← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§2.4.1-2.4.10

狄奥尼修斯的情欲煎熬与对考莉罗厄身世的探问

狄奥尼修斯因对考莉罗厄的一见钟情而备受煎熬,试图以理性克制情欲却彻夜难眠;他向莱奥纳斯查问究竟,自我开解断定她必为仙女显圣,并决定翌晨在阿佛洛狄忒神庙前亲自探问其实情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

Ἡ μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη· Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν ἐπειρᾶτο. Οἷα δὲ πεπαιδευμένος ἀνὴρ καὶ ἐξαιρέτως ἀρετῆς ἀντιποιούμενος, μήτε τοῖς οἰκέταις ἐθέλων εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς φίλοις, διεκαρτέρει παρ’ ὅλην τὴν ἑσπέραν, οἰόμενος μὲν λανθάνειν, κατάδηλος δὲ γινόμενος ἐκ τῆς σιωπῆς.

于是她回到了素常居住的屋室;而狄奥尼修斯虽然受了伤,却竭力掩饰伤痛。因他是一个受过良好教养且格外标榜美德之人,既不愿在仆从眼中显得可鄙,亦不愿在友人面前显得轻浮幼稚,便在整个夜晚强自忍耐,自以为瞒过了众人,却因沉默而暴露无遗。

§2.4.2

Μοῖραν δέ τινα λαβόμενος ἀπὸ τοῦ δείπνου “ταύτην” φησὶ “κομισάτω τις τῇ ξένῃ. Μὴ εἴπητε δὲ παρὰ τοῦ κυρίου, ἀλλ’ ὅτι παρὰ Διονυσίου.” Τὸν μὲν οὖν πότον προήγαγεν ἐπὶ πλεῖστον· ἠπίστατο γὰρ ὅτι οὐ μέλλει καθεύδειν. Ἀγρυπνεῖν οὖν ἐβούλετο μετὰ τῶν φίλων.

他从晚餐中取出一份吃食说道:“去把这送给那位异乡女子。但切莫说是主人所赐,只说是狄奥尼修斯送的。”于是他将酒宴拖延至极晚,因他深知自己根本无法入眠;所以他宁愿与友人们一同守夜。

§2.4.3

Ἐπεὶ δὲ προύκοπτε τὰ τῆς νυκτός, ἀναλύσας ὕπνου μὲν οὐκ ἐλάγχανεν, ὅλος δὲ ἦν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ καὶ πάντων ἀνεμιμνήσκετο, τοῦ προσώπου, τῆς κόμης, πῶς ἐστράφη, πῶς ἐνέβλεψε, τῆς φωνῆς, τοῦ σχήματος, τῶν ῥημάτων· ἐξέκαε δὲ αὐτὸν καὶ τὰ δάκρυα.

夜色渐深,宴席散去后,他依然无法成眠,整个人仿佛还留在那座阿佛洛狄忒的神庙中,回想着关于她的一切:容貌、发丝、她如何转身、如何凝望、声音、仪态与言辞;而她的泪水更将他彻底点燃。

§2.4.4

Τότ’ ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ καὶ πάθους. Καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀντέχεσθαι, καθάπερ δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸν “οὐκ αἰσχύνῃ, Διονύσιε, ἀνὴρ ὁ πρῶτος τῆς Ἰωνίας ἕνεκεν ἀρετῆς τε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι τοὺς τῆς ἀθλίας δαίμονας.

那时人们得见理性与情欲的交战。尽管被欲望的狂澜所淹没,但他作为高尚之人仍竭力抵抗,宛如从浪涛中探出头来对自己说道:“狄奥尼修斯,你作为爱奥尼亚在美德与声望上的魁首,受萨特拉普、君王与城邦所敬仰,难道不为自己遭受孩童般的折磨而感到羞耻吗?仅见一面你便坠入情网,况且身处丧期,尚未祭奠告慰那可怜妻子的亡魂。

§2.4.5

Τούτου γε ἧκες εἰς ἀγρὸν ἵνα1 μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ τὴν καταγραφήν.” Ἐφιλονείκει δὲ ὁ Ἔρως βουλευομένου καλῶς2 καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου· διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν.

你到田庄来,难道就是为了身着黑衣去献祭成婚,而且是与一个女奴,甚至可能还是他人的私产结合?因为你连关于她的正式买卖文契都没有。”然而正当他如此理性思虑之时,厄洛斯却偏与他争衡,将他的克制视作冒犯;因此厄洛斯更为炽烈地灼烧着这颗在情网中苦苦寻思哲理的心灵。

§2.4.6

Μηκέτ’ οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένος “τί” φησὶν “ἀγρυπνεῖς, ὦ δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός;” “Γυναικὸς μὲν” εἶπεν ὁ Διονύσιος, “ἀλλ’ οὐ τῆς τεθνηκυίας. Οὐδὲν δὲ ἀπόρρητόν ἐστί μοι πρὸς σὲ δι’ εὔνοιάν τε καὶ πίστιν.

