- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.3.1-2.3.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在莱奥纳斯的建议下,狄奥尼修斯前往海滨田庄,并在阿佛洛狄忒神庙遇到了正在祈祷的考莉罗厄。狄奥尼修斯将其绝世容颜误认为女神显圣而敬畏不已,交谈之后更深陷情网。
Ὁ δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσήνεγκε τοιούτους “ἐν τοῖς παραθαλασσίοις, ὦ δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. Ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ ἡ συγκομιδὴ τῶν καρπῶν ἐπείγει.
与此同时,莱奥纳斯寻得适当时机,向狄奥尼修斯进言道:“主人,您已许久未曾巡视海滨庄园了,那里的臣仆无不渴盼您的莅临。您理当视察牲畜群与种植园,而且庄稼的收割亦刻不容缓。
Χρῆσαι καὶ τῇ πολυτελείᾳ τῶν οἰκιῶν, ἅς σοῦ κελεύσαντος ᾠκοδομήσαμεν· οἴσεις δὲ καὶ τὸ πένθος ἐλαφρότερον ἐκεῖ, περισπώμενος ὑπὸ τῆς τῶν ἀγρῶν ἀπολαύσεως καὶ διοικήσεως. Ἐὰν δέ τινα ἐπαινέσῃς ἢ βουκόλον ἢ ποιμένα, δώσεις αὐτῷ τὴν νεώνητον γυναῖκα.” Ἤρεσε τῷ Διονυσίῳ ταῦτα καὶ προεῖπε τὴν ἔξοδον εἰς ην ἡμέραν.
您还应享用我们遵照您的吩咐所建起的华美房舍;在乡村的愉悦享受与事务管理分心之下,您在那里的哀痛也会减轻许多。如果您看中了哪位牧牛人或牧羊人,尽可将那新买来的女子赏赐给他。”这番话令狄奥尼修斯十分欣悦,他遂定于某日启程。
Παραγγελίας δὲ γενομένης παρεσκεύαζον ἡνίοχοι μὲν ὀχήματα, ἱπποκόμοι δὲ ἵππους, ναῦται δὲ πορθμεῖα· φίλοι παρεκαλοῦντο συνοδεύειν καὶ πλῆθος ἀπελευθέρων· φύσει γὰρ ἦν ὁ Διονύσιος μεγαλοπρεπής.
命令一下达,驭手们便备好车舆,马夫们备好坐骑,水手们打点好渡船;友人与众多获释奴仆亦受邀同行,因狄奥尼修斯生性阔绰好客。
Ἐπεὶ δὲ πάντα εὐτρέπιστο, τὴν μὲν παρασκευὴν καὶ τοὺς πολλοὺς ἐκέλευσε διὰ θαλάσσης κομίζεσθαι, τὰ δὲ ὀχήματα ἐπακολουθεῖν, ὅταν αὐτὸς προέλθῃ, πενθοῦντι γὰρ μὴ πρέπειν πομπήν. Ἅμα δὲ τῇ ἕῳ, πρὶν αἰσθέσθαι τοὺς πολλούς, ἵππου ἐπέβη, πέμπτος δέ εἷς ἦν ἐν αὐτοῖς καὶ ὁ Λεωνᾶς.1
当诸事齐备之后,他下令将行装及多数随从由水路运送,而车辆则待他本人出行时在后随行,因他认为居丧之人不宜铺张排场。拂晓时分,趁众人尚未察觉,他便骑上马背,一行共五人,莱奥纳斯亦在其中。
Ὁ μὲν οὖν Διονύσιος ἐξήλαυνεν εἰς τοὺς ἀγρούς, ἡ δὲ Καλλιρρόη τῆς νυκτὸς ἐκείνης θεασαμένη τὴν Ἀφροδίτην ἐβουλήθη καὶ πάλιν αὐτὴν προσκυνῆσαι· καὶ ἡ μὲν ἑστῶσα εὔχετο, Διονύσιος δὲ ἀποπηδήσας ἀπὸ τοῦ ἵππου πρῶτος εἰσῆλθεν εἰς τὸν νεών. Ψόφου δὲ ποδῶν αἰσθομένη Καλλιρρόη πρὸς αὐτὸν ἐπεστράφη.
