择自由的死。”听闻这番话,他表面上是在为卡利罗厄落泪,实则是为自己哭泣;因他深知自己的欲望已无望实现。“放宽心吧,卡利罗厄,”他说道,“振作精神;您所应得的企盼绝不会落空;我请身旁这位阿佛洛狄忒为证。在此期间,您在我们府中将得享女主人的礼遇,而非身为仆婢。”

语法注4 条
  1. 2.5.1ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν

    连词 ὡς ἄν 与分词 μέλλων 连用,表达主观意图或设想的情态(“宛如将要与……会面/交谈”)。不定式 ὁμιλεῖν 支配与格宾语 ἐρωμένῃ。

  2. 2.5.7ἔδοξε δ’ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι

    助词 ἄν 与直陈式不定过去时 ἔδοξε 连用,构成过去潜势/反事实表达(“人们本会以为/甚至会觉得”)。不定代词 τις 作主语,后接“宾格加不定式”结构(τὴν Ἀφροδίτην ... γεγονέναι)。

  3. 2.5.9οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον

    动词 σύνοιδα 与反身代词与格 ἐμαυτῇ 连用,为固定句式 σύνοιδα ἐμαυτῷ,意为“自省、问心无愧/有愧”。此处以中性单数宾格短语 οὐδὲν ... φαῦλον(“毫无卑劣之举”)作为直接宾语。

  4. 2.5.12προφάσει μὲν Καλλιρρόην, τὸ δὲ ἀληθὲς ἑαυτόν

    方式与格名词 προφάσει(“借口、名义上”)与状语性宾格短语 τὸ ἀληθές(“实际上、实则”)通过 μέν...δέ 形成对照。动词 ἔκλαε 此处作及物用法(“为……而哭泣”),直接支配宾格 Καλλιρρόην 与 ἑαυτόν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.5.1-2.5.12