他再也无法忍受独自苦思自语,便差人召来莱奥纳斯。被召来的莱奥纳斯虽心知其故,却装作懵然不知,仿佛受惊似地说道:“主人,您为何彻夜不眠?难道是对亡妻的悲痛又袭上了心头?”“确实是为了女人,”狄奥尼修斯说道,“但并非亡妻。因着你的忠诚与信实,我对你毫无隐瞒。

§2.4.7

Ἀπολώλεκας, ὦ Λεωνᾶ. Σύ μοι τῶν κακῶν αἴτιος. Πῦρ ἐκόμισας εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. Ταράσσει δέ με τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. Μῦθόν μοι διηγῇ ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὔτ’ ὁπόθεν ἦλθεν οὔθ’ ὅποι πάλιν ἀπῆλθεν. Ἔχων δὲ τίς τοιοῦτον κάλλος ἐν ἐρημίᾳ πιπράσκει ταλάντου τὴν τῶν βασιλέως χρημάτων ἀξίαν; δαίμων σέ τις ἐξηπάτησεν.

莱奥纳斯,你把我害惨了!你就是我灾祸的根源。你把火种带进了我家,不如说带进了我的灵魂。关于那女人的来历不明,实在令我心神不宁。你给我讲了个带翅膀商人的荒诞故事,你既不知他从何而来,也不知他又往何处而去。有谁坐拥如此绝色,会在荒僻之所仅以一塔兰同的价钱,将足以媲美君王宝藏之人变卖?定是有什么神灵欺骗了你。

§2.4.8

Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. Οὐ πλοῖον ἐθεάσω.” “Οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.” “Τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί τε καὶ συγγραφεῖς.” Ἡδέως ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἢ κατ’ ἀνθρώπων ὁμιλίαν.3 Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν, εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. Ἀποτυγχάνεις ἐν ἔρωτος ἐξουσίᾳ;” “Οὐκ ἂν ποιήσαιμι” φησὶν ὁ Διονύσιος, “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν. Ἕωθεν οὖν πυθώμεθα παρ’ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι δ’ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”

所以你且定下心来,好好回想所发生的一切。你究竟见到了谁?又同谁说了话?告诉我实情。你并未见到船只。”“我未曾见过,主人,只是听闻而已。”“果真如此!必是一位宁芙或涅瑞伊得斯仙女从大海中升起。神灵有时也会遭遇宿命的时刻,带来与凡人交接的必然;诗人和史家们正是如此向我们记叙的。”狄奥尼修斯乐得自我宽慰,将那女子奉若神明,视作超乎凡人交往的尊贵存在。莱奥纳斯欲讨主人欢心,便说道:“主人,我们何必深究她究竟是谁;只要您愿意,我这就把她带到您跟前,您休要苦恼。执掌爱情之权柄,难道您还会失手不成?”“在弄清那女子是谁、来自何方之前,”狄奥尼修斯说道,“我断不会这般行事。明日破晓,我们当向她本人探问实情。但我不会把她召到这里来,免得招致施暴用强的嫌疑;倒不如在我们初次相见之处,就在阿佛洛狄忒神前与她交谈。”

语法注3 条
  1. 2.4.5Τούτου γε ἧκες εἰς ἀγρὸν ἵνα

    代词属格 τούτου 先行指引其后由 ἵνα 加虚拟语气引导的目的从句,作原因或目的属格用,构成反问:“难道你正是为了这个目的才来到田庄,以便……?”

  2. 2.4.5βουλευομένου καλῶς

    此为属格独立结构,但逻辑主语(前文提及的狄奥尼修斯)被省略。相对于主句主语 ὁ Ἔρως,该分词短语表示时间或让步关系(“正当他理智思虑之时/尽管他思虑得当”)。

  3. 2.4.9σεβασμιωτέραν ἢ κατ’ ἀνθρώπων ὁμιλίαν

    比较级形容词 σεβασμιωτέραν 后接 ἢ κατά 加宾格,为希腊语标准惯用句型,表示超出某种标准或尺度(“超乎与凡人交往之尺度的尊贵存在”)。此处作 ἀποσεμνύνειν 的宾语 τὴν γυναῖκα 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.4.1-2.4.10