狄奥尼修斯正策马赶往田庄,而考莉罗厄因当夜见到了阿佛洛狄忒,欲再次向她祈拜。正当她伫立祈祷之际,狄奥尼修斯从马背上跃下,率先步入神庙。考莉罗厄听到脚步声,便转过身来朝向他。
Θεασάμενος οὖν ὁ Διονύσιος ἀνεβόησεν “ἵλεως εἴης, ὦ Ἀφροδίτη, καὶ ἐπ’ ἀγαθῷ μοι φανείης.” Καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶ “αὕτη” φησίν, “ὦ δέσποτα, ἡ νεώνητος· μηδὲν ταραχθῇς. Καὶ σὺ δέ, ὦ γύναι, πρόσελθε τῷ κυρίῳ.” Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν·2 ὁ δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶν “ἀσεβέστατε” εἶπεν, “ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς;
狄奥尼修斯一见之下惊呼道:“施恩吧,阿佛洛狄忒,愿您的显圣能降福于我!”见他几乎要跪倒在地,莱奥纳斯连忙扶住他说道:“主人,这就是那新买来的女子,切勿惊慌。还有你,女子,快上前拜见主人。”考莉罗厄一听‘主人’之名,便低垂下头,泪如泉涌,至今方才深切体会到自由之躯已成过往。狄奥尼修斯却打了莱奥纳斯一下,说道:“大逆不道的家伙,你竟敢像对人说话一样对待神明?
Σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐδὲ Ὁμήρου διδάσκοντος ἡμᾶς "καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι." ” “τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.”3 Λαλούσης δὲ αὐτῆς ἡ φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη· μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. Ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι. Μετ’ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος ἡ παρασκευή, καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος.
你竟说她是花银钱买来的,还说找不到卖主?难道你连荷马这样教导我们都未曾听过: ‘神明亦化身为异邦异乡之人,巡察人间的强暴与守法’?” “至少从今往后,”〔考莉罗厄说道,〕“请莫再戏弄我,休要将一个连凡人中的幸运者都算不上的人当作神明。”当她开口说话时,那声音在狄奥尼修斯听来仿佛天籁,语调优美悦耳,宛如齐特拉琴发出的回响。他心慌意乱,又羞怯得不敢多言,便往庄园大宅走去,此时心中早已燃起了爱情的烈焰。未过多久,来自城邑的辎重人马抵达,所发生之事迅速传开。
Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη δὲ ἡ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξειε· πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου.
于是所有人都争先恐后地想看那女子,人人却又都装作去朝拜阿佛洛狄忒。面对众人,考莉罗厄羞愧难当,不知所措;因为对她而言一切皆很陌生,甚至连熟悉的普兰贡也见不到,后者正忙于接待主人。
Προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρρόην. Τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν· ἠκολούθουν γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.
天色渐晚,却无一人前往大宅,所有人全如着了魔一般伫立在神庙前,莱奥纳斯省悟到缘由,便来到圣所,将考莉罗厄领了出来。那时人们方才见识到,君王乃天生而成,正如蜂群中的蜂王一般;因为所有人都紧随其后,仿佛她是凭着自身的美貌而被推举为女主人。
- 2.3.4πέμπτος δέ εἷς ἦν ἐν αὐτοῖς καὶ ὁ Λεωνᾶς
序数词 πέμπτος 与 εἷς 并用,为古典希腊语常见表意方式,意指包括主语在内一行共五人,莱奥纳斯为其中之一。此结构渊源于古典期的 αὐτὸς πέμπτος(连同本人共五人)。
- 2.3.6ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν
复合动词 μεταμανθάνω 意为“重新学习”、“改换习惯”;此处接宾格 τὴν ἐλευθερίαν,生动刻画了考莉罗厄在听到“主人”一词后,迟来且痛苦地意识到自己自由之身的逝去,不得不学习接受奴隶地位的心境。
- 2.3.7τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ
此处直接引语前省略了引述动词,但从上下文显见说话者是考莉罗厄而非狄奥尼修斯。带冠词的定语化短语 τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ(“连作为一个凡人都不幸的人”)作不定式 εἶναι 的宾格主语,以此自伤之语坚决否认自己是神明。
